# In Joannem (homiliae 1-88) 2.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88), Ἐν ἀρχῇ ἦν ὁ Λόγος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-joannem-homiliae-1-88/2.1-3

Οὐ γὰρ παρὰ τὴν τῶν πραγμάτων φύσιν ὁ θόρυβος ἡμῖν ἐγγίνεται, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς διανοίας τῆς ἡμετέρας. Ἐπεὶ εἰ παρὰ τὰ συμβαίνοντα τοῦτο ἐπάσχομεν, πάντας ἀνθρώπους ταράττεσθαι ἔδει. Πάντες γὰρ τὴν αὐτὴν πλέομεν θάλατταν, καὶ κυμάτων καὶ ἅλμης ἐκτὸς εἶναι ἀμήχανον. Εἰ δέ εἰσιν, οἳ τοῦ χειμῶνος ἑστήκασιν ἔξω καὶ τῆς θαλάττης μαινομένης, εὔδηλον ὅτι τὸν χειμῶνα οὐ τὰ πράγματα ποιεῖ, ἀλλ' ἡ κατάστασις τῆς διανοίας τῆς ἡμετέρας. Ἂν οὖν αὐτὴν κατασκευάσωμεν οὕτως, ὡς πάντα φέρειν εὐκόλως, οὐκ ἔσται χειμὼν ἡμῖν, οὐδὲ κλυδώνιον, λευκῆς ἀεὶ τῆς γαλήνης οὔσης. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς προθέμενος μηδὲν ὑπὲρ τούτων εἰπεῖν, εἰς τοσοῦτον ταύτης ἐξηνέχθην τῆς παραινέσεως. Σύγγνωτε οὖν τῆς μακρηγορίας ἡμῖν. Καὶ γὰρ δέδοικα, καὶ σφόδρα δέδοικα, μήποτε ἀσθενεστέρα ἡμῖν αὕτη γένηται ἡ σπουδή· ὡς εἴ γε ἐθάῤῥουν ὑπὲρ αὐτῆς, οὐδὲν ἂν διελέχθην τούτων ὑμῖν νῦν· ἱκανὴ γὰρ αὕτη πάντα ὑμῖν ἐξευμαρίσαι τὰ πράγματα. Ὥρα δὲ λοιπὸν ἐπὶ τὰ προκείμενα τήμερον ἰέναι, ὥστε μὴ κεκμηκότας ὑμᾶς προσβάλλειν τοῖς ἀγῶσιν. Ἀγῶνες γὰρ ἡμῖν πρόκεινται πρὸς τοὺς τῆς ἀληθείας ἐχθροὺς, πρὸς τοὺς πάντα μηχανωμένους, ὥστε καθελεῖν τὴν δόξαν τοῦ Υἱοῦ τοῦ Θεοῦ, μᾶλλον δὲ τὴν ἑαυτῶν. Ἡ μὲν γὰρ μένει διαπαντὸς, οἵαπέρ ἐστιν, οὐδὲν παρὰ τῆς βλασφήμου γλώττης ἐλαττουμένη· ἐκεῖνοι δὲ, ὅν φασι προσκυνεῖν, καθελεῖν σπουδάζοντες, τὰ πρόσωπα αὐτῶν ἀτιμίας πληροῦσι καὶ κολάσεως τὴν ψυχήν. Τίνα οὖν ἐστιν ἅ φασιν, ἡμῶν ταῦτα λεγόντων, ἐκεῖνοι; Ὅτι τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐ τὸ ἀΐδιον δείκνυσιν ἁπλῶς· καὶ γὰρ καὶ περὶ οὐρανοῦ τοῦτο καὶ περὶ γῆς ἐλέχθη. Ὢ τῆς ἀναισχυντίας καὶ τῆς ἀνευλαβείας τῆς πολλῆς. Περὶ Θεοῦ σοι διαλέγομαι, καὶ σύ μοι τὴν γῆν φέρεις εἰς μέσον, καὶ τοὺς ἀπὸ τῆς γῆς ἀνθρώπους; Οὐκοῦν ἐπειδὴ Υἱὸς Θεοῦ ὁ Χριστὸς λέγεται καὶ Θεὸς, καὶ ὁ ἄνθρωπος υἱὸς Θεοῦ λέγεται καὶ θεός (Ἐγὼ γὰρ εἶπα, Θεοί ἐστε, φησὶ, καὶ υἱοὶ Ὑψίστου πάντες), φιλονεικήσεις τῷ Μονογενεῖ τῆς υἱότητος, καὶ οὐδὲν φήσεις αὐτὸν ἔχειν κατὰ τοῦτό σου πλέον; Οὐδαμῶς, φησί. Καὶ μὴν τοῦτο ποιεῖς, κἂν μὴ τῷ λόγῳ λέγῃς. Πῶς; Ὅτι καὶ σὺ χάριτι φῂς τῆς υἱοθεσίας μετειληφέναι καὶ αὐτὸν οὕτω· τῷ γὰρ μὴ φύσει λέγειν αὐτὸν υἱὸν οὐδὲν ἕτερον ἢ χάριτι εἶναι τοῦτο κατασκευάζεις. Πλὴν ἀλλ' ἴδωμεν καὶ τὰς μαρτυρίας, ἃς παράγουσιν ἡμῖν. Ἐν ἀρχῇ, φησὶν, ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Καὶ, Ἦν ἄνθρωπος ἐξ Ἀρμαθαὶμ Σιφᾶ. Ταῦτά ἐστιν ἃ νομίζουσιν εἶναι ἰσχυρά. Καὶ ἔστιν ἰσχυρά· ἀλλ' εἰς τὸ δεῖξαι τὴν παρ' ἡμῶν λεγομένην ὀρθότητα τῶν δογμάτων· πρὸς δὲ τὸ στῆσαι τὴν βλασφημίαν αὐτῶν ἀσθενέστερά πως ἁπάντων. Τί γὰρ, εἰπέ μοι, κοινὸν ἔχει πρὸς τὸ, Ἐποίησε, τὸ, Ἦν; τί δὲ ὁ Θεὸς πρὸς τὸν ἄνθρωπον; Τί τὰ ἄμικτα μιγνύεις, καὶ συγχεῖς τὰ διαιρούμενα, καὶ τὰ ἄνω τὰ κάτω ποιεῖς; Ἐνταῦθα γὰρ τὸ, Ἦν, οὐ δείκνυσι τὸ ἀΐδιον μόνον, ἀλλὰ καὶ τὸ, Ἐν ἀρχῇ ἦν, καὶ τὸ, Ὁ Λόγος ἦν. Ὥσπερ οὖν τὸ, ὢν, ὅταν μὲν περὶ ἀνθρώπου λέγηται, τὸν ἐνεστῶτα χρόνον δηλοῖ μόνον· ὅταν δὲ περὶ Θεοῦ, τὸ ἀΐδιον δείκνυσιν· οὕτω καὶ τὸ, Ἦν, περὶ μὲν τῆς ἡμετέρας λεγόμενον φύσεως, τὸν παρελθόντα σημαίνει χρόνον ἡμῖν, καὶ αὐτὸν τοῦτον πεπερατωμένον· ὅταν δὲ περὶ Θεοῦ, τὸ ἀΐδιον ἐμφαίνει. Ἤρκει μὲν οὖν ἀκούσαντα γῆν, καὶ ἀκούσαντα ἄνθρωπον, μηδὲν πλέον ὑποπτεῦσαι περὶ αὐτῶν, ὧν τῇ φύσει τῇ γεννητῇ προσῆκε νοεῖν. Τὸ γὰρ γενόμενον, ὅτι ἂν ᾖ, χρόνῳ ἢ αἰῶνι γέγονεν· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ οὐ χρόνων μόνον, ἀλλὰ καὶ αἰώνων πάντων ἀνώτερος. Δημιουργὸς γὰρ αὐτῶν ἐστι καὶ ποιητής· Δι' οὗ γὰρ, φησὶ, καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὁ δὲ ποιητὴς πρὸ τῶν ποιημάτων πάντως ἐστίν. Ἐπειδὴ δὲ οὕτως ἀναίσθητοί τινές εἰσιν, ὡς καὶ μετὰ ταῦτα μεῖζόν τι περὶ αὐτῶν τῆς ἀξίας ὑπονοεῖν, τῷ, Ἐποίησε, ῥήματι, καὶ τῷ, Ἄνθρωπος ἦν, προκαταλαμβάνει τὴν διάνοιαν τοῦ ἀκροατοῦ, καὶ πᾶσαν ἀναισχυντίαν ἐκκόπτει. Πᾶν γὰρ τὸ ποιηθὲν, καὶ οὐρανὸς καὶ γῆ, χρόνῳ πεποίηται, καὶ ἀρχὴν ἔχει χρονικὴν, καὶ ἄναρχον τούτων οὐδὲν, ἐπειδὴ γέγονεν. Ὥστε ὅταν ἀκούσῃς. ὅτι Ἐποίησε τὴν γῆν, καὶ ὅτι Ἄνθρωπος ἦν, περιττὰ λοιπὸν φλυαρεῖς, ἀνόνητόν τινα ἐλίττων λῆρον. Ἐγὼ γὰρ καὶ ἑτέραν ὑπερβολὴν εἴποιμι ἄν. Ποίαν δὴ ταύτην; Ὅτι εἰ καὶ περὶ τῆς γῆς εἴρητο τὸ, Ἐν ἀρχῇ ἦν ἡ γῆ, καὶ περὶ τοῦ ἀνθρώπου, ὅτι Ἐν ἀρχῇ ἦν ὁ ἄνθρωπος, οὐδὲ οὕτως ὑποπτεῦσαί τι μεῖζον περὶ αὐτῶν τῶν νῦν ἐγνωσμένων ἐχρῆν ἡμῖν. Ἡ γὰρ τῆς γῆς καὶ τοῦ ἀνθρώπου προσηγορία προλαβοῦσα, ὅσα ἂν περὶ αὐτῶν λέγηται, οὐκ ἀφίησι τὴν διάνοιαν μεῖζόν τι φαντασθῆναι περὶ αὐτῶν, ὧν νῦν ἴσμεν· ὥσπερ οὐδὲ ὁ Λόγος, κἂν μικρόν τι περὶ αὐτοῦ λεχθῇ, οὐκ ἀφίησι ταπεινὸν ἐννοῆσαί τι καὶ εὐτελές· ἐπεὶ καὶ προϊών φησι περὶ τῆς γῆς· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Εἰπὼν γὰρ, ὅτι ἐποίησεν αὐτὴν, καὶ θεὶς αὐτῇ τὸν οἰκεῖον ὅρον, ἀδεῶς λοιπὸν τὰ ἑξῆς φθέγγεται, εἰδὼς ὅτι οὐδεὶς οὕτως ἀνόητός ἐστιν, ὡς ἄναρχον αὐτὴν καὶ ἀγένητον ὑποπτεῦσαι. Τὸ γὰρ τῆς γῆς ὄνομα καὶ τὸ, Ἐποίησεν, ἱκανὰ καὶ τὸν σφόδρα ἠλίθιον πεῖσαι, ὅτι οὐκ ἀΐδιος οὐδὲ ἀγένητος, ἀλλὰ τῶν ἐν χρόνῳ γενομένων ἐστί.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg153.local001/.
