Ancient Greek · ~21 min
Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· κἀκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν αἰώνιον ἔχητε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-40
Not analysed yet
Ὁ μὲν οὖν Παῦλος περὶ τοῦ ἀντιχρίστου διαλεγόμενος, προφητικῶς εἶπεν, ὅτι Πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ. Ὁ δὲ Χριστὸς οὐκ εἶπεν ὅτι ἥξει· ἀλλ', Ἐὰν ἔλθῃ, φειδόμενος τῶν ἀκουόντων. Ἐπειδὴ δὲ οὔπω πᾶσα ἀπηρτισμένη ἦν αὐτῶν ἡ ἀγνωμοσύνη, διὰ τοῦτο αὐτὸς μὲν τὴν αἰτίαν ἐσίγησεν αὐτοῦ τῆς παρουσίας· ὁ δὲ Παῦλος τοῖς δυναμένοις συνιδεῖν μετὰ ἀκριβείας αὐτὴν ᾐνίξατο. Καὶ γὰρ ἐκεῖνός ἐστιν ὁ πᾶσαν ἀπολογίαν αὐτοῖς ἀφαιρούμενος. Εἶτα καὶ τὴν αἰτίαν τῆς ἀπιστίας αὐτῶν τίθησιν, ἐπάγων· Πῶς δύνασθε πιστεύειν, δόξαν τὴν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; καὶ ἐντεῦθεν δεικνὺς πάλιν ὅτι οὐ τὰ τοῦ Θεοῦ ἐσκόπουν, ἀλλ' ἐν προσχήματι τοιούτῳ τὸ οἰκεῖον ἐβούλοντο πάθος ἐκδικεῖν. Καὶ γὰρ τοσοῦτον ἀπεῖχον διὰ τὴν αὐτοῦ δόξαν ποιεῖν ταῦτα, ὅτι αὐτοὶ τὴν ἀνθρωπίνην ᾑροῦντο μᾶλλον ἢ τὴν ἐκείνου. Πῶς οὖν ἔμελλον οὗτοι ὑπὲρ αὐτῆς ἀναδέχεσθαι τοσαύτην ἀπέχθειαν, ἧς οὕτω κατεφρόνουν, ὥστε καὶ ἀνθρωπίνην αὐτῆς προτιμᾷν; Εἰπὼν δὲ ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχουσι, καὶ ἀποδείξας τοῦτο διὰ τούτων ἑκατέρων, διά τε τῶν εἰς αὐτὸν γινομένων, καὶ διὰ τῶν εἰς τὸν ἀντίχριστον ἐσομένων, καὶ διελέγξας σαφῶς ὅτι πάσης εἰσὶν ἀπεστερημένοι συγγνώμης, οὕτως αὐτοῖς ἐφίστησι καὶ τὸν Μωϋσέα κατήγορον ἐπάγων, καὶ λέγων· Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύετε; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Πρὸ ἐμοῦ ἐκεῖνός ἐστιν ὁ ὑβρισμένος ἐν τοῖς εἰς ἐμέ. Μωϋσεῖ γὰρ μᾶλλον ἠπιστήσατε ἢ ἐμοί. Ὅρα πῶς πανταχόθεν πάσης αὐτοὺς ἐξέβαλεν ἀπολογίας. Θεὸν ἐλέγετε ἀγαπᾷν ἐν τῷ διώκειν με, φησίν· ἔδειξα ὅτι μισοῦντες αὐτὸν τοῦτο ποιεῖτε. Λέγετε λύειν με τὸ σάββατον, καὶ παραλύειν τὸν νόμον· ἀπεδυσάμην καὶ ταύτην τὴν κατηγορίαν. Διισχυρίζεσθε Μωϋσεῖ πιστεύειν δι' ὧν κατ' ἐμοῦ τολμᾶτε· δείκνυμι πάλιν ὅτι τοῦτο μὲν οὖν ἐστι μάλιστα μὴ πιστεύειν τῷ Μωϋσεῖ. Τοσούτῳ γὰρ δέω ἐξ ἐναντίας ἥκειν τῷ νόμῳ, ὅτι οὐδὲ ἔστιν ἄλλος τις ὁ κατηγορήσων ὑμῶν, ἀλλ' ἢ αὐτὸς ὁ τὸν νόμον ὑμῖν δεδωκώς. Ὥσπερ οὖν περὶ τῶν Γραφῶν ἔλεγεν· Ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν· οὕτω καὶ περὶ Μωϋσέως φησὶν, Εἰς ὃν ὑμεῖς ἠλπίκατε, ἀπὸ τῶν οἰκείων αὐτοὺς χειρούμενος πανταχοῦ. Καὶ πόθεν δῆλον, φησὶν, ὅτι κατηγορήσει Μωϋσῆς, καὶ οὐ κομπάζεις; τί γὰρ σοὶ καὶ Μωϋσεῖ κοινόν; Τὸ σάββατον ἔλυσας, ὅπερ ἐκεῖνος ἐνομοθέτησε κρατεῖν· πῶς οὖν ἡμῶν ἐκεῖνος κατηγορήσειε; Πόθεν δὲ δῆλον ὅτι καὶ εἰς ἄλλον πιστεύσομεν τὸν ἰδίῳ ὀνόματι ἥξοντα; Ταῦτα γὰρ πάντα ἀμάρτυρα λέγεις. Καὶ μὴν ἅπαντα ταῦτα ἄνωθεν ἔχει τὴν κατασκευήν. Ὅταν γὰρ ὁμολογηθῇ, ὅτι παρὰ τοῦ Θεοῦ ἦλθον ἀπὸ τῶν ἔργων, ἀπὸ τῆς φωνῆς Ἰωάννου, ἀπὸ τῆς μαρτυρίας τοῦ Πατρὸς, εὔδηλον ὅτι Μωϋσῆς αὐτῶν κατηγορήσει. Τί γὰρ ἐκεῖνος εἶπεν; ἆρ' οὐχ ὅτι ἐὰν ἔλθῃ τις σημεῖα ποιῶν, καὶ πρὸς τὸν Θεὸν ἄγων, καὶ τὰ μέλλοντα προλέγων μετὰ ἀληθείας, μετὰ πάσης ὑπακούειν αὐτῷ χρὴ τῆς πειθοῦς; Ὁ τοίνυν Χριστὸς μὴ οὐ πάντα ταῦτα πεποίηκε; Καὶ γὰρ σημεῖα εἰργάσατο μετὰ ἀληθείας ἁπάσης, καὶ πρὸς Θεὸν ἅπαντας εἷλκε, καὶ ταῖς προῤῥήσεσι τὸ τέλος ἐπήγαγεν. Ἀλλὰ πόθεν δῆλον ὅτι ἑτέρῳ πιστεύσουσιν; Ἐκ τοῦ τὸν Χριστὸν μισεῖν. Οἱ γὰρ τὸν μετὰ τῆς τοῦ Θεοῦ γνώμης ἥκοντα ἀποστρεφόμενοι, εὔδηλον ὅτι καὶ τὸν ἀντίθεον δέξονται Εἰ δὲ Μωϋσέα νῦν προβάλλεται, καίτοι εἰπὼν, Ἐγὼ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὑ λαμβάνω, μὴ θαυμάσῃς· οὐδὲ γὰρ εἰς Μωϋσέα, ἀλλ' εἰς τὰ τοῦ Θεοῦ γράμματα αὐτοὺς παραπέμπει. Πλὴν ἀλλ' ἐπειδὴ αἱ Γραφαὶ ἔλαττον αὐτοὺς ἐφόβουν, εἰς τὸ πρόσωπον αὐτὸ περιάγει τὸν λόγον, τὸν νομοθέτην αὐτὸν αὐτοῖς ἐφιστὰς κατήγορον, καὶ πολὺ φρικωδέστερον οὕτω τὸ δέος ποιῶν, καὶ ἕκαστον τῶν παρ' αὐτῶν λεγομένων ἐλέγχει. Σκόπει δέ· Ἔλεγον διὰ τὴν εἰς τὸν Θεὸν ἀγάπην διώκειν αὐτόν· δείκνυσιν ὅτι διὰ τὸ μισεῖν τὸν Θεὸν τοῦτο ποιοῦσιν. Ἔλεγον ἀντέχεσθαι Μωϋσέως· δείκνυσιν ὅτι διὰ τὸ μὴ πιστεύειν Μωϋσεῖ ταῦτα ἔπραττον. Εἰ γὰρ τὸν νόμον ἐζήλουν, ἔδει δέξασθαι τὸν ἐκεῖνον πληροῦντα· εἰ τὸν Θεὸν ἠγάπων, ἔδει πεισθῆναι τῷ πρὸς ἐκεῖνον ἕλκοντι· εἰ Μωϋσεῖ ἐπίστευον, ἔδει προσκυνῆσαι τὸν ὑπ' ἐκείνου προφητευόμενον. Εἰ δὲ ἐκεῖνος ἀπιστεῖται πρὸ ἐμοῦ, οὐδὲν ἀπεικὸς καὶ ἐμὲ τὸν ὑπ' αὐτοῦ κηρυττόμενον ἐλαύνεσθαι παρ' ὑμῶν. Ὥσπερ οὖν καὶ θαυμάζοντας Ἰωάννην ἔδειξε καταφρονοῦντας Ἰωάννου διὰ τῶν εἰς αὐτὸν γεγενημένων· οὕτω νομίζοντας πιστεύειν Μωϋσεῖ δείκνυσιν ἀπιστοῦντας, καὶ ἀεὶ εἰς τὴν κεφαλὴν αὐτῶν περιτρέπει πάντα, ἅπερ ἐνόμιζον ὑπὲρ ἑαυτῶν προβάλλεσθαι. Τοσοῦτον γὰρ ἀπέχω, φησὶν, ἀπαγαγεῖν ὑμᾶς τοῦ νόμου, ὅτι καὶ αὐτὸν καλῶ κατήγορον ὑμῶν τὸν νομοθέτην. Ὅτι μὲν οὖν αἱ Γραφαὶ μαρτυροῦσιν, εἶπε· ποῦ δὲ μαρτυροῦσιν, οὐκέτι προσέθηκε, τὸν φόβον μείζονα αὐτοῖς ἐνθεῖναι βουλόμενος, καὶ εἰς ἔρευναν παραπέμψαι, καὶ εἰς ἀνάγκην καταστῆσαι ἐρωτήσεως. Εἰ μὲν γὰρ εἶπεν ἐκ τοῦ προχείρου, καὶ μηδὲ ἐρωτῶσιν αὐτοῖς, ἀπέβαλον ἂν τὴν μαρτυρίαν· νυνὶ δὲ εἰ προσεῖχον τοῖς λεγομένοις, ἔδει πρὸ τῶν ἄλλων τοῦτο ἐρωτῆσαι καὶ μαθεῖν παρ' αὐτοῦ. Διὰ γὰρ τοῦτο καὶ ἐν ταῖς ἀποφάσεσι, καὶ ἐν ταῖς ἀπειλαῖς πλεονάζει μᾶλλον, οὐκ ἐν ταῖς ἀποδείξεσι μόνον, ἵνα κἂν οὕτως αὐτοὺς ἐπαγάγηται τῷ φόβῳ τῶν λεγομένων. Οἱ δὲ καὶ οὕτω σιγῶσι. Τοιοῦτον γὰρ ἡ πονηρία· ὅσα ἄν τις λέγῃ καὶ ποιῇ, οὐ διανίσταται, ἀλλὰ μένει τὸν οἰκεῖον ἰὸν διατηροῦσα.