# In Joannem (homiliae 1-88) 2.1-41

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88), Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας εἰς τὰ μέρη Τιβεριάδος· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς, ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. Ἀπῆλθε δὲ εἰς ὄρος ὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-joannem-homiliae-1-88/2.1-41

Ἀλλὰ τίς ποτε τῆς λέξεως ἡ διάνοια; Ἀπὸ τῆς Παλαιᾶς δυνατὸν αὐτὴν καταμαθεῖν. Καὶ γὰρ καὶ ἐκεῖ φησιν· Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἐπείραζεν ὁ Θεὸς Ἀβραὰμ, καὶ εἶπεν, Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ. Οὐδὲ γὰρ ἐκεῖ τοῦτο λέγων φαίνεται, ὅτι ἀπὸ τῆς πείρας ἀνέμενεν ἰδεῖν τὸ τέλος, εἴτε ὑπακούσεται, εἴτε μή· (πῶς γὰρ ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν;) ἀλλ' ἀνθρωπίνως ἀμφότερα εἴρηται. Ὥσπερ γὰρ ὅταν λέγῃ, ὅτι Ἐρευνᾷ τὰς καρδίας τῶν ἀνθρώπων, οὐκ ἀγνοίας τὴν ἔρευναν δείκνυσιν, ἀλλ' ἀκριβοῦς εἰδήσεως· οὕτω δὴ καὶ ὅταν λέγῃ ὅτι Ἐπείρασεν, οὐδὲν ἄλλο φησὶν, ἀλλ' ἢ ὅτι ἠπίστατο ἀκριβῶς. Κἂν ἕτερον δὲ ἔστιν εἰπεῖν, ὅτι δοκιμώτερον αὐτὸν εἰργάζετο, ὥσπερ οὖν τὸν Ἀβραὰμ τότε, οὕτω καὶ τοῦτον διὰ τῆς τοιαύτης ἐρωτήσεως ἐνάγων νῦν εἰς τὴν ἀκριβῆ τοῦ σημείου γνῶσιν. Διὰ δὴ τοῦτο καὶ ὁ εὐαγγελιστὴς, ἵνα μὴ τῇ ἀσθενείᾳ τῆς λέξεως ἐναπομείνας, ὑποπτεύσῃς τι ἄτοπον περὶ τῶν εἰρημένων, ἐπήγαγεν· Αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. Πλὴν ἐκεῖνο παρατηρεῖν ἀναγκαῖον, πῶς, ὅταν ᾖ ὑπόνοια πονηρὰ, εὐθὺς αὐτὴν ὁ εὐαγγελιστὴς μετὰ πολλῆς ἐπιδιορθοῦται τῆς σπουδῆς. Ὥσπερ οὖν ἐνταῦθα, ἵνα μή τι τοιοῦτον ὑποπτεύσωσιν οἱ ἀκούοντες, προσέθηκε τὴν ἐπιδιόρθωσιν, εἰπών· Αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν· οὕτω καὶ ἐκεῖ λέγων, ὅτι ἐδίωκον αὐτὸν οἱ Ἰουδαῖοι, Οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ· εἰ μὴ ἀπόφασις ἦν αὐτοῦ τοῦ Χριστοῦ διὰ τῶν ἔργων βεβαιουμένη, προσέθηκεν ἂν κἀκεῖ τὴν ἐπιδιόρθωσιν ταύτην. Εἰ γὰρ ἐν οἷς αὐτὸς λέγει, ὑφορᾶται ὁ εὐαγγελιστὴς, μή τις ὑποπτεύσῃ· πολλῷ μᾶλλον ἐν οἷς ἕτεροι περὶ αὐτοῦ τοῦτο ἔλεγον, ὑπείδετο ἂν, εἰ μὴ προσήκουσαν ἑώρα περὶ αὐτοῦ κρατοῦσαν ὑπόνοιαν. Ἀλλ' οὐκ ἐποίησεν· ᾔδει γὰρ αὐτοῦ τὴν γνώμην οὖσαν τοῦτο καὶ ψῆφον ἀκίνητον. Διὰ τοῦτο εἰπὼν, Ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, οὐκ ἐχρήσατο ἐπιδιορθώσει τινὶ τοιαύτῃ· οὐ γὰρ ἐκείνων ἦν ὑπόνοια διεφθαρμένη τὸ λεγόμενον, ἀλλ' ἀπόφασις αὐτοῦ κεκυρωμένη διὰ τῶν ἔργων. Ἐρωτηθέντος τοίνυν τοῦ Φιλίππου, Φησὶν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· Ἔστιν ὧδε παιδάριον ἔχον πέντε ἄρτους κριθίνους, καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Ὑψηλότερος μὲν τοῦ Φιλίππου ὁ Ἀνδρέας, οὐ μὴν εἰς τὸ πᾶν ἔφθασε. Οἶμαι δὲ μηδὲ ἁπλῶς τοῦτο εἰπεῖν, ἀλλ' ἀκηκοότα αὐτὸν τῶν προφητῶν τὰ θαύματα, καὶ πῶς Ἑλισσαῖος ἐποίησε τὸ ἐπὶ τῶν ἄρτων σημεῖον. Διὰ δὴ τοῦτο ἀνέβη μὲν ἐπί τι ὕψος, οὐκ ἴσχυσε δὲ πρὸς αὐτὴν φθάσαι τὴν κορυφήν. Μάθωμεν ἐντεῦθεν οἱ τῇ τρυφῇ προσέχοντες, τίνα ἐσιτοῦντο οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι καὶ μεγάλοι, καὶ τῇ ποσότητι τῶν ἐπιφερομένων καὶ τῇ ποιότητι τὴν εὐτέλειαν αὐτῶν τῆς τραπέζης ἴδωμέν τε καὶ μιμησώμεθα. Τὰ γοῦν ἑξῆς τούτων πολλῆς ἀσθενείας. Μετὰ γὰρ τὸ εἰπεῖν, Ἔχει πέντε ἄρτους κριθίνους, ἐπήγαγεν· Ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Ἐνόμιζε γὰρ ὅτι ἀπὸ μὲν ἐλαττόνων ἐλάττονα, ἀπὸ δὲ πλειόνων πλείονα ἔμελλε ποιεῖν ὁ θαυματουργῶν· ὅπερ οὐκ ἦν. Ὁμοίως γὰρ ἦν αὐτῷ εὔκολον ἀπό τε πλειόνων, ἀπό τε ἐλαττόνων ποιῆσαι πηγάσαι τῶν ἄρτων τὴν φύσιν. Οὐ γὰρ ὕλης ἐδεῖτο τῆς ὑποκειμένης· ἀλλ' ὥστε μὴ δόξαι τὴν κτίσιν ἀλλοτρίαν εἶναι τῆς αὐτοῦ σοφίας, ὡς οἱ μετὰ ταῦτα διαβάλλοντες οἱ τὰ Μαρκίωνος νοσήσαντες ἔλεγον, αὐτῇ τῇ κτίσει κέχρηται πρὸς τὴν ὑπόθεσιν τῶν θαυμάτων. Ἐπεὶ οὖν ἀπέγνωσαν ἀμφότεροι οἱ μαθηταὶ, τότε θαυματουργεῖ λοιπόν· οὕτω γὰρ μᾶλλον ἐκέρδαναν, πρότερον ὁμολογήσαντες τοῦ πράγματος τὴν δυσκολίαν, ἵνα ὅταν γένηται, μάθωσι τοῦ Θεοῦ τὴν δύναμιν. Ἐπειδὴ γὰρ γίνεσθαι σημεῖον ἔμελλε τὸ καὶ προφήταις κατορθωθὲν, εἰ καὶ μὴ ὁμοίως· ἔμελλε δὲ καὶ εὐχαριστήσας αὐτὸ πρότερον ποιεῖν· ἵνα μὴ εἰς ἀσθενῆ τινα καταπέσωσιν ὑπόνοιαν, ὅρα πῶς αὐτὸ καὶ τῷ τρόπῳ διὰ πάντων ἐπῆρε καὶ τὴν διαφορὰν ἔδειξεν. Οὔπω γὰρ τῶν ἄρτων φανέντων, τὸ θαῦμα ποιεῖ, ἵνα μάθῃς ὅτι τὰ μὴ ὄντα ὡς ὄντα αὐτῷ ὑφέστηκε, καθάπερ ὁ Παῦλός φησιν· Ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα. Ὡς ἑτοίμου γὰρ καὶ παρεσκευασμένης τῆς τραπέζης, ἐκέλευσεν αὐτοὺς εὐθέως ἀναπεσεῖν. Οὕτω καὶ διὰ τούτου τὴν διάνοιαν τῶν μαθητῶν ἀνέστησεν. Ὅτι δὲ καὶ ἐκέρδαναν ἀπὸ τῆς ἐρωτήσεως, εὐθέως ὑπήκουσαν, καὶ οὐκ ἐθορυβήθησαν, οὐδὲ εἶπον· τί ποτε τοῦτό ἐστι; πῶς κελεύεις ἀναπεσεῖν, οὐδενὸς ἐν τῷ μέσῳ φαινομένου; Οὕτω καὶ πρὸ τῆς ὄψεως τοῦ σημείου πιστεύειν ἤρξαντο οἱ παρὰ τὴν ἀρχὴν τοσοῦτον ἀπιστήσαντες ὡς εἰπεῖν, Πόθεν ἀγοράσομεν ἄρτους; ὅτι καὶ μετὰ προθυμίας ἀνέκλιναν τοὺς ὄχλους. Ἀλλὰ τί δήποτε τὸν παραλυτικὸν μέλλων ἀνορθοῦν οὐκ εὔχεται, οὐδὲ τὸν νεκρὸν ἐγείρων, οὐδὲ τὴν θάλατταν χαλινῶν· ἐνταῦθα δὲ ἐπὶ τῶν ἄρτων τοῦτο ποιεῖ; Δεικνὺς ὅτι τοὺς τροφῆς ἀρχομένους εὐχαριστεῖν δεῖ τῷ Θεῷ. Καὶ ἄλλως δὲ, ἐπὶ τῶν ἐλαττόνων αὐτὸ μάλιστα ἐργάζεται, ἵνα μάθῃς ὅτι οὐ δεόμενος αὐτὸ ποιεῖ. Εἰ γὰρ δεόμενος, πολλῷ μᾶλλον ἐπὶ τῶν μειζόνων ἂν αὐτὸ ἐποίησεν. Ὁ δὲ ἐκεῖνα αὐθεντίᾳ ποιήσας, εὔδηλον ὅτι καὶ ταῦτα συγκαταβατικῶς ἔπραττεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg153.local001/.
