Ancient Greek · ~22 min
Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν αἰώνιον ἐν ἑαυτοῖς. Ὁ δὲ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν ἐν ἑαυτῷ.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-45
Not analysed yet
Τίνος δὲ ἕνεκεν ἐν συναγωγῇ ἐδίδασκε, καὶ ἐν ἱερῷ; Ὁμοῦ μὲν τὸ πλῆθος αὐτῶν θηρεῦσαι θέλων, ὁμοῦ δὲ δεῖξαι βουλόμενος, ὅτι οὐκ ἐναντίος ἐστὶ τῷ Πατρί. Πολλοὶ δὲ ἐκ τῶν μαθητῶν ἀκούσαντες ἔλεγον· Σκληρός ἐστιν ὁ λόγος οὗτος. Τί ἐστι, Σκληρός ἐστι; Τραχὺς, ἐπίπονος, μόχθον ἔχων. Καὶ μὴν οὐδὲν τοιοῦτον ἔλεγεν· οὐδὲ γὰρ περὶ πολιτείας διελέγετο, ἀλλὰ περὶ δογμάτων, ἄνω καὶ κάτω στρέφων τὴν πίστιν τὴν εἰς ἑαυτόν. Τί οὖν ἐστι, Σκληρός ἐστιν ὁ λόγος; Ὅτι ζωὴν ἐπαγγέλλεται καὶ ἀνάστασιν; ὅτι ἐκ τοῦ οὐρανοῦ ἔφη καταβεβηκέναι; ἀλλ' ὅτι σωθῆναι ἀδύνατον τὸν μὴ φαγόντα αὐτοῦ τὴν σάρκα; Ταῦτα οὖν, εἰπέ μοι, σκληρά; Καὶ τίς ἂν ταῦτα εἴποι; Τί οὖν ἐστὶ, Σκληρός; Δυσπαράδεκτος, ὑπερβαίνων αὐτῶν τὴν ἀσθένειαν, πολὺν ἔχων τὸν φόβον. Ἐνόμιζον γὰρ μείζονα τῆς οἰκείας φθέγγεσθαι καὶ ὑπὲρ αὐτόν. Διὸ καὶ ἔλεγον· Τίς δύναται αὐτοῦ ἀκούειν; ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι τάχα, ἐπειδὴ ἔμελλον ἀποπηδᾷν. Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσιν οἱ μαθηταὶ περὶ τούτου (καὶ γὰρ τοῦτο τῆς αὐτοῦ θεότητος, τὸ τὰ ἀπόῤῥητα φέρειν εἰς μέσον), εἶτα λέγει· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἂν οὖν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρότερον. Τοῦτο καὶ ἐπὶ τοῦ Ναθαναὴλ ἐποίησε, λέγων, Ὅτι εἶπόν σοι ὅτι, Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζονα τούτων ὄψει· καὶ ἐπὶ Νικοδήμου, ὅτι Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Τί οὖν; ἀπορίας ἀπορίαις συνάπτει; Οὐχί· μὴ γένοιτο· ἀλλὰ τῷ μεγέθει τῶν δογμάτων καὶ τῷ πλήθει αὐτοὺς ἐπαγαγέσθαι βούλεται. Ὁ μὲν γὰρ εἰπὼν ἁπλῶς, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, καὶ μηδὲν πλέον προσθεὶς, μᾶλλον ἂν ἐσκανδάλισεν. ὁ δὲ εἰπὼν, ὅτι Τὸ σῶμά μου ζωὴ τοῦ κόσμου, καὶ ὁ εἰπὼν, ὅτι Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα· καὶ ὁ εἰπὼν, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα, τὴν ἀπορίαν λύει. Ὁ μὲν γὰρ ἕν τι μέγα περὶ ἑαυτοῦ φθεγγόμενος, κἂν ὕποπτος γένοιτο, ὡς πλάττων· ὁ δὲ τοσαῦτα συνείρων ἐφεξῆς, πᾶσαν ἀναιρεῖ τὴν ὑποψίαν. Πάντα δὲ ποιεῖ καὶ λέγει, ὥστε αὐτοὺς ἀπαγαγεῖν τοῦ νομίζειν αὐτοῦ πατέρα τὸν Ἰωσήφ. Οὐ τοίνυν τὸ σκάνδαλον ἐπιτεῖναι θέλων, τοῦτο ἔλεγεν, ἀλλὰ λῦσαι μᾶλλον. Ὁ μὲν γὰρ ἀπὸ τοῦ Ἰωσὴφ αὐτὸν εἶναι νομίζων, οὐκ ἂν παρεδέξατο τὰ λεγόμενα· ὁ δὲ πεισθεὶς, ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ ἐκεῖ ἀναβήσεται, εὐκολώτερον ἂν προσέσχε τοῖς λεγομένοις. Μετὰ δὲ τούτων καὶ ἑτέραν λύσιν ἐπάγει, λέγων· Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Πνευματικῶς δεῖ τὰ περὶ ἐμοῦ ἀκούειν· ὁ γὰρ σαρκικῶς ἀκούσας, οὐδὲν ἀπώνατο, οὔτε χρηστόν τι ἀπέλαυσε. Σαρκικὸν δὲ ἦν τὸ ἀμφισβητεῖν πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε, καὶ τὸ νομίζειν, ὅτι υἱός ἐστιν Ἰωσὴφ, καὶ τὸ, Πῶς δύναται ἡμῖν τὴν σάρκα δοῦναι φαγεῖν; Ταῦτα πάντα σαρκικά· ἅπερ ἔδει μυστικῶς νοεῖν καὶ πνευματικῶς. Καὶ πόθεν, φησὶν, ἠδύναντο νοῆσαι τί ποτέ ἐστιν τὸ σάρκα φαγεῖν ἐκεῖνοι; Οὐκοῦν ἔδει τὸν προσήκοντα ἀναμεῖναι καιρὸν, καὶ πυνθάνεσθαι, καὶ μὴ ἀπαγορεύειν. Τὰ ῥήματα, ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμά ἐστι, καὶ ζωή· τουτέστιν, θεῖα καὶ πνευματικά ἐστιν, οὐδὲν ἔχοντα σαρκικὸν, οὐδὲ ἀκολουθίαν φυσικήν· ἃ καὶ ἀπήλλακται πάσης μὲν τοιαύτης ἀνάγκης, καὶ ὑπέρκειται καὶ τῶν νόμων τῶν ἐνταῦθα κειμένων· ἕτερον δὲ ἔχει νοῦν ἐξηλλαγμένον. Ὥσπερ οὖν ἐνταῦθα τὸ πνεῦμα εἶπεν ἀντὶ τοῦ πνευματικὰ, οὕτω σάρκα εἰπὼν, οὐ σαρκικὰ εἶπεν, ἀλλὰ τὸ σαρκικῶς ἀκοῦσαι, ἅμα καὶ αὐτοὺς αἰνιττόμενος, ὅτι ἀεὶ σαρκικῶν ἐπεθύμουν, δέον πνευματικῶν ἐφίεσθαι. Ἐὰν γὰρ αὐτὸ σαρκικῶς τις ἐκλάβοι, οὐδὲν ἀπώνατο. Τί οὖν; οὐκ ἔστι ἡ σὰρξ αὐτοῦ σάρξ; Καὶ σφόδρα μὲν οὖν. Καὶ πῶς εἶπεν, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν; Οὐ περὶ τῆς ἑαυτοῦ σαρκὸς λέγων· μὴ γένοιτο· ἀλλὰ περὶ τῶν σαρκικῶς ἐκλαμβανόντων τὰ λεγόμενα. Τί δέ ἐστι τὸ σαρκικῶς νοῆσαι; Τὸ ἁπλῶς εἰς τὰ προκείμενα ὁρᾷν, καὶ μὴ πλέον τι φαντάζεσθαι. Τοῦτο γάρ ἐστι σαρκικῶς. Χρὴ δὲ μὴ οὕτω κρίνειν τοῖς ὁρωμένοις, ἀλλὰ πάντα τὰ μυστήρια τοῖς ἔνδον ὀφθαλμοῖς κατοπτεύειν. Τοῦτο γάρ ἐστι πνευματικῶς. Ἄρα ὁ μὴ τρώγων αὐτοῦ τὴν σάρκα, καὶ πίνων αὐτοῦ τὸ αἷμα. οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ· πῶς οὖν οὐδὲν ὠφελεῖ ἡ σὰρξ, ἧς ἄνευ ζῇν οὐκ ἔνι; Ὁρᾷς ὅτι τὸ, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδὲν, οὐ περὶ τῆς σαρκὸς αὐτοῦ εἴρηται, ἀλλὰ περὶ τῆς σαρκικῆς ἀκροάσεως; Ἀλλ' εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσι. Πάλιν κατὰ τὸ σύνηθες αὐτοῦ τοῖς λόγοις ἀξίωμα περιτίθησι, τά τε μέλλοντα προλέγων, καὶ δεικνὺς ὡς οὐ τῆς ἐκείνων δόξης ἐφιέμενος ταῦτα ἔλεγεν, ἀλλ' αὐτῶν κηδόμενος. Εἰπὼν δὲ, Τινὲς, τοὺς μαθητὰς ὑπεξήγαγε. Παρὰ γὰρ τὴν ἀρχὴν ἔλεγε· Καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετέ μοι· ἐνταῦθα δὲ, Εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσιν. ᾜδει γὰρ ἐξ ἀρχῆς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγε, Διὰ τοῦτο εἴρηκα, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν ἐκ τοῦ Πατρός μου. Τὸ ἑκούσιον ἐνταῦθα τῆς οἰκονομίας ὁ εὐαγγελιστὴς ἡμῖν αἰνίττεται, καὶ τὸ ἀνεξίκακον. Καὶ τὸ Ἐξ ἀρχῆς δὲ οὐχ ἁπλῶς ἐνταῦθα κεῖται, ἀλλ' ἵνα μάθῃς αὐτοῦ τὴν ἄνωθεν πρόγνωσιν, καὶ ὅτι πρὸ τῶν ῥημάτων τούτων, καὶ οὐ μετὰ τὸ γογγύσαι, οὐδὲ μετὰ τὸ σκανδαλισθῆναι τὸν προδότην ᾔδει, ἀλλὰ καὶ πρὸ τούτου, ὅπερ ἦν θεότητος. Εἶτα καὶ ἐπήγαγεν, Ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν ἐκ τοῦ Πατρός μου, πείθων αὐτοὺς Πατέρα αὐτοῦ νομίζειν τὸν Θεὸν, ἀλλὰ μὴ τὸν Ἰωσὴφ, καὶ δεικνὺς ὅτι οὐκ ἔστι τὸ τυχὸν τὸ πιστεῦσαι εἰς αὐτόν. Μονονουχὶ γὰρ τοῦτό φησιν, Οὐ θορυβοῦσιν, οὐδὲ ταράττουσιν, οὐδὲ ξενίζουσί με οἱ μὴ πιστεύοντες· οἶδα τοῦτο ἄνωθεν πρὶν ἢ γενέσθαι· οἶδα τίσιν ἔδωκεν ὁ Πατήρ.