Ancient Greek · ~18 min
Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ, τῇ μεγάλῃ τῆς ἑορτῆς, εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραζε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-49
Not analysed yet
Ὅτε δὲ ἔπεμπεν αὐτοὺς, οὐκ εἶπεν, Ἔδωκεν αὐτοῖς Πνεῦμα ἅγιον· ἀλλ' Ἔδωκεν αὐτοῖς ἐξουσίαν, λέγων· Λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ἐπὶ δὲ τῶν προφητῶν παρὰ πάντων ὡμολόγηται, ὅτι Πνεύματος ἁγίου δόσις ἦν, ἀλλ' ἦν αὕτη ἡ χάρις συσταλεῖσα καὶ ἀποστᾶσα, καὶ ἀπὸ τῆς γῆς ἀπολιποῦσα ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἀφ' ἧς ἐῤῥήθη, Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ πρὸ ἐκείνης δὲ ἀρχὴν ἐλάμβανεν αὕτη ἡ σπάνις. Οὐκ ἔτι γὰρ προφήτης παρ' αὐτοῖς ἦν, οὐδὲ ἐπώπτευεν αὐτῶν τὰ ἅγια ἡ χάρις. Ἐπεὶ οὖν ἀνέσταλτο μὲν τὸ Πνεῦμα τὸ ἅγιον, ἔμελλε δὲ λοιπὸν ἐκχεῖσθαι δαψιλῶς· ταύτης δὲ τῆς διανομῆς ἀρχὴ μετὰ τὸν σταυρὸν ἐγίνετο, οὐ μόνον δαψιλείας, ἀλλὰ καὶ μειζόνων χαρισμάτων (καὶ γὰρ θαυμαστοτέρα ἦν ἡ δωρεὰ, ὡς ὅταν λέγῃ· Οὐκ οἴδατε ποίου πνεύματός ἐστε· καὶ πάλιν, Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Καὶ γὰρ οἱ παλαιοὶ καὶ αὐτοὶ μὲν πνεῦμα εἶχον, ἄλλοις δὲ οὐ παρεῖχον· οἱ δὲ ἀπόστολοι μυριάδας ἐνέπλησαν)· ἐπειδὴ οὖν ταύτην ἔμελλον λαμβάνειν τὴν χάριν, οὔπω δὲ ἦν δοθεῖσα, διὰ τοῦτό φησιν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον. Ἐπεὶ οὖν περὶ ταύτης λέγων τῆς χάριτος ὁ εὐαγγελιστὴς ἔλεγεν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, τουτέστι, δοθὲν, ἐπεὶ Ἰησοῦς οὐδέπω ἐδοξάσθη, δόξαν καλῶν τὸν σταυρόν. Ἐπειδὴ γὰρ ἐχθροὶ ἦμεν καὶ ἡμαρτηκότες καὶ ὑστερούμενοι τῆς δωρεᾶς τοῦ Θεοῦ, καὶ θεοστυγεῖς· ἡ δὲ χάρις καταλλαγῆς ἦν ἀπόδειξις· δῶρον δὲ οὐ τοῖς ἐχθροῖς, οὐδὲ τοῖς μισουμένοις, ἀλλὰ τοῖς φίλοις δίδοται, καὶ τοῖς εὐηρεστηκόσιν· ἔδει πρότερον προσενεχθῆναι τὴν ὑπὲρ ἡμῶν θυσίαν, καὶ τὴν ἔχθραν ἐν τῇ σαρκὶ καταλυθῆναι, καὶ γενέσθαι τοῦ Θεοῦ φίλους, καὶ τότε λαβεῖν τὴν δωρεάν. Εἰ γὰρ ἐπὶ τῆς ἐπαγγελίας τοῦτο γέγονε τῆς πρὸς Ἀβραὰμ, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Εἰ γὰρ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις· ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπηγγείλατο ὁ Θεὸς τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ δώσειν τὴν γῆν· ἀλλ' ἀνάξιοι ἦσαν τῆς ἐπαγγελίας οἱ ἔκγονοι, καὶ ἐξ οἰκείων οὐκ ἠδύναντο εὐαρεστῆσαι πόνων. Διὰ τοῦτο εἰσῆλθεν ἡ πίστις, πρᾶγμα εὔκολον, ἵνα τὴν χάριν ἐπισπάσηται, καὶ μὴ διαπέσωσιν αἱ ἐπαγγελίαι. Καὶ λέγει· Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν. Διὰ τοῦτο Κατὰ χάριν, ἐπειδὴ ἐξ ἱδρώτων οὐκ ἴσχυσαν. Τίνος δὲ ἕνεκεν εἰπὼν, κατὰ τὰς Γραφὰς, οὐκ ἐπάγει καὶ τὴν μαρτυρίαν; Ὅτι διεφθαρμένη αὐτῶν ἡ γνώμη ἦν. Οἱ μὲν γὰρ ἔλεγον· Οὗτός ἐστιν ὁ προφήτης· ἄλλοι δὲ ἔλεγον, ὅτι Πλανᾷ τὸν ὄχλον· ἄλλοι δὲ ἔλεγον, Οὐκ ἐκ τῆς Γαλιλαίας ἔρχεται ὁ Χριστὸς, ἀλλὰ ἀπὸ Βηθλεὲμ τῆς κώμης· ἄλλοι δὲ ἔλεγον, Ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί· καὶ διάφορος ἦν ἡ γνώμη, ἅτε ἐν πλήθει τεταραγμένῳ. Οὐδὲ γὰρ ἀκριβῶς προσεῖχον τοῖς λεγομένοις, οὐδὲ τοῦ μαθεῖν ἕνεκεν. Διὰ δὴ τοῦτο τούτοις μὲν οὐδὲν ἀποκρίνεται, καίτοι λέγουσι· Μὴ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; τὸν δὲ Ναθαναὴλ σφοδρότερον εἰπόντα καὶ πληκτικώτερον, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; ἐπῄνεσεν ὡς ἀληθῶς Ἰσραηλίτην. Οὗτοι μὲν γὰρ καὶ οἱ πρὸς τὸν Νικόδημον εἰπόντες, Ἐρεύνησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται, οὐ μαθεῖν ζητοῦντες ἔλεγον, ἀλλ' ἁπλῶς ἀνατρέψαι τὴν περὶ τοῦ Χριστοῦ δόξαν. Ἐκεῖνος δὲ ἀληθείας ὢν ἐραστὴς, καὶ τὰ παλαιὰ ἀκριβῶς πάντα ἐπιστάμενος, τοῦτο ἔλεγεν· αὐτοὶ δὲ πρὸς ἓν μόνον ἑώρων, τὸ ἀνατρέψαι ὅτι ὁ Χριστός ἐστι. Διόπερ αὐτοῖς οὐδὲν ἀπεκάλυπτεν. Οἱ γὰρ καὶ ἑαυτοῖς ἐναντία λέγοντες, καὶ ποτὲ μὲν, Οὐδεὶς γινώσκει πόθεν ἔρχεται, ποτὲ δὲ, Ἀπὸ Βηθλεὲμ, εὔδηλον ὅτι καὶ μαθόντες ἠναντιώθησαν. Ἔστω γὰρ, τὸν τόπον ἠγνόουν, ὅτι ἀπὸ Βηθλεὲμ, διὰ τὴν ἀναστροφὴν τὴν ἐν Ναζαρὲτ (καίτοι οὐδὲ τοῦτο συγγνώμην εἶχεν· οὐ γὰρ ἐκεῖ ἐτέχθη)· ἆρα καὶ τὸ γένος ἠγνόουν, ὅτι ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ; Πῶς οὖν ἔλεγον, Οὐκ ἀπὸ τοῦ σπέρματος Δαυῒδ ἔρχεται ὁ Χριστός; Ἀλλὰ καὶ τοῦτο ἐκείνῳ συσκιάσαι ἐβούλοντο, κακούργως ἅπαντα φθεγγόμενοι. Τίνος δὲ ἕνεκεν οὐχὶ προσελθόντες εἶπον· Ἐπειδὴ τὰ μὲν ἄλλα πάντα θαυμάζομεν, κελεύεις δέ σοι πείθεσθαι κατὰ τὰς Γραφὰς, εἰπὲ, πῶς αἱ μὲν Γραφαὶ λέγουσιν, ὅτι ἀπὸ Βηθλεὲμ δεῖ τὸν Χριστὸν ἐλθεῖν, σὺ δὲ ἀπὸ τῆς Γαλιλαίας ἀφῖξαι; Ἀλλ' οὐδὲν τούτων εἶπον, ἀλλὰ πάντα πονηρῶς φθέγγονται. Ὅτι γὰρ οὐ ζητοῦντες, οὐδὲ μαθεῖν βουλόμενοι, εὐθέως ἐπήγαγεν ὁ εὐαγγελιστὴς, ὅτι Τινὲς ἤθελον πιάσαι αὐτὸν, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα αὐτοῦ· εἰ γὰρ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν ἱκανὸν ἦν εἰς κατάνυξιν αὐτοὺς ἀγαγεῖν· ἀλλ' οὐ κατενύγησαν, καθώς φησιν ὁ προφήτης· Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν.