Ancient Greek · ~17 min
Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· «Οὐ καλῶς λέγομεν ἡμεῖς, ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις;» Ἀπεκρίθη ὁ Ἰησοῦς· «Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-53
Not analysed yet
Τί λέγουσιν ἐνταῦθα οἱ αἱρετικοί; Ἤκουσε, Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ; καὶ οὐκ ἐθάῤῥησεν εἰπεῖν αὐτοῖς, ὅτι ναὶ, ἀλλὰ συνεσκιασμένως αὐτὸ ποιεῖ. Τί οὖν; οὐδέν ἐστιν ἡ δόξα αὐτοῦ; Πρὸς ἐκείνους οὐδέν ἐστιν. Ὥσπερ γὰρ λέγει, Ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, πρὸς τὴν ἐκείνων ὑπόνοιαν· οὕτω καὶ ἐνταῦθά φησιν· Ἔστιν ὁ δοξάζων με. Καὶ διατί μὴ εἶπεν, Ὁ Πατὴρ ὁ πέμψας με; ὡς ἄνω ἔλεγεν, ἀλλ' Ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι, καὶ οὐκ οἴδατε αὐτόν, Ἐβούλετο γὰρ δεῖξαι, ὅτι οὐ μόνον Πατέρα αὐτὸν οὐκ ἴσασιν, ἀλλ' οὐδὲ Θεόν. Ἐγὼ δὲ οἶδα αὐτόν. Ὥστε οὐ τὸ λέγειν, Ἐγὼ οἶδα αὐτὸν, κόμπος ἐστίν· ἀλλὰ τὸ εἰπεῖν μὴ εἰδέναι, ψεῦδος· ὑμεῖς δὲ λέγοντες εἰδέναι αὐτὸν, ψεύδεσθε. Ὥσπερ οὖν ὑμεῖς εἰδέναι λέγοντες ψεύδεσθε· οὕτως ἐγὼ, ἐὰν εἴπω μὴ εἰδέναι. Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν. Ἐπειδὴ ἔλεγον, Τίνα σεαυτὸν ποιεῖς; φησίν· Ἐὰν ἐγὼ ποιῶ, ἡ δόξα μου οὐδέν ἐστιν. Ὥσπερ οὖν ἐγὼ αὐτὸν οἶδα ἀκριβῶς, οὕτως αὐτὸν ἀγνοεῖτε ὑμεῖς. Καθάπερ οὖν ἐπὶ τοῦ Ἀβραὰμ οὐ τὸ πᾶν ἀνεῖλεν, ἀλλά φησιν, Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε, ὥστε μείζονα ποιῆσαι τὴν κατηγορίαν· οὕτως ἐνταῦθα οὐ τὸ πᾶν ἀνεῖλεν, ἀλλὰ τί; Ὃν ὑμεῖς λέγετε. Δοὺς τὴν διὰ τῶν ῥημάτων καύχησιν, μεῖζον ἐποίησε τὸ ἔγκλημα. Πῶς δὲ οὐκ οἴδατε αὐτόν· Ὅτι τὸν πάντα ὑπὲρ αὐτοῦ καὶ λέγοντα καὶ ποιοῦντα, ὥστε αὐτὸν δοξασθῆναι, ὑβρίζετε, καίτοι παρ' ἐκείνου ἀποσταλέντα. Ἀλλὰ τοῦτο ἀμάρτυρον· ἀλλὰ τὸ ἑξῆς κατασκευαστικόν. Καὶ τὸν λόγον αὐτοῦ τηρῶ. Ἐνταῦθα δὲ εἴ γέ τι εἶχον, ἠδύναντο ἐλέγξαι· μεγίστη γὰρ ἦν ἀπόδειξις τὸ παρ' ἐκείνου ἀπεστάλθαι. Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε, καὶ ἐχάρη. Πάλιν δείκνυσιν αὐτοὺς ὄντας ἀλλοτρίους ἐκείνου, εἴ γε ἐφ' οἷς ἐκεῖνος ἔχαιρεν, οὗτοι ἀλγοῦσι. Τὴν δὲ ἡμέραν ἐνταῦθά μοι δοκεῖ λέγειν τὴν τοῦ σταυροῦ, ἣν ἐν τῇ τοῦ κριοῦ προσφορᾷ καὶ τῇ τοῦ Ἰσαὰκ προδιετύπωσε. Τί οὖν ἐκεῖνοι; Τεσσαράκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; Ὡς ἐγγὺς τῶν τεσσαράκοντα ἐτῶν λοιπὸν εἶναι τὸν Χριστόν. Λέγει αὐτοῖς· Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Καὶ ἔλαβον λίθους, ἵνα βάλωσιν ἐπ' αὐτόν. Ὁρᾷς πῶς τὸ μείζονα εἶναι τοῦ Ἀβραὰμ κατεσκεύασεν; Ὁ γὰρ χαρεὶς, ἵνα ἴδῃ τὴν ἡμέραν, καὶ περισπούδαστον αὐτὸ θέμενος, εὔδηλον ὅτι τὴν ἐπὶ εὐεργεσίᾳ γενομένην, καὶ ὡς μείζονος. Ἐπειδὴ γὰρ ἔλεγον· Ὁ τοῦ τέκτονος υἱὸς, καὶ οὐδὲν πλέον ἐφαντάζοντο, κατὰ μικρὸν αὐτοὺς ἐνάγει πρὸς ὑψηλὴν διάνοιαν. Ὅτε μὲν οὖν ἤκουσαν, ὅτι Οὐκ οἴδατε τὸν Θεὸν, οὐκ ἤλγησαν· ὅτε δὲ ἤκουσαν, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, ὡς τῆς εὐγενείας αὐτῶν ταπεινουμένης, ἠγρίαινον καὶ ἐλίθαζον. Εἶδε τὴν ἡμέραν τὴν ἐμὴν, καὶ ἐχάρη. Δείκνυσιν ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, εἴ γε ἐπαινεῖ τὸν ἡσθέντα ἐπὶ τῷ σταυρῷ. Τοῦτο γὰρ σωτηρία τῆς οἰκουμένης ἦν. Οἱ δὲ λίθους ἔβαλλον· οὕτω πρὸς φόνους ἕτοιμοι ἦσαν. καὶ δι' ἑαυτῶν ταῦτα ἔπραττον, μηδὲν ἐξετάζοντες. Διατί δὲ μὴ εἶπε, Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι, ἐγὼ ἤμην· ἀλλ' Ἐγώ εἰμι; Ὥσπερ ὁ Πατὴρ αὐτοῦ ταύτῃ κέχρηται τῇ λέξει τῇ, Εἰμί· οὕτω καὶ αὐτός. Τοῦ διηνεκῶς γὰρ εἶναι σημαντικὴ αὕτη, παντὸς ἀπηλλαγμένη χρόνου· διὰ τοῦτο καὶ βλάσφημον αὐτοῖς εἶναι δοκεῖ τὸ ῥῆμα. Εἰ δὲ τὴν πρὸς Ἀβραὰμ σύγκρισιν οὐκ ἤνεγκαν, καίτοι γε μικρὰν οὖσαν· εἰ συνεχῶς ἑαυτὸν ἐξίσου τῷ Πατρὶ, ἆρα ἂν διέλιπον αὐτὸν βάλλοντες; Εἶτα φεύγει πάλιν ἀνθρωπίνως, καὶ κρύπτεται, ἱκανὴν διδασκαλίαν αὐτοῖς παραθέμενος· καὶ τὰ αὐτοῦ πληρώσας, ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀνεχώρησεν ἐπὶ τὴν ἴασιν τοῦ τυφλοῦ, διὰ τῶν ἔργων πιστούμενος, ὅτι πρὸ τοῦ Ἀβραάμ ἐστιν. Ἀλλ' ἴσως ἐρεῖ τις· Τίνος ἕνεκεν οὐκ ἐξέλυσεν αὐτῶν τὴν δύναμιν; οὕτω γὰρ ἂν ἐπίστευσαν. Παραλελυμένον ἐθεράπευσε, καὶ οὐκ ἐπίστευσαν· ἄλλα μυρία εἰργάσατο, καὶ ἐν αὐτῷ δὲ πάθει ἔῤῥιψεν αὐτοὺς ὑπτίους, καὶ ἐσκότωσεν αὐτῶν τὰς ὄψεις, καὶ οὐκ ἐπίστευσαν· καὶ πῶς ἂν ἐπίστευσαν, εἰ τὴν δύναμιν αὐτῶν ἐξέλυσε; Ψυχῆς γὰρ ἀπεγνωκυίας χεῖρον οὐδέν· κἂν σημεῖα ἴδῃ, κἂν τέρατα, μένει τὴν αὐτὴν ἀναισχυντίαν ἔχουσα. Καὶ γὰρ ὁ Φαραὼ μυρίας δεχόμενος πληγὰς, ὅτε ἐκολάζετο μόνον, ἐσωφρονίζετο, καὶ μέχρι τῆς ἐσχάτης ἡμέρας τοιοῦτος ἔμεινε, διώκων οὓς ἀπέλυσε. Διὰ τοῦτο ἄνω καὶ κάτω ὁ Παῦλός φησι· Μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας. Καθάπερ γὰρ οἱ στῦλοι τοῦ σώματος νεκροῦνται λοιπὸν, καὶ οὐδεμίαν αἴσθησιν ἔχουσιν· οὕτω καὶ ψυχὴ, ὅταν πολλοῖς κατασχεθῇ πάθεσι, νεκροῦται πρὸς τὴν ἀρετήν. Κἂν εἰτιοῦν προσενέγκῃς, οὐ λαμβάνει τοῦ πράγματος αἴσθησιν· ἀλλὰ κἂν κόλασιν, κἂν ὁτιοῦν ἀπειλήσῃς, ἀνάλγητος μένει.