# In Joannem (homiliae 1-88) 2.1-64

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88), Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι· καὶ ἦλθον, οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-joannem-homiliae-1-88/2.1-64

Ὅρα δὲ φιλοσοφίαν εὐαγγελιστοῦ, πῶς οὐκ ἐπαισχύνεται τὴν προτέραν αὐτῶν ἄγνοιαν ἐκπομπεύειν. Ὅτι μὲν οὖν γέγραπται, ᾔδεσαν· ὅτι δὲ ἐπ' αὐτῷ γέγραπται, οὐκ ᾔδεσαν. Καὶ γὰρ ἂν ἐσκανδάλισεν αὐτοὺς, εἴ γε βασιλεὺς ὢν τοιαῦτα μέλλοι πάσχειν, καὶ οὕτως ἐκδίδοσθαι. Καὶ ἄλλως δὲ, οὐκ ἂν εὐθέως ἐχώρησαν τὴν γνῶσιν τῆς βασιλείας, ἣν ἔλεγε. Καὶ γὰρ ἄλλος εὐαγγελιστής φησιν, ὅτι περὶ βασιλείας ἐδόκουν ταύτης λέγεσθαι. Ἐμαρτύρει δὲ ὁ ὄχλος, ὅτι ἀνέστησε τὸν Λάζαρον. Οὐ γὰρ ἂν τοσοῦτοι μετέθεντο ἐξαίφνης, φησὶν, εἰ μὴ ἐπίστευσαν τῷ σημείῳ. Οἱ δὲ Φαρισαῖοι εἶπον πρὸς αὐτούς· Θεωρεῖτε, ὅτι οὐκ ὠφελεῖτε οὐδέν; Ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπάγει. Δοκεῖ δέ μοι τοῦτο εἶναι τῶν ὑγιαινόντων μὲν, οὐ τολμώντων δὲ παῤῥησιάσασθαι, εἶτα ἀπὸ τῆς ἐκβάσεως κατεχόντων αὐτοὺς ὡς ἀνήνυτα ἐπιχειροῦντας. Κόσμον δὲ ἐνταῦθα πάλιν τὸν ὄχλον φασίν. Οἶδε γὰρ ἡ Γραφὴ κόσμον καὶ τὴν κτίσιν λέγειν, καὶ τοὺς ἐν πονηρίᾳ ζῶντας. Καὶ τὸ μέν φησιν, ὅταν λέγῃ, Ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ· τὸ δὲ, ὅταν λέγῃ, Ὁ κόσμος ὑμᾶς οὐ μισεῖ, ἐμὲ δὲ μισεῖ. Καὶ χρὴ ταῦτα ἀκριβῶς εἰδέναι, ἵνα μὴ παρὰ τὴν σημασίαν τῶν ὀνομάτων λαβὴν παρέχωμεν τοῖς αἱρετικοῖς. Ἦσαν δέ τινες τῶν Ἑλλήνων ἀναβάντες προσκυνῆσαι εἰς τὴν ἑορτήν. Ἐγγὺς ὄντες λοιπὸν τοῦ προσήλυτοι γίνεσθαι, ἦσαν εἰς τὴν ἑορτήν. Τῆς φήμης οὖν διαδοθείσης, λέγουσι· Θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. Ὁ δὲ Φίλιππος παραχωρεῖ τῷ Ἀνδρέᾳ, ἅτε πρὸ αὐτοῦ ὄντι, καὶ τὸ πρᾶγμα αὐτῷ κοινοῦται. Ἀλλ' οὐδὲ οὗτος ἁπλῶς αὐθεντεῖ· ἤκουσε γὰρ, ὅτι Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε. Διὰ τοῦτο μετὰ τοῦ μαθητοῦ κοινωσάμενος, τῷ διδασκάλῳ ἀναφέρει· ἀμφότεροι γὰρ εἶπον αὐτῷ. Ὁ δὲ τί φησιν; Ἦλθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. Τί ἐστιν, Ἦλθεν ἡ ὥρα; Ἔλεγεν, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, πᾶσαν ἐγκόπτων ἀγνωμοσύνης πρόφασιν ἀπὸ Ἰουδαίων, καὶ κατεῖχεν αὐτούς. Ἐπεὶ οὖν ἐπέμενον οὗτοι ἀπειθοῦντες, ἐκεῖνοι δὲ ἐβούλοντο προσελθεῖν, Καιρὸς λοιπὸν, φησὶν, ἐπὶ τὸ πάθος ἐλθεῖν, πάντων πεπληρωμένων. Εἰ γὰρ μέλλοιμεν τούτοις μὲν καὶ ἀπειθοῦσι προσεδρεύειν, ἐκείνους δὲ καὶ βουλομένους μὴ προσίεσθαι, ἀνάξια τῆς ἡμετέρας ἔσται ταῦτα κηδεμονίας. Ἐπεὶ οὖν ἔμελλεν ἀφήσειν τοὺς μαθητὰς ἐπὶ τὰ ἔθνη λοιπὸν ἰέναι μετὰ τὸν σταυρὸν, ὁρᾷ δὲ αὐτοὺς προπηδῶντας, φησί· Καιρὸς ἐπὶ τὸν σταυρὸν ἐλθεῖν. Οὐ πρότερον γὰρ αὐτοὺς εἴασεν, ἵνα ᾖ εἰς μαρτύριον αὐτοῖς. Ἕως γὰρ διὰ τῶν ἔργων αὐτὸν διεκρούσαντο, ἕως αὐτὸν ἐσταύρωσαν, οὐκ εἶπε, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, ἀλλ', Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· καὶ, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἐπειδὴ δὲ ἐμίσησαν αὐτὸν, καὶ οὕτως ἐμίσησαν ὡς ἀνελεῖν, περιττὸν ἧν προσεδρεύειν διακρουομένων ἐκείνων. Καὶ γὰρ παρῃτήσαντο αὐτὸν λέγοντες· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Τότε δὴ λοιπὸν αὐτοὺς ἀφῆκεν, ἐπειδὴ αὐτοὶ ἀφῆκαν. Διὰ τοῦτο λέγει· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε. Τί ἐστιν· Ὁ κόκκος τοῦ σίτου, ἐὰν μὴ πεσὼν ἀποθάνῃ; Περὶ τοῦ σταυροῦ λέγει. Ἵνα γὰρ μὴ θορυβῶνται ἐννοοῦντες ὅτι, ὅτε καὶ Ἕλληνες προσῆλθον, τότε ἀνῃρέθη, λέγει· Αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοὺς ποιεῖ προσελθεῖν, καὶ αὐξήσει τὸ κήρυγμα τὸ ἐμόν. Εἶτα, ἐπειδὴ ἀπὸ λόγων οὐχ οὕτως ἔπειθεν, ἀπὸ τῆς τῶν πραγμάτων πείρας αὐτὸ μεθοδεύει λέγων· Ἐπεὶ καὶ ἐν τῷ σίτῳ τοῦτο γίνεται· μᾶλλον φέρει καρπὸν, ὅταν ἀποθάνῃ. Εἰ δὲ ἐν τοῖς σπέρμασι τοῦτο, πολλῷ μᾶλλον ἐν ἐμοί. Ἀλλ' οὐκ ᾔδεσαν οἱ μαθηταὶ τὰ λεγόμενα. Διὸ συνεχῶς αὐτὸ τίθησιν ὁ εὐαγγελιστὴς, ἀπολογούμενος ὑπὲρ τῆς μετὰ ταῦτα φυγῆς. Τοῦτον καὶ περὶ τῆς ἀναστάσεως διαλεγόμενος ὁ Παῦλος τὸν λόγον ἐκίνησε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg153.local001/.
