# In Joannem (homiliae 1-88) 2.1-65

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88), Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-joannem-homiliae-1-88/2.1-65

Ταῦτα τῆς ἀνθρωπίνης φύσεως τὰ ἀσθενήματα. Ἀλλ' οὐκ ἔχω τί εἴπω, φησὶν, ἀπαλλαγὴν αἰτούμενος. Διὰ γὰρ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην· ὡσανεὶ ἔλεγε· Κἂν θορυβώμεθα, κἂν ταραττώμεθα, μὴ φεύγωμεν θάνατον· ἐπεὶ κἀγὼ νῦν ταραττόμενος, οὐ λέγω ὥστε φυγεῖν· δεῖ γὰρ φέρειν τὸ ἐπιόν. Οὐ λέγω, Ἀπάλλαξόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ τί; Πάτερ, δόξασόν σου τὸ ὄνομα. Καίτοι τῆς ταραχῆς τοῦτο ἀναγκαζούσης λέγειν, τὸ ἐναντίον λέγω, Δόξασόν σου τὸ ὄνομα· τουτέστιν, Ἄγαγε λοιπὸν ἐπὶ τὸν σταυρόν· ὃ πολὺ τὸ ἀνθρώπινον ἐπιδείκνυται, καὶ τὴν φύσιν μὴ βουλομένην ἀποθανεῖν, ἀλλὰ τῆς παρούσης ἀντεχομένην ζωῆς· δεικνὺς, ὅτι οὐκ ἔξω τῶν ἀνθρωπίνων παθῶν ἦν. Ὥσπερ γὰρ τὸ πεινῇν οὐκ ἔγκλημα, οὐδὲ τὸ καθεύδειν· οὕτως οὐδὲ τὸ τῆς παρούσης ζωῆς ἐφίεσθαι. Ὁ δὲ Χριστὸς σῶμα καθαρὸν ἁμαρτημάτων εἶχεν, οὐχὶ φυσικῶν ἀναγκῶν ἀπηλλαγμένον· ἐπεὶ οὐδ' ἂν σῶμα ἦν. Διὰ δὴ τούτων καὶ ἕτερόν τι ἐπαίδευσε. Ποῖον δὴ τοῦτο; Ἵνα, εἴ ποτε ἐν ἀγῶνι κατασταίημεν καὶ δειλίᾳ, μηδὲ οὕτως ἀποπηδήσωμεν τῶν προκειμένων. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Δείκνυσιν, ὅτι ὑπὲρ ἀληθείας ἀποθνήσκει, δόξαν εἰς τὸν Θεὸν τὸ πρᾶγμα καλῶν. Καὶ τοῦτο συνέβαινε μετὰ τὸν σταυρόν. Ἔμελλεν ἐπιστρέφειν ἡ οἰκουμένη, καὶ γνωρίζειν τὸ ὄνομα τοῦ Θεοῦ καὶ θεραπεύειν αὐτόν· καίτοι οὐ τὸ τοῦ Πατρὸς μόνον, ἀλλὰ καὶ τὸ τοῦ Υἱοῦ· ἀλλ', ὅμως τοῦτο σιγᾷ. Ἦλθεν οὖν φωνὴ ἐκ τῶν οὐρανῶν· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Ποῦ ἐδόξασεν; Ἐν τοῖς πρὸ τούτων γενομένοις. Καὶ πάλιν δοξάσω μετὰ τὸν σταυρόν. Τί οὖν ὁ Χριστός; Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. Ἐκεῖνοι δὲ βροντὴν ἐνόμισαν εἶναι, ἢ ἄγγελον αὐτῷ λελαληκέναι. Καὶ πόθεν τοῦτο ἐνόμισαν; μὴ γὰρ οὐχὶ τρανὴ καὶ εὔσημος ἦν ἡ φωνή; Ἀλλὰ ταχέως αὐτῶν ἀπέπτη, ἅτε παχυτέρων ὄντων καὶ σαρκικῶν καὶ ῥᾳθύμων. Καὶ οἱ μὲν τὸν ἦχον κατεῖχον· οἱ δὲ, ὅτι μὲν ἔναρθρος ἦν ἡ φωνὴ, ᾔδεσαν· τί δὲ ἐσήμαινεν, οὐκ ἔτι. Τί οὖν ὁ Χριστός; Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς. Διὰ τί τοῦτο εἶπεν; Πρὸς ἐκεῖνο ἐνιστάμενος ὃ ἔλεγον ἀεὶ, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ. Ὁ γὰρ ὑπὸ τοῦ Θεοῦ δοξαζόμενος, πῶς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὗ τὸ ὄνομα δι' αὐτὸν δοξάζεται; Διὰ γὰρ τοῦτο καὶ ἡ φωνὴ ἠνέχθη. Διὸ καὶ αὐτός φησιν, Οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι' ὑμᾶς· οὐχ ἵνα ἐγὼ μάθω τι ἀγνοῶν παρ' αὐτῆς (πάντα γὰρ οἶδα τὰ τοῦ Πατρὸς), ἀλλὰ δι' ὑμᾶς. Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι ἄγγελος ἐλάλησεν αὐτῷ, ἢ βροντὴ γέγονε, καὶ οὐ προσεῖχον, φησὶν, ὅτι Δι' ὑμᾶς ἐγένετο, ἵνα κἂν οὕτως ἐνάγησθε πρὸς τὸ ἐρωτῆσαι τί τὸ λεχθέν. Οἱ δὲ ἐπτοημένοι, οὐδὲ οὕτως ἐπύθοντο, ἀκούσαντες ὅτι αὐτοῖς ἀνήκει τὸ πρᾶγμα. Τῷ γὰρ οὐκ εἰδότι πρὸς ὃ ἐλέγετο, εἰκότως οὐκ ἐδόκει εὔσημος εἶναι ἡ φωνή. Δι' ὑμᾶς ἡ φωνὴ γέγονεν. Ὁρᾷς ὅτι τὰ ταπεινὰ δι' αὐτοὺς γίνεται, οὐχ ὡς τοῦ Υἱοῦ δεομένου βοηθείας; Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν δὲ ὁ ἄρχων τοῦ κόσμου τούτου κάτω βληθήσεται. Τοῦτο ποίαν ἀκολουθίαν ἔχει πρὸς τὸ, Ἐδόξασα, καὶ δοξάσω; Πολλὴν καὶ σφόδρα συνᾴδουσαν. Ἐπειδὴ γὰρ εἶπε, Δοξάσω, δείκνυσι καὶ τὸν τρόπον τῆς δόξης. Τίς δὲ ὁ τρόπος ἐστίν; Ἐκεῖνος Βληθήσεται κάτω, φησί. Τί δέ ἐστι, Κρίσις ἐστὶ τοῦ κόσμου τούτου; Ὡσανεὶ ἔλεγε, Δικαστήριον ἔσται καὶ ἐκδίκησις. Πῶς καὶ τίνι τρόπῳ; Ἀνεῖλε τὸν πρῶτον ἄνθρωπον, ὑπεύθυνον λαβὼν τῇ ἁμαρτίᾳ (Διὰ γὰρ τῆς ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος)· ἐν ἐμοὶ τοῦτο οὐχ εὗρε. Τίνος οὖν ἕνεκεν ἐνεπήδησε, καὶ θανάτῳ παρέδωκε; τίνος ἕνεκεν εἰς τὴν Ἰούδα ψυχὴν ἐνέβαλεν ὥστε με ἀνελεῖν; Μὴ γάρ μοι εἴπῃς νῦν, ὅτι ὁ Θεὸς ᾠκονόμησε· τοῦτο γὰρ οὐ τοῦ διαβόλου, ἀλλὰ τῆς αὐτοῦ σοφίας· τέως ἐκείνου ἡ γνώμη ἐξεταζέσθω τοῦ Πονηροῦ. Πῶς οὖν κρίνεται ὁ κόσμος ἐν ἐμοί; Ὡσανεὶ δικαστηρίου καθεζομένου, λεχθήσεται πρὸς αὐτὸν, Ἔστω, πάντας ἀνεῖλες, διὰ τὸ ἁμαρτίας ὑπευθύνους εὑρεῖν· τὸν Χριστὸν διατί ἀνεῖλες; οὐκ εὔδηλον ὅτι ἀδίκως; Οὐκοῦν δι' αὐτοῦ ἐκδικηθήσεται ὁ κόσμος ἅπας. Ἵνα δὲ καὶ σαφέστερον ᾖ, καὶ ἐπὶ παραδείγματος αὐτὸ ποιήσω φανερόν· Ἔστω τις βίαιος τύραννος, πάντας τοὺς ἐμπίπτοντας μυρίοις περιβάλλων κακοῖς. Οὗτος ἐὰν συμβαλὼν βασιλεῖ, ἢ υἱῷ βασιλέως, ἀνέλῃ αὐτὸν ἀδίκως, ὁ ἐκείνου θάνατος καὶ τοὺς ἄλλους ἐκδικῆσαι δυνήσεται. Ἔστω τις ὀφειλέτας ἀπαιτῶν, καὶ τυπτέτω, καὶ εἰς δεσμωτήριον ἐμβαλλέτω· εἶτα ἐκ τῆς αὐτῆς ἀπονοίας καὶ τὸν οὐδὲν ὀφείλοντα ὑπὸ τὴν αὐτὴν εἱρκτὴν ἀγέτω. Οὗτος καὶ ὧν εἰς τοὺς ἄλλους ἐποίησε, δώσει δίκην· ἀναιρήσει γὰρ αὐτὸν ἐκεῖνος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg153.local001/.
