# In Joannem (homiliae 1-88) 2.1-68

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88), Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-joannem-homiliae-1-88/2.1-68

Ὅρα πῶς οὐ τῷ νίψαι μόνον, ἀλλὰ καὶ ἑτέρως τὸ ταπεινὸν ἐνδείκνυται. Οὐ γὰρ πρὶν ἢ κατακλιθῆναι, ἀλλὰ μετὰ τὸ ἀναπεσεῖν πάντας, τότε ἀνέστη. Ἔπειτα οὐδὲ ἁπλῶς νίπτει, ἀλλὰ τὰ ἱμάτια ἀποτιθέμενος. Καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ καὶ λέντιον διεζώσατο. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ αὐτὸς ἐγέμισε, καὶ οὐχ ἑτέρῳ πληρῶσαι ἐκέλευσεν, ἀλλὰ πάντα αὐτὸς ἐργάζεται ταῦτα, διὰ πάντων δεικνὺς ὅτι οὐκ ἀφοσιουμένους δεῖ ποιεῖν τὰ τοιαῦτα, ὅταν εὖ ποιῶμεν, ἀλλὰ μετὰ πάσης προθυμίας. Ἐμοὶ δὲ δοκεῖ τοῦ προδότου πρώτου νίψαι τοὺς πόδας, ἐκ τοῦ εἰπεῖν, Ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐπαγαγεῖν, Ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Σύ μου νίπτεις τοὺς πόδας; Ταῖς χερσὶ ταύταις, φησὶν, αἷς ὀφθαλμοὺς ἀνέῳξας, καὶ λεπροὺς ἐκάθηρας, καὶ νεκροὺς ἀνέστησας; Πολλὴν γὰρ ἔμφασιν καὶ τοῦτο ἔχει· διόπερ οὐδὲ ἐδέησεν αὐτῷ τι πλέον εἰπεῖν, ἢ τὸ Σύ. Καὶ γὰρ καθ' ἑαυτὸ ἱκανὸν ἦν τὸ πᾶν ἐνδείξασθαι. Ζητήσειε δ' ἄν τις εἰκότως, πῶς οὐδεὶς αὐτὸν τῶν ἄλλων ἐκώλυσεν, ἀλλὰ Πέτρος μόνος, ὅπερ οὐ μικροῦ φίλτρου καὶ αἰδοῦς ἦν. Τίς οὖν ἐστιν ἡ αἰτία; Ἐμοὶ δοκεῖ πρότερον τὸν προδότην νίψαι, εἶτα πρὸς τὸν Πέτρον ἐλθεῖν, καὶ τοὺς ἄλλους ἀπ' ἐκείνου παιδευθῆναι λοιπόν. Ὅτι μὲν οὖν ἄλλον τινὰ πρὸ αὐτοῦ ἔνιψε, δῆλον ἐκ τοῦ εἰπεῖν. Ὅτε δὲ ἦλθε πρὸς Πέτρον. Ἀλλ' οὐκ ἔστι σφοδρὸς κατήγορος ὁ εὐαγγελιστής· τὸ γὰρ, Ἤρξατο, τοῦτό ἐστιν αἰνιττομένου. Εἰ δὲ καὶ ὁ Πέτρος πρῶτος ἦν, ἀλλ' εἰκὸς τὸν προδότην ἰταμὸν ὄντα, καὶ πρὸ τοῦ κορυφαίου κατακλιθῆναι. Καὶ γὰρ καὶ ἑτέρωθεν τὸ ἰταμὸν αὐτοῦ δείκνυται, ὅταν βάπτῃ μετὰ τοῦ Διδασκάλου, καὶ ὅταν ἐλεγχόμενος μὴ κατανύσσηται. Ἀλλ' ὁ μὲν Πέτρος ἅπαξ ἐπιτιμηθεὶς ἐν τοῖς ἔμπροσθεν, καὶ ταῦτα ἀπὸ φιλοστοργίας τὰ ῥήματα εἰπὼν, οὕτω συνεστάλη, ὡς καὶ ἀγωνιῶν καὶ τρέμων ἑτέρου δεηθῆναι πρὸς τὴν ἐρώτησιν· οὗτος δὲ συνεχῶς ἐλεγχόμενος οὐκ ᾐσθάνετο. Ὅτε γοῦν ἦλθε πρὸς τὸν Πέτρον, Λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; Λέγει αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα· τουτέστι, τὸ κέρδος ὅσον τὸ ἐκ τούτου, τὴν ὠφέλειαν τῆς διδασκαλίας, καὶ πῶς ἱκανὸν εἰς πᾶσαν ἀγαγεῖν ταπεινοφροσύνην ἡμᾶς. Τί οὖν ὁ Πέτρος; Ἔτι κωλύει, καὶ λέγει· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Τί ποιεῖς, ὦ Πέτρε; οὐ μέμνησαι τῶν προτέρων ῥημάτων; οὐκ εἶπας, Ἵλεώς σοι, καὶ ἤκουσας, Ὕπαγε ὀπίσω μου, σατανᾶ· καὶ οὐδὲ οὕτω σωφρονίζῃ, ἀλλ' ἔτι σφοδρὸς εἶ; Ναὶ, φησί· πολὺ γὰρ τὸ γινόμενον καὶ ἐκπλήξεως γέμον. Ἐπεὶ οὖν ἀπὸ πολλῆς ἀγάπης τοῦτο ἔπραττεν ἐκεῖνος, ἀπὸ τῆς αὐτῆς αὐτὸν χειροῦται πάλιν καὶ ὁ Χριστὸς, ὥσπερ οὖν καὶ ἐκεῖ σφοδρῶς ἐπιτιμήσας καὶ εἰπὼν, Σκάνδαλόν μοι εἶ· οὕτω καὶ ἐνταῦθα λέγων, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. Τί οὖν ὁ θερμὸς καὶ διακαής; Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. Καὶ ἐν τῇ παραιτήσει σφοδρὸς, καὶ ἐν τῇ συγχωρήσει σφοδρότερος γίνεται· ἑκάτερα δὲ ἐξ ἀγάπης. Διατί γὰρ οὐκ εἶπε, τίνος ἕνεκεν ἐποίει τοῦτο· ἀλλ' ἀπειλὴν ἐνέθεικεν; Ὅτι ἐκεῖνος μὲν οὐκ ἂν ἐπείσθη. Εἰ γὰρ εἶπεν, Ἔασον, διὰ γὰρ τούτου πείθω ὑμᾶς ταπεινοφρονεῖν, ὑπέσχετο ἂν μυριάκις τοῦτο, ὑπὲρ τοῦ μὴ τὸν Δεσπότην τοῦτο ποιῆσαι. Νῦν δὲ τί φησιν; Ὃ μάλιστα ἐδεδοίκει καὶ ἔτρεμε, τὸ διασχισθῆναι αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ὁ συνεχῶς ἐρωτῶν, Ποῦ ὑπάγεις; Διόπερ καὶ ἔλεγεν, ὅτι Καὶ τὴν ψυχὴν, φησὶ, δώσω ὑπὲρ σοῦ. Εἰ γὰρ ἀκούσας, ὅτι Οὐκ οἶδας ὃ ποιῶ ἐγὼ, γνώσῃ δὲ μετὰ ταῦτα, οὐδὲ οὕτως ἀπέστη, πολλῷ μᾶλλον, εἰ ἔμαθε. Διὰ γὰρ τοῦτο εἶπε, Γνώσῃ δὲ μετὰ ταῦτα, εἰδὼς, ὅτι ἐὰν νῦν μάθῃ, ἀντικείσεται ἔτι. Καὶ οὐκ εἶπε, Δίδαξον οὖν με, ἵνα ἀφῶ· ἀλλ' ὃ πολλῷ σφοδρότερον ἦν, οὐδὲ μαθεῖν ἠνέσχετο, ἀλλ' ἐνίσταται πάλιν, λέγων· Οὐ μὴ νίψῃς μου τοὺς πόδας. Ἐπειδὴ δὲ ἠπείλησεν, εὐθέως ἐχάλασε τὸν τόνον. Τί δέ ἐστι, Γνώσῃ μετὰ ταῦτα; Μετὰ ταῦτα, πότε; Ὅταν τῷ ἐμῷ ὀνόματι δαιμόνια ἐκβάλῃς, φησίν· ὅταν ἴδῃς εἰς τοὺς οὐρανοὺς ἀναλαμβανόμενον· ὅταν παρὰ τοῦ Πνεύματος μάθῃς, ὅτι ἐκ δεξιῶν κάθημαι, τότε εἴσῃ τὸ νῦν γινόμενον. Τί οὖν ὁ Χριστός; Ἐπειδὴ εἶπεν ὁ Πέτρος, Μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλὴν, Ὁ λελουμένος, φησὶν, οὐ χρείαν ἔχει εἰ μὴ τοὺς πόδας νίψασθαι μόνον, ἀλλ' ἔστι καθαρὸς ὅλος. Καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ' οὐχὶ πάντες. ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν. Καὶ εἰ καθαροί εἰσι, τίνος ἕνεκεν νίπτεις τοὺς πόδας; Ὥστε ἡμᾶς μετριάζειν μαθεῖν. Διὰ τοῦτο οὐκ ἐφ' ἕτερον μέρος ἦλθεν, ἀλλ' ὃ τῶν ἄλλων ἀτιμότερον εἶναι δοκεῖ. Τί δέ ἐστιν, Ὁ λελουμένος; Ἀντὶ τοῦ, Ὁ καθαρός. Ἆρ' οὖν αὐτοὶ καθαροὶ ἦσαν; οἵ γε οὐδέπω τῶν ἁμαρτημάτων ἦσαν ἀπηλλαγμένοι, οὐδὲ Πνεύματος ἠξιωμένοι, ἅτε τῆς ἁμαρτίας ἔτι κρατούσης, τῆς κατάρας τοῦ χειρογράφου μένοντος, τοῦ ἱερείου οὐδέπω προσενεχθέντος; πῶς οὖν αὐτοὺς καθαροὺς εἶναι λέγει; Ἀλλ' ἵνα μὴ διὰ ταῦτα νομίσῃς αὐτοὺς καθαροὺς ὡς ἁμαρτημάτων ἀπηλλαγμένους, ἐπήγαγεν· Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν ἐλάλησα ὑμῖν· τουτέστι, Ταύτῃ τέως ἐστὲ καθαροί. Ἤδη τὸ φῶς ἐδέξασθε, ἤδη τῆς πλάνης ἀπηλλάγητε τῆς Ἰουδαϊκῆς. Καὶ γὰρ ὁ προφήτης φησί· Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. Ὥστε ὁ τοιοῦτος λέλουται καὶ καθαρός ἐστι. Ἐπεὶ οὖν πᾶσαν πονηρίαν ἔῤῥιψαν ἀπὸ τῆς ψυχῆς ἐκεῖνοι, καὶ μετὰ εἰλικρινοῦς διανοίας συνῆσαν αὐτῷ, διὰ τοῦτό φησι κατὰ τὸν προφητικὸν λόγον, Ὁ λελουμένος ἤδη καθαρός ἐστι. Καὶ γὰρ ἐκεῖ λουτρὸν οὐ τὸ δι' ὕδατος λέγει τὸ Ἰουδαϊκὸν, ἀλλὰ τὸν τῆς συνειδήσεως καθαρμόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg153.local001/.
