# In Joannem (homiliae 1-88) 2.1-71

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88), Λέγει Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ὅπου ὑπάγω ἐγὼ, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι· ὕστερον δὲ ἀκολουθήσεις μοι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-joannem-homiliae-1-88/2.1-71

Εἶτα ἵνα μὴ δόξῃ ὥσπερ ψυχαγωγῶν αὐτοὺς λέγειν, ἀλλὰ πιστεύσωσιν ὅτι οὕτως ἐστὶν, ἐπάγει· Καὶ ὅπου ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. Ὁρᾷς πῶς δίδωσιν αὐτοῖς ἀπόδειξιν τοῦ μὴ ἁπλῶς ταῦτα εἰρῆσθαι; Τοῦτο δὲ λέγει, ἐπεὶ συνεῖδεν αὐτῶν τὴν ψυχὴν τοῦτο λοιπὸν ζητοῦσαν μαθεῖν. Ὁ μὲν γὰρ Πέτρος οὐχ ὑπὲρ τοῦ μαθεῖν, ἀλλ' ὥστε ἀκολουθῆσαι, ἔλεγεν ὅπερ ἔλεγεν. Ἐπειδὴ δὲ ἐπετιμήθη ἐκεῖνος, καὶ ὃ τέως ἀδύνατον ἐδόκει εἶναι, δυνατὸν αὐτὸς ἀπεφήνατο, ἀδύνατον δὲ φανὲν, εἰς ἐπιθυμίαν αὐτὸν ἤγαγε τοῦ γνῶναι μετὰ ἀκριβείας αὐτό· διὰ τοῦτο τούτοις φησί· Καὶ τὴν ὁδὸν οἴδατε. Ὥσπερ γὰρ εἰπὼν, Ἀπαρνήσῃ με, μηδενὸς μηδὲν προφθεγξαμένου, καὶ τὰ ἐν τῇ καρδίᾳ ἐρευνῶν ἔλεγε, Μὴ ταράττεσθε· οὕτω καὶ ἐνταῦθα εἰπὼν, ὅτι Οἴδατε, τὴν ἐπιθυμίαν ἐδήλου τὴν ἐν τῇ διανοίᾳ αὐτῶν, καὶ αὐτὸς αὐτοῖς δίδωσι πρόφασιν τοῦ ἐρωτῆσαι. Τὸ δὲ, Ποῦ ὑπάγεις; Πέτρος μὲν ἀπὸ φιλοστοργίας πολλῆς, Θωμᾶς δὲ ἀπὸ δειλίας λέγει. Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις. Τὸν τόπον οὐκ ἴσμεν, φησί· καὶ τὴν ἐκεῖ φέρουσαν ὁδὸν πῶς εἰσόμεθα; Καὶ ὅρα μεθ' ὅσης ὑποστολῆς. Οὐ γὰρ εἶπεν, Εἰπὲ ἡμῖν τὸν τόπον· ἀλλ', Οὐκ οἴδαμεν ποῦ ὑπάγεις. Τοῦτο γὰρ πάλαι πάντες μαθεῖν ὤδινον. Εἰ γὰρ Ἰουδαῖοι διηπόρουν ἀκούοντες, καίτοι γε ἀπαλλαγῆναι αὐτοῦ βουλόμενοι, πολλῷ μᾶλλον οἱ μηδέποτε αὐτοῦ χωρισθῆναι βουλόμενοι μαθεῖν ἤθελον. Ἐδεδοίκεισαν μὲν οὖν αὐτὸν ἐρωτῆσαι, ἐρωτῶσι δὲ ὅμως, ἀπό τε τοῦ πολλοῦ πόθου καὶ τῆς ἀγωνίας. Τί οὖν ὁ Χριστός; Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Τί οὖν οὐκ εὐθέως ἐρωτηθεὶς παρὰ τοῦ Πέτρου, Ποῦ ὑπάγεις; εἶπεν, Ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι· ὑμεῖς δὲ οὐ δύνασθε ἐλθεῖν νῦν· ἀλλὰ τοσούτων ἐνέβαλεν λόγων περίοδον, ἐρωτήσεις καὶ ἀποκρίσεις συντιθείς, Ἰουδαίοις μὲν γὰρ εἰκότως τοῦτο οὐκ ἔλεγε· τούτοις δὲ διατί; Εἶπε μὲν καὶ τούτοις καὶ Ἰουδαίοις, ὅτι ἐκ τοῦ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει· καὶ νῦν δὲ αὐτὸ λέγει σαφέστερον ἢ πρότερον. Ἄλλως δὲ, καὶ Ἰουδαίοις μὲν σαφῶς οὕτως οὐκ εἶπεν. Εἰ γὰρ εἶπεν, ὅτι Οὐ δύνασθε πρὸς τὸν Πατέρα ἐλθεῖν, εἰ μὴ δι' ἐμοῦ, εὐθέως ἂν τῦφον τὸ πρᾶγμα ἐνόμισαν· νῦν δὲ ἀποκρύψας, εἰς ἀγωνίαν αὐτοὺς ἐνέβαλεν. Καὶ τοῖς μαθηταῖς δὲ τίνος ἕνεκεν οὕτως εἶπε, φησὶ, καὶ τῷ Πέτρῳ; ᾜδει αὐτοῦ πολλὴν προθυμίαν, καὶ ὅτι μᾶλλον ἐντεῦθεν ἐπικείσεται ἐνοχλῶν. Ὥστε οὖν αὐτὸν ἀπαγαγεῖν, κρύπτει. Κατορθώσας δὲ ὅπερ ἐβούλετο διὰ τῆς ἀσαφείας καὶ τοῦ κρύψαι τὸν λόγον, πάλιν αὐτὸ ἐκκαλύπτει. Εἰπὼν γὰρ, ὅτι Ὅπου εἰμὶ, οὐδεὶς δύναται ἐλθεῖν, ἐπήγαγεν· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσι· καὶ πάλιν, Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Τοῦτο οὖν οὐκ ἐβούλετο αὐτοῖς παρὰ τὴν ἀρχὴν εἰπεῖν, ὥστε μὴ εἰς πλείονα ἀθυμίαν ἐμβαλεῖν· ἐπειδὴ δὲ αὐτοὺς κατεπράϋνε, τότε λέγει. Ἀπὸ γὰρ τῆς ἐπιτιμήσεως τοῦ Πέτρου τὸ πολὺ τῆς ἀθυμίας ἐξέβαλεν, εἰς φόβον τε ἐμπεσόντες μήποτε τὰ αὐτὰ ἀκούσωσι, κατεστέλλοντο μᾶλλον. Ἐγώ εἰμι ἡ ὁδός. Τοῦτο ἀπόδειξις τοῦ, Οὐδεὶς ἔρχεται εἰ μὴ δι' ἐμοῦ· τὸ δὲ, Καὶ ἀλήθεια καὶ ἡ ζωὴ, τοῦ, ὅτι πάντως ταῦτα ἔσται. Οὐδὲν τοίνυν παρ' ἐμοῦ ψεῦδος, εἰ ἀλήθεια· εἰ δὲ καὶ ζωὴ, οὔτε αὐτὸς ὁ θάνατος ὑμᾶς κωλῦσαι δυνήσεται ἐλθεῖν. Ἄλλως δὲ, εἰ Ἐγώ εἰμι ἡ ὁδὸς, οὐ δεήσεσθε τοῦ χειραγωγοῦντος· εἰ δὲ καὶ ἡ ἀλήθεια, οὐ ψεῦδος τὰ λεγόμενα· εἰ δὲ καὶ ζωὴ, κἂν ἀποθάνητε, τεύξεσθε τῶν εἰρημένων. Τὸ μὲν οὖν τῆς ὁδοῦ καὶ συνῆκαν καὶ ὡμολόγησαν· τὰ δὲ λοιπὰ ἠγνόουν· οὐ μὴν ἐτόλμων εἰπεῖν ἅπερ ἠγνόουν. Ἀλλ' ὅμως πολλὴν ἀπὸ τῆς ὁδοῦ τὴν παραμυθίαν ἔλαβον. Εἰ τοίνυν ἐγὼ κύριός εἰμι, φησὶ, τοῦ πρὸς τὸν Πατέρα ἀγαγεῖν, πάντως ἥξετε ἐκεῖ. Οὐδὲ γὰρ ἔστιν ἑτέραν ἐλθεῖν ὁδόν. Εἰπὼν δὲ ἔμπροσθεν, Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν· καὶ πάλιν, Ἐὰν ἐγὼ ὑψωθῶ ἀπὸ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· καὶ νῦν πάλιν, Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ, δείκνυσιν ἴσον ἑαυτὸν τῷ γεγεννηκότι. Πῶς δὲ εἰπὼν, Ὅπου ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε, ἐπήγαγεν· Εἰ ἐμὲ ἐγνώκειτε, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἂν, καὶ ἀπάρτι γνώσεσθε αὐτὸν, καὶ ἑωράκατε αὐτόν; Οὐχὶ ἐναντιολογῶν· ᾔδεσαν μὲν γὰρ αὐτὸν, οὐχ οὕτω δὲ ὡς ἐχρῆν. Θεὸν μὲν γὰρ ᾔδεσαν, Πατέρα δὲ οὐδέπω ὕστερον γὰρ τὸ Πνεῦμα ἐπελθὸν, πᾶσαν ἐν αὐτοῖς κατεσκεύασε τὴν γνῶσιν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ᾔδειτε τὴν ἐμὴν οὐσίαν καὶ τὴν ἀξίαν, καὶ τὴν τοῦ Πατρὸς ᾔδειτε. Καὶ ἀπάρτι γνώσεσθε αὐτὸν, καὶ ἑωράκατε αὐτὸν (τὸ μὲν μέλλοντος, τὸ δὲ παρόντος)· τουτέστιν, δι' ἐμοῦ. Ὄψιν δὲ λέγει τὴν κατὰ διάνοιαν γνῶσιν. Τοὺς μὲν γὰρ ὁρωμένους δυνάμεθα καὶ ὁρᾷν καὶ ἀγνοεῖν· τοὺς δὲ γινωσκομένους οὐ δυνάμεθα γινώσκειν καὶ ἀγνοεῖν. Διὰ τοῦτό φησι· Καὶ ἑωράκατε αὐτόν· ὥσπερ φησὶν, Ὤφθη καὶ ἀγγέλοις. Καίτοι γε οὐκ αὐτὴ ἡ οὐσία ὤφθη· ἀλλ' ὅμως φησὶν ὦφθαι, δηλαδὴ ὡς ἐκείνοις ἰδεῖν δυνατόν. Οὕτω δὲ εἴρηται, ἵνα μάθῃς ὅτι ὁ αὐτὸν ἑωρακὼς, τὸν γεγεννηκότα οἶδεν. Ἐθεάσαντο δὲ αὐτὸν οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ σάρκα περιβεβλημένον. Οἶδε δὲ ἀλλαχοῦ καὶ τὴν ὄψιν γνῶσιν λέγειν· ὡς ὅταν λέγῃ, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καθαροὺς δὲ, οὐχὶ τοὺς πορνείας ἀπηλλαγμένους, ἀλλὰ τοὺς πάντων ἁμαρτημάτων φησί· πᾶσα γὰρ ἁμαρτία ῥύπον ἐντίθησι τῇ ψυχῇ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg153.local001/.
