# In Joannem (homiliae 1-88) 2.1-75

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88), Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-joannem-homiliae-1-88/2.1-75

Ὁρᾷς δι' ὅσων δείκνυσι τὴν ἀγάπην; τῷ τὰ ἀπόῤῥητα εἰπεῖν, τῷ πρώτως ἐπιδραμεῖν τῇ φιλίᾳ, τῷ μεγάλα αὐτοῖς χαρίσασθαι τὰ ἀγαθὰ, τῷ παθεῖν ὑπὲρ αὐτῶν ἅπερ ἔπασχε τότε. Ἀπὸ δὲ τούτου δείκνυσιν, ὅτι καὶ παραμένει διηνεκῶς αὐτοῖς μέλλουσι διδόναι καρπόν. Ἀνάγκη γὰρ τῆς παρ' αὐτοῦ βοηθείας ἀπολαύοντας, οὕτω καὶ καρποφορῆσαι. Ἵνα ὃ ἐὰν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν. Καίτοι τοῦ αἰτουμένου ἐστὶ τὸ ποιῆσαι· εἰ δὲ ὁ Πατὴρ αἰτεῖται, πῶς ὁ Υἱὸς ποιεῖ; Ἵνα μάθῃς, ὅτι οὐκ ἐλάττων ὁ Υἱός. Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, τουτέστιν, Οὐκ ὀνειδίζων ταῦτα λέγω, ὅτι τὴν ψυχήν μου τίθημι, ὅτι πρῶτος ὑμῖν ἐπέδραμον, ἀλλ' εἰς φιλίαν ὑμᾶς ἐνάγων. Εἶτα ἐπειδὴ τὸ διώκεσθαι παρὰ τῶν πολλῶν καὶ ὀνειδίζεσθαι χαλεπὸν ἦν καὶ ἀνήκεστον, καὶ ἱκανὸν καὶ τὴν ὑψηλὴν ταπεινῶσαι ψυχὴν, διὰ τοῦτο μυρία προειπὼν, τότε εἰς τοῦτο καθῆκεν ὁ Χριστός. Προλεάνας γὰρ αὐτῶν τὴν ψυχὴν, οὕτως ἐπὶ ταῦτα ἔρχεται, καὶ αὐτὰ ἐκ περιουσίας δεικνὺς ὑπὲρ αὐτῶν ὄντα, ὥσπερ καὶ τὰ ἄλλα ἀπέδειξε. Καθάπερ γὰρ εἶπεν, ὅτι οὐ μᾶλλον οὐκ ἀλγεῖν, ἀλλὰ καὶ χαίρειν δεῖ, ὅτι ἀπέρχομαι πρὸς τὸν Πατέρα (οὐ γὰρ ἐγκαταλιμπάνων αὐτοὺς, ἀλλὰ καὶ σφόδρα φιλῶν, τοῦτο ποιεῖ)· οὕτω καὶ ἐνταῦθα δείκνυσιν, ὅτι χαίρειν, οὐκ ἀλγεῖν δεῖ. Καὶ ὅρα πῶς αὐτὸ κατασκευάζει. Οὐ γὰρ εἶπεν, Οἶδα λυπηρὸν ὂν τὸ πρᾶγμα, ἀλλὰ δι' ἐμὲ φέρετε, ἐπειδὴ καὶ δι' ἐμὲ πάσχετε. Οὐδέπω γὰρ αὕτη ἡ πρόφασις, ἱκανὴ ἦν παραμυθήσασθαι. Διόπερ αὐτὴν ἀφεὶς, ἑτέραν προτίθησι. Ποίαν δὴ ταύτην; Ὅτι τῆς προτέρας ἀρετῆς τοῦτο τεκμήριον. Καὶ τοὐναντίον ἀλγεῖν ἐχρῆν, οὐχ ὅτι μισεῖσθε νῦν, ἀλλ' εἰ ἐμέλλετε φιλεῖσθαι. Τοῦτο γὰρ αἰνίττεται ἐκ τοῦ λέγειν· Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Ὥστε εἰ ἐφιλεῖσθε, εὔδηλον ὅτι πονηρίας ἐξεφέρετε δεῖγμα. Εἶτα, ἐπειδὴ τοῦτο προειπὼν οὐκ ἐξειργάσατο αὐτὸ, ἐπεξέρχεται πάλιν τῷ λόγῳ· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Ἔδειξε ζηλωτὰς αὐτοὺς κατὰ τοῦτο μάλιστα γινομένους. Ἕως μὲν γὰρ ἦν ἐν σαρκὶ ὁ Χριστὸς, πρὸς ἐκεῖνον τὸν πόλεμον εἶχον· ἐπειδὴ δὲ μετέστη, πρὸς αὐτοὺς πάλιν ἦλθεν ἡ μάχη. Εἶτα ἐπειδὴ ὀλίγοι ὄντες ἐθορυβοῦντο δήμου τοσούτου μέλλοντες πόλεμον καταδέχεσθαι, ἀνίστησιν αὐτῶν τὴν ψυχὴν λέγων, ὅτι Τοῦτο μάλιστα χαρᾶς ἔργον ἐστὶ τὸ μισεῖσθαι παρ' αὐτῶν· οὕτω γάρ μοι κοινωνήσετε τῶν παθῶν. Οὐ τοίνυν ὑμᾶς θορυβεῖσθαι χρή· οὐ γὰρ ὑμεῖς ἐμοῦ κρείττους· ὥσπερ οὖν καὶ προλαβὼν εἶπον, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἶτα καὶ τρίτη παραμυθία, ὅτι καὶ ὁ Πατὴρ ὑβρίζεται μετ' αὐτῶν. Ταῦτα γὰρ ἅπαντα ποιήσουσι, φησὶ, διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με· τουτέστι, κἀκεῖνον ὑβρίζουσιν. Πρὸς τούτοις συγγνώμης αὐτοὺς ἀποστερῶν, καὶ τιθεὶς καὶ ἑτέραν παραμυθίαν, φησίν· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον, δεικνὺς ὅτι ἀδίκως καὶ τὰ εἰς αὐτὸν καὶ τὰ εἰς ἐκείνους ἐργάσονται. Τί οὖν ἐπὶ τοσαῦτα ἡμᾶς ἤγαγες κακά; οὐχὶ προῄδεις τοὺς πολέμους, καὶ τὸ μῖσος; Διὰ τοῦτο πάλιν φησίν· Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ, οὐ μικρὰν καὶ ἐντεῦθεν αὐτοῖς προαναφωνῶν κόλασιν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω προεφασίζοντο, ὅτι διὰ τὸν Πατέρα αὐτὸν ἐδίωκον, ἀναιρῶν αὐτῶν τὴν ἀπολογίαν ταῦτα εἴρηκεν. Οὐ γὰρ ἔχουσι πρόφασιν· τὴν ἀπὸ τῶν λόγων διδασκαλίαν παρεσχόμην, τὴν ἀπὸ τῶν ἔργων προσέθηκα κατὰ τὸν Μωϋσέως νόμον· ὃς τῷ τὰ τοιαῦτα ποιοῦντι καὶ λέγοντι πείθεσθαι ἅπαντας ἐκέλευσεν, ὅταν καὶ πρὸς εὐσέβειαν ἄγῃ, καὶ θαύματα παρέχῃ μέγιστα. Οὐχ ἁπλῶς δὲ εἶπε σημεῖα, ἀλλὰ ἃ μηδεὶς ἄλλος ἐποίησε. Καὶ τούτων αὐτοὶ μάρτυρες οὕτω λέγοντες· Οὐδέποτε οὕτως ἐφάνη ἄνθρωπος ἐν τῷ Ἰσραήλ· καὶ, Οὐκ ἠκούσθη ἐκ τοῦ αἰῶνος, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· καὶ τὸ κατὰ τὸν Λάζαρον τοιοῦτον, καὶ τὰ ἄλλα πάντα τοιαῦτα, καὶ ὁ τῆς θαυματουργίας τρόπος· καινὰ καὶ παράδοξα ἅπαντα. Τίνος οὖν ἕνεκεν, φησὶ, καὶ σὲ καὶ ἡμᾶς διώκουσιν; Ὅτι ἐκ τοῦ κόσμου οὐκ ἐστέ. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει. Προαναμιμνήσκει τῶν ῥημάτων αὐτοὺς, ὧν καὶ πρὸς τοὺς ἀδελφοὺς εἶπε τοὺς ἑαυτοῦ· ἀλλ' ἐκεῖ μὲν ἠθικώτερον, ἵνα μὴ πλήξῃ· ἐνταῦθα δὲ τοὐναντίον, τὸ πᾶν ἀπεκάλυψε. Καὶ πόθεν δῆλον ὅτι διὰ τοῦτο μισούμεθα; Ἀπὸ τῶν εἰς ἐμὲ γινομένων. Τίνος γὰρ, εἰπέ μοι, τῶν λεχθέντων ἢ τῶν πραχθέντων ἐπιλαβέσθαι ἔχοντες οὐκ ἐδέξαντό με; Εἶτα ἐπειδὴ τὸ πρᾶγμα ἔκπληκτον ἦν ἡμῖν, εἶπε καὶ τὴν αἰτίαν· τουτέστι, τὴν πονηρίαν τὴν αὐτῶν. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὸν Προφήτην ἐπάγεται, δεικνὺς αὐτὸν ἄνωθεν προαναφωνοῦντα καὶ λέγοντα, ὅτι Ἐμίσησάν με δωρεάν· ὃ καὶ Παῦλος ποιεῖ. Πολλῶν γὰρ θαυμαζόντων πῶς Ἰουδαῖοι οὐκ ἐπίστευσαν, προφήτας ἄγει προλέγοντας ἄνωθεν, καὶ τὴν αἰτίαν δηλοῦντας, ὅτι ἡ πονηρία αὐτῶν καὶ ἡ ἀπόνοια τῆς ἀπιστίας αἰτία. Τί οὖν; εἰ τὸν λόγον σου οὐκ ἐτήρησαν, διὰ τοῦτο οὐδὲ τὸν ἡμέτερον τηρήσουσιν· εἰ σὲ ἐδίωξαν, διὰ τοῦτο καὶ ἡμᾶς διώξουσιν· εἰ σημεῖα εἶδον, οἷα οὐδεὶς ἄλλος πεποίηκεν· εἰ ῥημάτων ἤκουσαν οἵων οὐδεὶς, καὶ οὐδὲν ἀπώναντο· εἰ τὸν Πατέρα σου μισοῦσι, καὶ σὲ μετ' ἐκείνου· τίνος, φησὶν, ἕνεκεν ἡμᾶς ἐνέβαλες; πῶς ἡμεῖς ἀξιόπιστοι λοιπὸν ἐσόμεθα; τίς δὲ προσέξει τῶν ὁμοφύλων ἡμῖν;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg153.local001/.
