# In Joannem (homiliae 1-88) 2.1-85

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88), Θωμᾶς δὲ εἷς τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· «Ἑωράκαμεν τὸν Κύριον.» Ὁ δὲ εἶπεν· «Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω,» καὶ τὰ ἑξῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-joannem-homiliae-1-88/2.1-85

Ὅθεν δῆλον ὅτι οὐ φιλοτιμίας ἕνεκεν, ἅπερ ἔγραψαν, εἶπον, ἀλλὰ τοῦ χρησίμου μόνον. Οἱ γὰρ τὰ πλείονα ἀφέντες, πῶς ἂν ταῦτα διὰ φιλοτιμίαν ἔγραψαν; Τίνος οὖν ἕνεκεν οὐ πάντα ἐπῆλθον; Μάλιστα μὲν διὰ τὸ πλῆθος· ἔπειτα δὲ κἀκεῖνο ἐνενόουν, ὅτι ὁ μὴ πιστεύσας τοῖς εἰρημένοις, οὐδὲ τοῖς πλείοσι προσέξει· ὁ δὲ ταῦτα δεξάμενος, οὐδὲν δεήσεται ἑτέρου εἰς τὸν τῆς πίστεως λόγον. Ἐμοὶ δὲ ἐνταῦθα τέως δοκεῖ τὰ μετὰ τὴν ἀνάστασιν λέγειν σημεῖα· διό φησιν· Ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. Ὥσπερ γὰρ πρὸ τῆς ἀναστάσεως ἔδει γενέσθαι πολλὰ, ἵνα πιστεύσωσιν ὅτι Υἱός ἐστι Θεοῦ· οὕτω καὶ μετὰ τὴν ἀνάστασιν, ἵνα καταδέξωνται ὅτι ἀνέστη. Διὰ τοῦτο καὶ προσέθηκεν, Ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἐπειδὴ μόνος αὐτοῖς συνεγένετο μετὰ τὴν ἀνάστασιν. Διὸ καὶ ἔλεγεν· Ὁ κόσμος οὐκέτι με θεωρεῖ. Εἶτα ἵνα μάθῃς ὅτι τῶν μαθητῶν ἕνεκεν μόνον ἐγίνετο τὰ γινόμενα, ἐπήγαγεν· Ἵνα καὶ πιστεύσαντες ζωὴν αἰώνιον ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ, κοινῇ πρὸς τὴν φύσιν διαλεγόμενος, καὶ δηλῶν, ὅτι οὐκ ἐκείνῳ τῷ πιστευομένῳ, ἀλλ' ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενος. Ἐν τῷ ὀνόματι αὐτοῦ· τουτέστι δι' αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ἡ ζωή. Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος. Ὁρᾷς ὅτι οὐ συνεχῶς αὐτοῖς ἐπιχωριάζει, οὐδ' ὥσπερ ἔμπροσθεν; Ἐφάνη γοῦν τῇ ἑσπέρᾳ, καὶ ἀπέπτη· εἶτα μετὰ ὀκτὼ ἡμέρας πάλιν ἅπαξ, καὶ πάλιν ἀπέπτη· εἶτα μετὰ ταῦτα ἐπὶ τῆς θαλάσσης, καὶ πάλιν μετὰ πολλοῦ τοῦ φόβου. Τί δέ ἐστι τὸ, Ἐφανέρωσεν; Ἐκ τούτου δῆλον, ὅτι οὐχ ἑωρᾶτο, εἰ μὴ συγκατέβη, διὰ τὸ λοιπὸν ἄφθαρτον εἶναι τὸ σῶμα καὶ ἀκήρατον. Τίνος δὲ ἕνεκεν ἐμνήσθη τοῦ τόπου; Δεικνὺς ὅτι τὸ πλέον ἀφεῖλε τοῦ δέους, ὡς λοιπὸν αὐτοὺς καὶ προκύπτειν τῆς οἰκίας, καὶ πανταχοῦ περιιέναι. Οὐκέτι γὰρ ἐπὶ τῆς οἰκίας συγκεκλεισμένοι ἦσαν, ἀλλ' ἐπὶ τὴν Γαλιλαίαν ᾔεσαν, τὸν κίνδυνον ἐκκλίνοντες τῶν Ἰουδαίων. Ἔρχεται τοίνυν ὁ Σίμων ἁλιεῦσαι. Ἐπειδὴ γὰρ οὔτε αὐτὸς αὐτοῖς συνεχῶς συνῆν, οὔτε τὸ Πνεῦμα δοθὲν ἦν, οὔτ' ἔτι ἐγκεχειρισμένοι τότε ἐτύγχανον, οὐδὲν ἔχοντες πράττειν, τὴν τέχνην μετῄεσαν. Καὶ ἦσαν Σίμων ὁμοῦ καὶ Θωμᾶς καὶ Ναθαναὴλ ὁ ὑπὸ τοῦ Φιλίππου κληθεὶς, καὶ οἱ υἱοὶ Ζεβεδαίου, καὶ ἄλλοι δύο. Οὐδὲν οὖν ἔχοντες πράττειν ἐπὶ τὴν ἁλείαν ᾔεσαν, καὶ ἐν νυκτὶ τοῦτο αὐτὸ ἐποίουν, διὰ τὸ περιδεεῖς εἶναι. Τοῦτο καὶ ὁ Λουκᾶς φησιν· ἀλλ' οὐκ ἔστι τοῦτο ἐκεῖνο, ἀλλ' ἕτερον. Οἱ δὲ ἄλλοι μαθηταὶ εἵποντο διὰ τὸ συνδεδέσθαι λοιπὸν ἀλλήλοις, καὶ ἅμα βουλόμενοι θεάσασθαι τὴν ἁλείαν καὶ τὴν σχολὴν εὖ θέσθαι. Κάμνουσι τοίνυν, καὶ ταλαιπωρουμένοις ἐφίσταται ὁ Ἰησοῦς, καὶ οὐκ εὐθέως ἑαυτὸν δείκνυσιν, ὥστε καὶ εἰς διάλεξιν ἐλθεῖν. Λέγει οὖν αὐτοῖς· Μή τι προσφάγιον ἔχετε; Τέως ἀνθρωπινώτερον διαλέγεται, ὡς μέλλων τι ὠνεῖσθαι παρ' αὐτῶν. Ὡς δὲ ἀνένευσαν μηδὲν ἔχειν, ἐκέλευσε βαλεῖν εἰς τὰ δεξιά· καὶ βαλόντες ἐπέτυχον τῆς ἄγρας. Ὡς δὲ ἐπέγνωσαν αὐτὸν, πάλιν τὰ ἰδιώματα τῶν οἰκείων ἐπιδείκνυνται τρόπων οἱ μαθηταὶ, Πέτρος καὶ Ἰωάννης. Ὁ μὲν γὰρ θερμότερος, ὁ δὲ ὑψηλότερος ἦν· καὶ ὁ μὲν ὀξύτερος ἦν, ὁ δὲ διορατικώτερος. Διὰ τοῦτο ὁ μὲν Ἰωάννης πρῶτος ἐπέγνω τὸν Ἰησοῦν, ὁ δὲ Πέτρος πρῶτος ἦλθε πρὸς αὐτόν· καὶ γὰρ οὐ τὰ τυχόντα γενόμενα ἦν σημεῖα. Τίνα δὲ ἦν τὰ γινόμενα; Πρῶτον μὲν, τὸ πολλοὺς συλληφθῆναι τοὺς ἰχθύας· ἔπειτα, τὸ μὴ σχισθῆναι τὸ δίκτυον· εἶτα, τὸ, πρὶν ἐπιβῆναι, εὑρεθῆναι τοὺς ἄνθρακας, καὶ τὸν ἰχθὺν ἐπικείμενον καὶ ἄρτον. Οὐκέτι γὰρ ἐξ ὕλης ὑποκειμένης ἐποίει, ὥσπερ διά τινα οἰκονομίαν ἐποίει πρὸ τοῦ σταυροῦ. Ὡς οὖν ἐπέγνω αὐτὸν, πάντα ἔῤῥιψε, καὶ τοὺς ἰχθῦς καὶ τὰ δίκτυα, καὶ διεζώσατο ὁ Πέτρος. Ὁρᾷς καὶ τὴν αἰδῶ καὶ τὸν πόθον; Καίτοι ἀπὸ διακοσίων πηχῶν ἦσαν· ἀλλ' οὐδὲ οὕτως ἐκαρτέρησε τῷ πλοίῳ πρὸς αὐτὸν ἐλθεῖν, ἀλλὰ νηχόμενος παρεγένετο. Τί οὖν ὁ Ἰησοῦς; Δεῦτε, φησὶν, ἀριστήσατε. Καὶ οὐδεὶς ἐτόλμα ἐρωτῆσαι αὐτόν. Οὐκέτι γὰρ τὴν αὐτὴν παῤῥησίαν εἶχον, οὐδὲ ὁμοίως ἐθάῤῥουν, οὐδὲ ἤρχοντο πρὸς αὐτὸν διὰ λόγου λοιπὸν, ἀλλὰ μετὰ σιγῆς καὶ δέους πολλοῦ καὶ αἰδοῦς ἐκαθέζοντο προσέχοντες πρὸς αὐτόν. ᾜδεισαν μὲν γὰρ ὅτι ὁ Κύριός ἐστι. Καὶ διὰ τοῦτο οὐκ ἠρώτων, Τίς εἶ; τὴν δὲ μορφὴν ἀλλοιοτέραν ὁρῶντες, καὶ πολλῆς ἐκπλήξεως γέμουσαν, σφόδρα ἦσαν καταπεπληγμένοι, καὶ ἐβούλοντό τι περὶ αὐτῆς ἐρωτᾷν· ἀλλὰ τὸ δέος, καὶ τὸ εἰδέναι αὐτοὺς, ὅτι οὐχ ἕτερός τις ἦν, ἀλλ' αὐτὸς, ἐπεῖχον τὴν ἐρώτησιν, καὶ μόνον ἤσθιον, ἅπερ αὐτοῖς ἐδημιούργησε μετὰ πλείονος ἐξουσίας. Ἐνταῦθα δὲ οὐκέτι ἀναβλέπει εἰς τὸν οὐρανὸν, οὐδὲ τὰ ἀνθρώπινα ἐκεῖνα ποιεῖ, δεικνὺς ὅτι κἀκεῖνα συγκαταβάσεως ἕνεκεν ἐγένετο. Ὅτι δὲ οὐδὲ συνεχῶς ἐπεχωρίαζεν, οὐδὲ ὁμοίως, λέγει, ὅτι Τρίτον τοῦτο ἐφάνη αὐτοῖς, ὅτε ἠγέρθη ἐκ νεκρῶν. Καὶ κελεύει ἐκ τῶν ὀψαρίων ἐνεγκεῖν, δεικνὺς ὅτι τὸ ὁρώμενον οὐκ ἦν φάντασμα. Ἀλλ' ἐνταῦθα μὲν οὐ λέγει, ὅτι ἔφαγε μετ' αὐτῶν· ὁ δὲ Λουκᾶς ἀλλαχοῦ αὐτόν φησιν, ὅτι Συναλιζόμενος αὐτοῖς ἦν. Τὸ δὲ πῶς, οὐκ ἡ μέτερον εἰπεῖν· τρόπῳ γάρ τινι παραδοξοτέρῳ ταῦτα ἐγίνετο, οὐχ ὡς τῆς φύσεως δεομένης βρωμάτων λοιπὸν, ἀλλὰ συγκαταβάσεως πρὸς ἀπόδειξιν τῆς ἀναστάσεως γινομένης.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg153.local001/.
