Ancient Greek
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3-3
Not analysed yet
Εἶτα ἵνα μὴ ἀκούων, ὅτι Ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρὸς, ἀλλότριον αὐτοῦ τὸ κατόρθωμα εἶναι νομίσῃς, προλαβὼν ἔλεγεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· διὰ τούτων δεικνὺς αὐτοῦ ὄντα τὰ πρόβατα, καὶ ὅτι αὐτοῦ τὸ κατόρθωμα ἦν πᾶν τὸ γεγενημένον, καὶ οὐ δεόμενον αὐτὸν ἐντολῆς. Εἰ γὰρ ἐντολῆς ἐδεῖτο, πῶς ἔλεγεν· Ἀπ' ἐμαυτοῦ τίθημι; Ὁ γὰρ ἀφ' ἑαυτοῦ τιθεὶς οὐ δέεται ἐντολῆς. Καὶ τὴν αἰτίαν δὲ τίθησι, δι' ἣν τοῦτο ποιεῖ. Ποία δὲ αὕτη ἐστί; Τὸ ποιμένα αὐτὸν εἶναι, καὶ καλὸν ποιμένα. Ὁ δὲ καλὸς ποιμὴν οὐ δεῖται ἑτέρου τοῦ πρὸς τοῦτο αὐτὸν διαναστήσοντος. Εἰ δὲ ἐπ' ἀνθρώπων τοῦτο, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἑαυτὸν ἐκένωσεν. Οὐδὲν οὖν ἄλλο ἡ ἐντολὴ ἐνταῦθα βούλεται κειμένη, ἀλλ' ἢ τὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δεῖξαι. Εἰ δὲ οὕτω ταπεινῶς εἴρηται καὶ ἀνθρωπίνως, τῆς τῶν ἀκουόντων ἐστὶν ἀσθενείας ἡ αἰτία. Σχίσμα οὖν ἐγένετο ἐν τοῖς Ἰουδαίοις. Καὶ οἱ μὲν ἔλεγον, ὅτι δαιμόνιον ἔχει καὶ μαίνεται. Τί αὐτοῦ ἀκούετε; Οἱ δὲ, ὅτι Τὰ ῥήματα ταῦτα οὐκ ἔστι δαιμονιζομένου. Μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι; Ἐπειδὴ γὰρ μείζονα ἢ κατὰ ἄνθρωπον τὰ λεγόμενα, καὶ οὐ τῆς κοινῆς συνηθείας, δαιμονῶντα αὐτὸν ἔλεγον, τέταρτον ἤδη τούτῳ αὐτὸν προσειπόντες (καὶ γὰρ ἔμπροσθεν ἔλεγον· Δαιμόνιον ἔχεις, τίς σε ζητεῖ ἀποκτεῖναι; καὶ πάλιν· Οὐ καλῶς ἐλέγομεν, ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις; καὶ ἐνταῦθα· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;) · μᾶλλον δὲ οὐ τέταρτον, ἀλλὰ καὶ πολλάκις αὐτὸν ἀκηκοέναι. Τὸ γὰρ λέγειν, Οὐ καλῶς ἐλέγομεν ὅτι δαιμόνιον ἔχεις; οὐ τοῦ δεύτερον καὶ τρίτον, ἀλλὰ τοῦ πολλάκις εἰρηκέναι τοῦτο, σημεῖόν ἐστι. Οἱ δὲ ἔλεγον, φησίν· Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου. Μὴ δαιμόνιον δύναται ὀφθαλμοὺς τυφλῶν ἀνοῖξαι; Ἐπειδὴ γὰρ ἀπὸ ῥημάτων οὐκ ἠδύναντο ἐπιστομίζειν, τὴν ἀπόδειξιν λοιπὸν ἀπὸ τῶν ἔργων ἐποιοῦντο. Μάλιστα μὲν γὰρ οὐδὲ τὰ ῥήματα δαιμονῶντός ἐστιν· εἰ δὲ οὐ πείθεσθε ἀπὸ τῶν ῥημάτων, ἀπὸ τῶν ἔργων δυσωπήθητε. Εἰ δὲ μὴ δαιμονῶντός ἐστι, μείζονα δὲ ἢ κατὰ ἄνθρωπον, εὔδηλον ὅτι θείας τινὸς ταῦτά ἐστι δυνάμεως. Εἶδες συλλογισμόν; Ὅτι γὰρ μείζονα ἢ κατὰ ἄνθρωπον ἦν, δῆλον ἐκ τοῦ λέγειν, ὅτι Δαιμόνιον ἔχει· ὅτι δὲ δαιμόνιον οὐκ εἶχεν, ἐδήλωσεν ἀφ' ὧν ἐποίησε. Τί οὖν ὁ Χριστός; Οὐδὲν πρὸς ταῦτα ἀποκρίνεται. Πρότερον μὲν γὰρ ἀπεκρίνατο, Ἐγὼ δαιμόνιον οὐκ ἔχω· νυνὶ δὲ οὐ τοῦτο. Ἐπειδὴ γὰρ τὴν διὰ τῶν πραγμάτων παρέσχεν ἀπόδειξιν, ἐσίγα λοιπόν. Οὐδὲ γὰρ ἀποκρίσεως ἦσαν ἄξιοι οἱ δαιμονῶντα αὐτὸν καλοῦντες ὑπὲρ τούτων, ὑπὲρ ὧν θαυμάζειν, καὶ Θεὸν ἡγεῖσθαι αὐτὸν ἐχρῆν. Τί δὲ καὶ ἔδει τῶν παρ' αὐτοῦ λοιπὸν ἐλέγχων, αὐτῶν κατ' ἀλλήλων ἱσταμένων καὶ διελεγχόντων ἀλλήλους; Διὰ τοῦτο ἐσίγα καὶ πράως πάντα ἔφερεν. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἡμᾶς παιδεύων ἐπιείκειαν καὶ μακροθυμίαν πᾶσαν.