# In Joannem (homiliae 1-88) 3-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88), Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-joannem-homiliae-1-88/3-5

Οὕτω καὶ ἐπὶ Υἱοῦ γέγονεν. Ὧν γὰρ εἰς ὑμᾶς ἐποίησεν ὁ διάβολος, δι' ὧν εἰς τὸν Χριστὸν ἐτόλμησεν, ἀπαιτηθήσεται δίκην. Καὶ ὅτι τοῦτο αἰνίττεται, ἄκουσον τί φησι· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου βληθήσεται κάτω, διὰ τοῦ θανάτου τοῦ ἐμοῦ. Καὶ ἐγὼ δὲ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· τουτέστι, καὶ τοὺς ἐξ ἐθνῶν. Καὶ ἵνα μή τις εἴπῃ, Πῶς βληθήσεται κάτω, εἰ καὶ σοῦ περιγίνεται; λέγει, Οὐ περιγίνεται· πῶς γὰρ τοῦ καὶ τοὺς ἄλλους ἕλκοντος; Καὶ οὐ λέγει τὴν ἀνάστασιν, ἀλλ' ὃ τῆς ἀναστάσεως πλέον ἐστὶ, Πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι Ἀναστήσομαι, οὔπω δῆλον ὅτι καὶ πιστεύσουσι· τῷ δὲ εἰπεῖν, ὅτι Πιστεύσουσιν, ἀμφότερα συναποδέδεικται, ὅτι καὶ ἀναστήσεται. Εἰ γὰρ νεκρὸς ἔμεινε, καὶ ψιλὸς ἄνθρωπος ἦν, οὐδεὶς ἂν ἐπίστευσε. Πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Πῶς οὖν φησιν, ὅτι ὁ Πατὴρ ἕλκει; ὅτι Υἱοῦ ἕλκοντος, Πατὴρ ἕλκει. Ἑλκύσω δὲ, φησὶν, ἅτε ὑπὸ τυράννου κατεχομένους, καὶ ἀφ' ἑαυτῶν μόνον οὐ δυναμένους προσελθεῖν, καὶ τὰς ἐκείνου χεῖρας οὐ διαφυγεῖν, ἅτε ἀντεχομένου. Ἀλλαχοῦ δὲ τοῦτο ἁρπαγὴν καλεῖ. Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὰ σκεύη αὐτοῦ διαρπάσῃ. Ταῦτα δὲ τὸ βίαιον αὐτοῦ παριστῶν ἔλεγεν. Ὅπερ οὖν ἐκεῖ ἁρπαγὴν, ἐνταῦθα ἕλξιν ἐκάλεσε. Ταῦτ' οὖν εἰδότες, διαναστῶμεν, δοξάσωμεν τὸν Θεὸν, μὴ διὰ πίστεως μόνον, ἀλλὰ καὶ διὰ βίου· ἐπεὶ οὐκ ἂν εἴη δόξα, ἀλλὰ βλασφημία. Οὐ γὰρ οὕτω βλασφημεῖται Θεὸς, Ἕλληνος ὄντος μιαροῦ, ὡς Χριστιανοῦ διεφθαρμένου. Διὸ δὴ δέομαι πάντα ποιεῖν, ὥστε δοξάζεσθαι τὸν Θεόν. Οὐαὶ γὰρ, φησὶ, τῷ δούλῳ ἐκείνῳ, δι' οὗ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται (ὅταν δὲ Οὐαὶ ᾖ, πᾶσα εὐθέως κόλασις καὶ τιμωρία ἕπεται)· μακάριος δὲ, δι' οὗ τὸ ὄνομα δοξάζεται. Μὴ τοίνυν ὡς ἐν τῷ σκότει ὦμεν· ἀλλὰ πάντα φεύγωμεν τὰ ἁμαρτήματα, μάλιστα δὲ τὰ εἰς κοινὴν διαβαίνοντα βλάβην, ἐπειδὴ μάλιστα ἐν τούτοις ὁ Θεὸς βλασφημεῖται Τίνα γὰρ ἕξομεν συγγνώμην, ὅταν ἑτέροις δοῦναι προσταττόμενοι, τὰ ἑτέρων ἁρπάζωμεν; τίς ἡμῖν ἔσται ἐλπὶς σωτηρίας; Εἰ μὴ πεινῶντα ἔθρεψας, κολάζῃ· εἰ δὲ καὶ ἀπέδυσας ἐνδεδυμένον, ποίας τεύξῃ συγγνώμης; Ταῦτα συνεχῶς λέγοντες οὐ παυσόμεθα. Ἴσως γὰρ οἱ τήμερον μὴ ἀκούσαντες, αὔριον ἀκούσονται· οἱ δὲ τὴν αὔριον μὴ προσέχοντες, τὴν μετ' ἐκείνην πεισθήσονται. Εἰ δέ τινες καὶ ἀπειθῶς εἶεν διακείμενοι, ἀλλ' ἡμῖν ἀνεύθυνον ἔσται τὸ δικαστήριον. Τὸ γὰρ ἡμῶν ἐπληρώσαμεν. Γένοιτο δὲ μήτε ἡμᾶς αἰσχυνθῆναι ἐπὶ τοῖς λεγομένοις, μήτε ὑμᾶς ἐγκαλύψασθαι, ἀλλὰ πάντας δυνηθῆναι μετὰ παῤῥησίας στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα καὶ αὐτοὶ δυνηθῶμεν καυχήσασθαι ἐφ' ἡμῖν, καὶ τῶν ἡμετέρων κακῶν παραμυθίαν τινὰ λαβεῖν, τὴν ὑμετέραν εὐδοκίμησιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg153.local001/.
