# In Joannem (homiliae 1-88) 3-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88), Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-joannem-homiliae-1-88/3-7

Γενώμεθα τοίνυν καὶ ἡμεῖς καθαροί· μάθωμεν καλὸν ποιεῖν. Τί δέ ἐστι τὸ καλόν; Κρίνετε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Πολὺς οὗτος ὁ λόγος ἐν ταῖς Γραφαῖς τῶν χηρῶν καὶ τῶν ὀρφανῶν· ἀλλ' ἡμῖν οὐδεὶς τούτου λόγος. Καίτοι γε ἐννόησον ἡλίκον τὸ ἔπαθλον. Ἐὰν ὦσι, φησὶν, αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ γὰρ ἀπροστάτευτον ἡ χήρα· διὰ τοῦτο πολλὴν ὑπὲρ αὐτῆς ποιεῖται σπουδήν. Καὶ γὰρ παρὸν δευτέροις ὁμιλῆσαι γάμοις, διὰ τὸν τοῦ Θεοῦ φόβον τὰ ἀπὸ τῆς χηρείας ὑπομένουσι δεινά. Ὀρέγωμεν τοίνυν αὐταῖς χεῖρα ἅπαντες καὶ ἄνδρες καὶ γυναῖκες, ἵνα μή ποτε ὑποστῶμεν τὰ τῆς χηρείας δεινά. Κἂν ὑποστῶμεν, πολλὴν ἀποθώμεθα φιλανθρωπίας ἡμῖν ἀφορμήν. Οὐ μικρὰ δύναμις τῶν δακρύων τῆς χήρας ἐστὶν, ἀλλὰ καὶ αὐτὸν τὸν οὐρανὸν διανοῖξαι δύναται. Μὴ τοίνυν αὐταῖς ἐπεμβαίνωμεν, μηδὲ χείρονα ποιῶμεν τὴν συμφορὰν, ἀλλὰ παντὶ τρόπῳ βοηθῶμεν. Ἂν οὕτω ποιῶμεν, πολλὴν ἑαυτοῖς περιβαλοῦμεν ἀσφάλειαν, καὶ κατὰ τὸν παρόντα καὶ κατὰ τὸν μέλλοντα αἰῶνα. Οὐ γὰρ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐκεῖ ἡμῶν προστήσονται, τὰ πλείονα τῶν ἁμαρτημάτων ἡμῶν διὰ τῆς εἰς αὐτὰς εὐεργεσίας ὑποτεμνόμεναι, καὶ μετὰ παῤῥησίας ποιοῦσαι παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg153.local001/.
