# In Joannem (homiliae 1-88) 3-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88), Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-joannem-homiliae-1-88/3-9

Ἵν' οὖν μὴ ταῦτα ἐννοοῦντες θορυβῶνται, ὅρα οἵαν ἐπάγει παράκλησιν. Ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ἐκεῖνος ἀξιόπιστος ἔσται· Πνεῦμα γὰρ ἀληθείας ἐστί. Διὰ τοῦτο οὐ Πνεῦμα ἅγιον, ἀλλ' ἀληθείας αὐτὸ ἐκάλεσε. Τὸ δὲ, Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, δηλοῖ ὅτι πάντα οἶδεν ἀκριβῶς, καθάπερ καὶ αὐτός φησι περὶ ἑαυτοῦ, ὅτι Οἶδα πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω· καὶ ἐκεῖ περὶ ἀληθείας διαλεγόμενος. Ὃν ἐγὼ πέμψω. Ἰδοὺ οὐκ ἔτι ὁ Πατὴρ μόνος, ἀλλὰ καὶ ὁ Υἱός ἐστιν ὁ πέμπων. Καὶ ὑμεῖς δὲ ἔχετε τὸ ἀξιόπιστον, οἱ σὺν ἐμοὶ γενόμενοι, οἱ μὴ παρ' ἑτέρων ἀκηκοότες. Καὶ οἱ ἀπόστολοι ἐντεῦθεν διισχυρίζονται, λέγοντες· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Ὅτι δὲ οὐ πρὸς χάριν εἴρηται, ἐπιμαρτυρεῖ τὸ Πνεῦμα τοῖς λεγομένοις. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε· τουτέστιν, ὅταν ἴδητε πολλοὺς ἀπειθοῦντας, καὶ δεινὰ πάσχοντας ὑμᾶς. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς. Ἤδη γὰρ συνέθεντο, ἐάν τις ὁμολογήσῃ τὸν Χριστὸν, ἵνα ἀποσυνάγωγος γένηται. Ἀλλ' ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Οὕτω τὸν ὑμέτερον διώξουσι φόνον, ὡς πρᾶγμα εὐσεβὲς, καὶ τῷ Θεῷ ἀρέσκον. Εἶτα τὴν παραμυθίαν ἐπάγει πάλιν· Καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα, οὐδὲ ἐμέ. Ἀρκεῖ ὑμῖν εἰς παράκλησιν τὸ δι' ἐμὲ καὶ τὸν Πατέρα ταῦτα πάσχειν. Ἐνταῦθα ἀναμιμνήσκει πάλιν αὐτοὺς μακαρισμοῦ, ὃν ἀρχόμενος ἔλεγε· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ταῦτα λελάληκα ὑμῖν, ἵνα, ὅταν ἔλθῃ ἡ ὥρα, μνημονεύητε τούτων· ὥστε ἀπὸ τούτων καὶ τὰ λοιπὰ πιστὰ ἡγεῖσθε. Οὐ γὰρ ἕξετε εἰπεῖν, ὅτι κολακεύων ὑμᾶς τὰ πρὸς χάριν ἔλεγον μόνον, οὐχ ὅτι ἀπάτης ἦν τὰ εἰρημένα· οὐ γὰρ ἂν ὁ μέλλων ἀπατᾷν, καὶ ταῦτα προεῖπεν ὑμῖν τὰ ἀποτρέποντα. Διὰ τοῦτο οὖν προεῖπον, ἵνα μὴ ἀπροσδόκητα προσπεσόντα ὑμᾶς διαταράξῃ· καὶ δι' ἑτέραν δὲ αἰτίαν, ἵνα μὴ λέγητε, ὅτι οὐ προῄδειν ἐσόμενα ταῦτα. Μνημονεύετε οὖν, ὅτι ἐγὼ εἶπον ὑμῖν. Καὶ γὰρ ἀεὶ περιετίθησαν σχῆμα τῇ διώξει αὐτῶν πονηρὸν, ὡς λυμεῶνας ἐλαύνοντες. Ἀλλ' οὐκ ἐθορύβει τοὺς μαθητὰς τοῦτο, προακούσαντας καὶ εἰδότας ὑπὲρ ὧν ἔπασχον· ἱκανὴ γὰρ αὐτοὺς ἡ αἰτία τῶν γινομένων ἀναστῆσαι. Διὰ τοῦτο αὐτὴν πανταχοῦ περιστρέφει λέγων· Οὐκ ἔγνωσάν με, καὶ, ὅτι Δι' ἐμὲ ποιήσουσι, καὶ διὰ τὸ ὄνομά μου, καὶ διὰ τὸν Πατέρα, καὶ, ὅτι Ἐγὼ πρῶτος ἔπαθον, καὶ, ὅτι Οὐκ ἀπὸ δικαίας αἰτίας ταῦτα τολμῶσι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg153.local001/.
