Ancient Greek · ~13 min
Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδᾶ, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-15
Not analysed yet
Τί οὖν; πρὶν ἢ τὸν Φίλιππον φωνῆσαι εἶδεν αὐτὸν μόνον, οὐχὶ δὲ καὶ πρὸ τούτου ἑώρα τῷ ἀκοιμήτῳ ὄμματι; Ἑώρα, καὶ οὐδεὶς ἂν ἀντείποι· ἀλλὰ τέως τοῦτο τὸ κατεπεῖγον ἦν εἰπεῖν. Τί οὖν ἐκεῖνος; Ἐπειδὴ τεκμήριον ἀναμφισβήτητον ἔλαβε τῆς προγνώσεως, ἦλθεν ἐπὶ τὴν ὁμολογίαν, καὶ τῇ ἀναβολῇ τῇ προτέρᾳ τὴν ἀκρίβειαν δηλῶν, καὶ τῇ μετὰ ταῦτα συγκαταθέσει τὴν εὐγνωμοσύνην. Ἀπεκρίθη γὰρ, φησὶ, καὶ λέγει αὐτῷ Ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ· Εἶδες ψυχὴν περιχαρῆ γενομένην ἀθρόον, καὶ τοῖς ῥήμασι περιπτυσσομένην τὸν Ἰησοῦν; Σὺ εἶ, φησὶν, ὁ προσδοκώμενος, ἐκεῖνος ὁ ζητούμενος. Εἶδες ἐκπληττόμενον, θαυμάζοντα, σκιρτῶντα, πηδῶντα ὑπὸ τῆς ἡδονῆς; Οὕτω καὶ ἡμᾶς χαίρειν δεῖ, καταξιωθέντας μαθεῖν τοῦ Θεοῦ τὸν Υἱόν· χαίρειν δὲ, οὐ κατὰ διάνοιαν μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πραγμάτων αὐτῶν τοῦτο δεικνύναι. Τί δὲ τῶν χαιρόντων ἐστί; Πείθεσθαι τῷ γνωρισθέντι. Πειθομένων δέ ἐστι, τὸ ποιεῖν ἅπερ ἂν ἐκεῖνος βούληται. Ἐπεὶ εἰ μέλλοιμεν τὰ παροξύνοντα αὐτὸν πράττειν, πόθεν δηλώσομεν ὅτι χαίρομεν; Οὐχ ὁρᾶτε καὶ ἐν οἰκίαις ὅταν τις τινὰ ὑποδέχηται τῶν ποθουμένων, πῶς μετὰ χαρᾶς πάντα πράττει πανταχοῦ περιτρέχων, καὶ εἰ δέοι πάντα τὰ ὄντα προέσθαι, μηδενὸς φειδόμενος, ὥστε ἀρέσαι τῷ παραγενομένῳ; Εἰ δὲ καλῶν τις μὴ ὑπακούοι, καὶ τὰ ἀναπαύοντα αὐτὸν μὴ πράττοι, κἂν μυριάκις λέγῃ τῇ παρουσίᾳ χαίρειν, οὐκ ἂν πιστευθείη ποτὲ παρὰ τοῦ ξενιζομένου, δικαίως. Ἐπὶ γὰρ τῶν ἔργων τοῦτο ἐπιδεικνύναι χρή. Οὐκοῦν ἐπεὶ καὶ ὁ Χριστὸς πρὸς ἡμᾶς ἦλθε, δείξωμεν ὅτι χαίρομεν, καὶ μηδὲν τῶν παροξυνόντων αὐτὸν πράττωμεν· καλλωπίσωμεν τὴν οἰκίαν εἰς ἣν παρεγένετο· τοῦτο γὰρ χαιρόντων· παραθῶμεν ἄριστον ὃ βούλεται φαγεῖν· τοῦτο γὰρ ἀγαλλομένων. Ποῖον δέ ἐστι τοῦτο τὸ ἄριστον; Αὐτός φησιν· Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με. Θρέψωμεν αὐτὸν πεινῶντα· ποτίσωμεν διψῶντα· κἂν ψυχροῦ δῷς ποτήριον, δέχεται· φιλεῖ γάρ σε· τὰ δὲ παρὰ τῶν φιλουμένων, κἂν μικρὰ τυγχάνῃ, μεγάλα τῷ ποθοῦντι φαίνεται. Μόνον σὺ μὴ κατοκνήσῃς· κἂν ὀβολοὺς δύο καταβάλῃς, οὐκ ἀποστρέφεται, ἀλλ' ὡς πολὺν δέχεται πλοῦτον. Ἐπειδὴ γὰρ ἀνενδεής ἐστι, καὶ οὐ χρείας ἕνεκεν ταῦτα λαμβάνει, εἰκότως οὐκ ἐν τῷ μέτρῳ τῶν διδομένων, ἀλλ' ἐν τῇ προαιρέσει τοῦ παρέχοντος τὸ πᾶν ὁρίζεται. Μόνον δεῖξον ὅτι φιλεῖς παραγενόμενον αὐτὸν, ὅτι σπουδάζεις ἅπαντα ὑπὲρ τούτου, ὅτι χαίρεις ἐπὶ τῇ παρουσίᾳ. Ὅρα αὐτὸς πῶς πρὸς σὲ διάκειται. Ἦλθε διὰ σὲ, τὴν ψυχὴν ἔθηκεν ὑπὲρ σοῦ· καὶ μετὰ ταῦτα πάντα οὐδὲ ἱκετεύειν σε παραιτεῖται. Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν, φησὶν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν. Καὶ τίς οὕτω μαινόμενος, φησὶν, ὡς μὴ φιλεῖν τὸν δεσπότην τὸν ἑαυτοῦ; Τοῦτο καὶ ἐγὼ λέγω, καὶ οἶδα μὲν ὅτι ἕκαστος ἡμῶν οὐκ ἂν ἀρνηθείη τοῦτο τοῖς ῥήμασι καὶ τῇ διανοίᾳ. Ἀλλ' οὐκ ἀπὸ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πραγμάτων δείκνυσθαι βούλεται ὁ φιλούμενος τοῦτο. Ἂν γὰρ λέγωμεν τοῦτο, μὴ ποιῶμεν δὲ τὰ τῶν ποθούντων, γέλως τοῦτό ἐστιν, οὐκ ἐπὶ τοῦ Θεοῦ δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἀνθρώπων. Ἐπεὶ οὖν τὸ διὰ τῶν λόγων μόνον ὁμολογεῖν, διὰ δὲ τῶν ἔργων ἐναντιοῦσθαι, οὐχὶ ἀνόνητον μόνον, ἀλλὰ καὶ ἐπιβλαβὲς ἡμῖν, παρακαλῶ, τὴν διὰ τῶν ἔργων ὁμολογίαν προσθῶμεν, ἵνα καὶ τῆς παρ' αὐτοῦ τύχωμεν ὁμολογίας κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἐπὶ τοῦ Πατρὸς ὁμολογῇ τοὺς ἀξίους ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.