Ancient Greek · ~18 min
Ἐν ἀρχῇ ἦν ὁ Λόγος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-2
Not analysed yet
Οὐκ ἄρα μάτην ἔλεγον, ὅτι αὐτῷ θέατρον γέγονε πᾶσα ἡ οἰκουμένη· οὐ γὰρ δὴ τοὺς ὁμοφύλους ἀφεὶς περὶ τὰς τῶν ἀλόγων ἐματαιοπόνει φύσεις· ὃ περιττῆς φιλοτιμίας καὶ ἐσχάτης ἀνοίας ἦν· ἀλλὰ μετὰ τῶν ἄλλων καὶ τούτου καθαρεύων τοῦ πάθους, ἓν μόνον ἐσπούδασεν, ὅπως ἡ οἰκουμένη πᾶσα μάθοι τι τῶν χρησίμων καὶ δυναμένων αὐτὴν ἀπὸ τῆς γῆς μεταστῆσαι πρὸς τὸν οὐρανόν. Διὰ τοῦτο οὐδὲ ζόφῳ τινὶ καὶ σκότῳ ἔκρυψεν ἑαυτοῦ τὴν διδασκαλίαν, καθάπερ ἐποίουν ἐκεῖνοι, τῶν ἔνδον ἐναποκειμένων κακῶν τὴν ἐν τῷ λέγειν ἀσάφειαν καθάπερ τι παραπέτασμα προβαλλόμενοι· ἀλλὰ τὰ τούτου δόγματα τῶν ἡλιακῶν ἀκτίνων ἐστὶ φανερώτερα· διὸ καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ἀνθρώποις ἀνήπλωται. Οὐ γὰρ πέντε ἔτη κελεύων τοὺς προσιόντας σιγᾷν, καθάπερ ἐκεῖνος, οὐδὲ ὡς ἀναισθήτοις παρακαθῆσθαι λίθοις, οὕτως ἐδίδασκεν, οὐδὲ ἐν ἀριθμοῖς εἶναι τὸ πᾶν διοριζόμενος ἐμυθολόγει· ἀλλ' ἀποῤῥίψας τὴν σατανικὴν ταύτην ἀηδίαν ἅπασαν καὶ λύμην, τοσαύτην τοῖς ῥήμασιν ἐγκατέμιξεν εὐκολίαν, ὡς μὴ μόνον ἀνδράσι καὶ συνετοῖς, ἀλλὰ καὶ γυναιξὶ καὶ νέοις ἅπαντα εἶναι τὰ λεγόμενα δῆλα. Ἐπίστευσε γὰρ αὐτὰ ἀληθῆ τε εἶναι καὶ χρήσιμα τοῖς ἀκουσομένοις ἅπασι· καὶ μαρτυρεῖ πᾶς ὁ μετ' ἐκεῖνον χρόνος. Ὅλην τε γὰρ πρὸς ἑαυτὸν ἐφειλκύσατο τὴν οἰκουμένην, καὶ πάσης ἀλλοκότου τραγῳδίας τὸν ἡμέτερον ἀπήλλαξε βίον, μετὰ τὴν τῶν λόγων τούτων ἀκρόασιν. Διά τοι τοῦτο τῆς ψυχῆς ἑλοίμεθα ἂν ἐκστῆναι μᾶλλον οἱ ταῦτα ἀκούοντες, ἢ τῶν δογμάτων τῶν ὑπ' ἐκείνου παραδοθέντων ἡμῖν. Καὶ ἐντεῦθεν τοίνυν καὶ πανταχόθεν δῆλον, ὅτι οὐδὲν ἀνθρώπινον τῶν τούτου, ἀλλὰ θεῖά τε καὶ οὐράνιά ἐστι διδάγματα τὰ διὰ τῆς θείας ταύτης εἰς ἡμᾶς ἐλθόντα ψυχῆς. Οὐ γὰρ κτύπον ῥημάτων οὐδὲ λέξεως κόμπον, οὐδὲ ὀνομάτων καὶ ῥημάτων κόσμον καὶ συνθήκην ὀψόμεθα περιττὴν καὶ ἀνόνητον (πόῤῥω γὰρ ταῦτα φιλοσοφίας ἁπάσης), ἀλλ' ἰσχὺν ἄμαχον καὶ θείαν, καὶ δογμάτων ὀρθῶν ἀμήχανον δύναμιν, καὶ μυρίων ἀγαθῶν χορηγίαν. Ἡ γὰρ κατὰ τὴν ἀπαγγελίαν περιεργία οὕτω περιττὴ ἦν καὶ σοφιστῶν ἀξία, μᾶλλον δὲ οὐδὲ σοφιστῶν, ἀλλὰ μειρακίων ἀνοήτων, ὡς καὶ αὐτὸν τὸν παρ' αὐτοῖς φιλόσοφον εἰσαγαγεῖν τὸν διδάσκαλον τὸν αὐτοῦ σφόδρα ἐπαισχυνόμενον ταύτῃ τῇ τέχνῃ, καὶ λέγοντα τοῖς δικασταῖς, ὅτι ἀκούσονται παρ' αὐτοῦ ῥήματα ἁπλῶς καὶ ὡς ἔτυχε λεγόμενα, οὐ μέντοι κεκαλλιεπημένα λόγοις, οὐδὲ ῥήμασί τε καὶ ὀνόμασι κεκοσμημένα. Οὐδὲ γὰρ ἂν δήπου πρέποι, φησὶν, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ, ὥσπερ μειρακίῳ πλάττοντι λόγους, εἰς ὑμᾶς αὐτὸν εἰσιέναι. Καὶ ὅρα τὸν πολὺν καταγέλωτα. Ὃ γὰρ ὡς αἰσχρὸν καὶ φιλοσοφίας ἀνάξιον καὶ μειρακίων ἔργον ἐποίησεν αὐτὸν φεύγοντα, τοῦτο μάλιστα πάντων αὐτὸς ἐπετήδευσεν. Οὕτω πανταχοῦ φιλοτιμίας ἦσαν μόνης· καὶ Πλάτωνος οὐδὲν ἔστι θαυμάσαι, ἢ τοῦτο μόνον. Καὶ καθάπερ τῶν τάφων τοὺς ἔξωθεν κεκονιαμένους, ἂν ἀπαμφιάσῃς, ἰχῶρος, καὶ δυσωδίας, καὶ διεφθορότων ὄψει γέμοντας ὀστῶν· οὕτω καὶ τὰ τοῦ φιλοσόφου δόγματα, ἂν τῆς κατὰ τὴν λέξιν ἀπογυμνώσῃς ὥρας, πολλῆς ὄψει τῆς βδελυγμίας πεπληρωμένα, καὶ μάλιστα ὅταν περὶ ψυχῆς φιλοσοφῇ, ἀμέτρως τιμῶν τε αὐτὴν καὶ βλασφημῶν. Τοῦτο γὰρ ἡ διαβολικὴ παγὶς, μηδαμοῦ τὴν συμμετρίαν τηρεῖν, ἀλλὰ τοῖς ἐφ' ἑκάτερα πλεονασμοῖς πρὸς δυσφημίαν ἐξάγειν τοὺς ἁλισκομένους αὐτῇ. Νῦν μὲν γὰρ αὐτὴν τῆς τοῦ Θεοῦ φησιν οὐσίας εἶναι· νῦν δὲ αὐτὴν οὕτως ἀμέτρως καὶ ἀσεβῶς ἐπάρας, μεθ' ἑτέρας καθυβρίζει πάλιν ὑπερβολῆς, εἰς χοίρους καὶ ὄνους εἰσάγων, καὶ τὰ ἔτι τούτων ἀτιμότερα ζῶα. Ἀλλὰ τούτων μὲν ἅλις· μᾶλλον δὲ καὶ ταῦτα πέρα τοῦ μέτρου. Εἰ μὲν γάρ τι χρήσιμον παρ' αὐτῶν ἦν μαθεῖν, ἔδει καὶ πλέον ἐνδιατρίβειν· εἰ δὲ ὅσον τὴν ἀσχημοσύνην αὐτῶν καὶ τὸν γέλωτα κατοπτεῦσαι, καὶ ταῦτα πλέον τοῦ δέοντος εἴρηται παρ' ἡμῶν. Διὰ ταῦτα ἀφέντες τοὺς ἐκείνων μύθους, τῶν ἡμετέρων ἁψώμεθα δογμάτων, τῶν ἄνωθεν ἡμῖν κατενηνεγμένων διὰ τῆς γλώττης τούτου τοῦ ἁλιέως, τῶν μηδὲν ἐχόντων ἀνθρώπινον. Φέρε οὖν, αὐτὰς εἰς μέσον τὰς ῥήσεις ἀγάγωμεν, καὶ ὃ τὴν ἀρχὴν παρεκαλέσαμεν ὥστε μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, τοῦτο καὶ νῦν ὑπομνήσαντες. Τί οὖν ἀρχόμενος ὁ εὐαγγελιστὴς οὗτος εὐθέως φησίν; Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Εἶδες παῤῥησίαν καὶ ἐξουσίαν ῥημάτων πολλήν; πῶς οὐδὲν ἀμφιβάλλων, οὐδὲ εἰκάζων, ἀλλὰ πάντα ἀποφαινόμενος φθέγγεται; Τοῦτο γάρ ἐστι διδασκάλου, τὸ μὴ περιφέρεσθαι ἐν οἷς ἂν λέγῃ. Εἰ γὰρ ὁ τοῖς ἄλλοις καθηγησόμενος ἑτέρου δεηθήσεται τοῦ στηρίξαι δυνησομένου μετὰ ἀσφαλείας αὐτὸν, οὐ τὴν τῶν διδασκάλων, ἀλλὰ τὴν τῶν μαθητῶν τάξιν ἐπέχειν ἂν εἴη δίκαιος. Εἰ δὲ λέγοι τις, Καὶ τί δήποτε τὸ πρῶτον αἴτιον ἀφεὶς, εὐθέως ἡμῖν περὶ τοῦ δευτέρου διείλεκται; τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον παραιτησόμεθα λέγειν· ἀριθμοῦ γὰρ τὸ Θεῖον ἀνώτερον καὶ χρόνων ἀκολουθίας. Διὸ καὶ ταῦτα μὲν παρῃτησάμεθα· Πατέρα δὲ ὁμολογοῦμεν ἐξ οὐδενὸς ὄντα, καὶ Υἱὸν ἐκ Πατρὸς γεγεννημένον.