Ancient Greek · ~20 min
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος, ἁλλομένη εἰς ζωὴν αἰώνιον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-27
Not analysed yet
Εἶδες πῶς ὑψηλοτέρα τῇ διανοίᾳ γέγονεν; Ἡ γὰρ ὑπὲρ τοῦ μὴ σκύλλεσθαι διὰ τὸ διψῇν μεριμνῶσα, καὶ ὑπὲρ δογμάτων ἐρωτᾷ λοιπόν. Τί οὖν ὁ Χριστός; Οὐκ ἔλυσε τὸ ζήτημα (οὐ γὰρ τοῦτο ἦν αὐτῷ περισπούδαστον, πρὸς τὰ λεγόμενα ἁπλῶς ἀποκρίνεσθαι· παρέλκον γὰρ ἦν), ἀλλὰ ἄγει τὴν γυναῖκα πάλιν ἐπὶ τὸ μεῖζον ὕψος· καὶ οὐ πρότερον αὐτῇ περὶ τούτων διαλέγεται, ἕως ὡμολόγησεν ὅτι προφήτης ἐστὶν, ὥστε καὶ μετὰ πολλῆς τῆς πληροφορίας ἀκοῦσαι λοιπὸν τῶν λεγομένων. Ἡ γὰρ τοῦτο πεισθεῖσα, οὐκ ἔτι λοιπὸν περὶ τῶν ῥηθησομένων ἀμφιβάλλειν εἶχεν. Αἰσχυνθῶμεν τοίνυν καὶ ἐρυθριάσωμεν λοιπόν. Γυνὴ πέντε ἄνδρας ἐσχηκυῖα, καὶ Σαμαρεῖτις οὖσα, τοσαύτην περὶ δογμάτων ποιεῖται σπουδὴν, καὶ οὐχ ὁ καιρὸς τῆς ἡμέρας, οὐ τὸ ἐφ' ἕτερόν τι παραγενέσθαι, οὐκ ἄλλο οὐδὲν αὐτὴν ἀπήγαγε τῆς περὶ τὰ τοιαῦτα ζητήσεως· ἡμεῖς δὲ οὐ μόνον περὶ δογμάτων οὐ ζητοῦμεν, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶς, καὶ ὡς ἔτυχε διακείμεθα. Διὰ τοῦτο τὰ πάντα ἠμέληται. Τίς γὰρ ὑμῶν, εἰπέ μοι, ἐν οἰκίᾳ γενόμενος, πυκτίον ἔλαβε χριστιανικὸν μετὰ χεῖρας, καὶ τὰ ἐγκείμενα ἐπῆλθε, καὶ ἠρεύνησε τὴν Γραφήν; Οὐδεὶς ἂν ἔχοι ταῦτα εἰπεῖν· ἀλλὰ πεττοὺς μὲν καὶ κύβους παρὰ τοῖς πλείοσιν εὑρήσομεν ὄντας, βιβλία δὲ οὐδαμοῦ, ἀλλὰ καὶ παρ' ὀλίγοις. Καὶ οὗτοι δὲ τοῖς οὐκ ἔχουσιν ὁμοίως διάκεινται, δήσαντες αὐτὰ καὶ ἀποθέμενοι διαπαντὸς ἐν κιβωτίοις· καὶ ἡ πᾶσα αὐτοῖς σπουδὴ περὶ τὴν τῶν ὑμένων λεπτότητα, καὶ τὸ τῶν γραμμάτων κάλλος, οὐ περὶ τὴν ἀνάγνωσιν. Οὐδὲ γὰρ ὑπὲρ ὠφελείας καὶ κέρδους τὴν κτῆσιν αὐτῶν πεποίηνται, ἀλλὰ πλούτου καὶ φιλοτιμίας ἐπίδειξιν ποιούμενοι, περὶ ταῦτα ἐσπουδάκασιν· τοσαύτη τῆς κενοδοξίας ἡ ὑπερβολή. Οὐδενὸς γὰρ ἀκούω φιλοτιμουμένου, ὅτι οἶδε τὰ ἐγκείμενα, ἀλλ' ὅτι χρυσοῖς ἔχει γράμμασιν ἐγγεγραμμένον. Καὶ τί τὸ κέρδος; εἰπέ μοι. Οὐ γὰρ διὰ ταῦτα ἐδόθησαν αἱ Γραφαὶ, ἵνα ἐν βιβλίοις αὐτὰς ἔχωμεν μόνον, ἀλλ' ἵνα καὶ ἐν καρδίαις αὐτὰς ἐγκολάψωμεν. Ὡς αὕτη γε ἡ κτῆσις Ἰουδαϊκῆς ἐστι φιλοτιμίας, τὸ ἐν τοῖς γράμμασι κατατίθεσθαι μόνον τὰς ἐντολάς· ἡμῖν δὲ οὐδὲ τὴν ἀρχὴν οὕτως ὁ νόμος ἐδόθη, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Καὶ ταῦτα λέγω, οὐ κωλύων βιβλία κεκτῆσθαι, ἀλλὰ καὶ παραινῶ τοῦτο καὶ σφόδρα εὔχομαι· βούλομαι δὲ ἐξ ἐκείνων καὶ τὰ γράμματα καὶ τὰ νοήματα εἰς τὴν διάνοιαν περιφέρεσθαι τὴν ἡμετέραν, ἵνα οὕτω καθαίρηται δεχομένη τὴν τῶν γραμμάτων νόησιν. Εἰ γὰρ ἐν οἰκίᾳ, ἔνθα ἂν Εὐαγγέλιον ᾖ κείμενον, οὐ τολμήσει προσελθεῖν ὁ διάβολος, πολλῷ μᾶλλον ψυχῆς νοήματα τοιαῦτα περιφερούσης οὐχ ἅψεταί ποτε, οὐδὲ ἐπιβήσεται δαίμων, ἢ ἁμαρτίας φύσις. Ἁγίασον τοίνυν τὴν ψυχήν σου, ἁγίασόν σου τὸ σῶμα, ἀεὶ ταῦτα ἐπὶ τῆς καρδίας καὶ ἐπὶ τῆς γλώσσης ἔχων. Εἰ γὰρ ἡ αἰσχρολογία καταῤῥυποῖ, καὶ δαίμονας καλεῖ, εὔδηλον ὅτι ἡ πνευματικὴ ἀνάγνωσις ἁγιάζει, καὶ τὴν τοῦ Πνεύματος ἐπισπᾶται χάριν. Θεῖαί εἰσιν ἐπῳδαὶ τὰ γράμματα. Ἐπᾴδωμεν τοίνυν ἑαυτοῖς, καὶ τοῖς ἐν τῇ ψυχῇ πάθεσιν τὰ ἀπ' ἐκείνων φάρμακα κατασκευάζωμεν. Ἂν γὰρ εἰδῶμεν τίνα ἐστὶ τὰ ἀναγινωσκόμενα, μετὰ πολλῆς ταῦτα ἀκουσόμεθα τῆς προθυμίας. Ταῦτα ἀεὶ λέγω, καὶ λέγων οὐ παύσομαι. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς καθημένους, καὶ ἡνιόχων καὶ ὀρχηστῶν καὶ ὀνόματα, καὶ γένη, καὶ πόλεις, καὶ ἐνεργείας λέγειν τρόπους, καὶ αὐτῶν δὲ τῶν ἵππων καὶ ἀρετὴν καὶ κακίαν μετὰ ἀκριβείας ἀπαγγέλλειν· τοὺς δὲ ἐνταῦθα ἀπαντῶντας μηδὲν τῶν ὧδε γινομένων εἰδέναι, ἀλλὰ καὶ αὐτῶν τῶν βίβλων τὸν ἀριθμὸν ἀγνοεῖν; Εἰ γὰρ ἡδονῆς ἕνεκεν ἐκεῖνα διώκεις, πλείονα ταύτην ἐνταῦθα οὖσαν ἐπιδείξω. Τί γὰρ ἥδιον, εἰπέ μοι, τί δὲ θαυμαστότερον, ἄνθρωπον ἀνθρώπῳ παλαίοντα ἰδεῖν, ἢ ἄνθρωπον διαβόλῳ πυκτεύοντα, καὶ σῶμα ἀσωμάτῳ δυνάμει συμπλεκόμενον, καὶ νικῶντα; Ταύτας θεωρῶμεν τὰς πάλας· ταύτας γὰρ καὶ μιμήσασθαι εὐπρεπὲς καὶ λυσιτελὲς, καὶ μιμουμένους στεφανωθῆναι ἔνι· ἀλλὰ μὴ ἐκείνας, ὧν ὁ ζῆλος αἰσχύνην φέρει τῷ μιμουμένῳ. Ἐκείνην μὲν γὰρ μετὰ δαιμόνων θεωρεῖς τὴν πάλην, ἂν ἄρα θεωρῇς· ταύτην δὲ μετὰ ἀγγέλων καὶ τοῦ τῶν ἀγγέλων Δεσπότου. Εἰπὲ γάρ μοι· εἴ γέ σοι ἐξῆν μετὰ ἀρχόντων ἢ βασιλέων καθήμενον θεωρεῖν καὶ ἀπολαύειν τῆς θεωρίας, οὐ μεγίστην ἡγοῦ τιμὴν εἶναι τοῦτο; Ἐνταῦθα δὲ μετὰ τοῦ βασιλέως τῶν ἀγγέλων θεωρῶν, καὶ ὁρῶν ἐκ μέσων κατεχόμενον τῶν νώτων τὸν διάβολον, καὶ πολλὰ μὲν φιλονεικοῦντα περιγενέσθαι, ἰσχύοντα δὲ οὐδὲν, οὐ τρέχεις εἰς τοιαύτην θεωρίαν; Καὶ πῶς ἔνι τοῦτο γενέσθαι; φησίν. Ἂν τὸ βιβλίον μετὰ χεῖρας ἔχεις. Ὄψει γὰρ ἐν αὐτῷ καὶ τὰ σκάμματα, καὶ τοὺς μακροὺς διαύλους, καὶ τὰς λαβὰς τὰς ἐκείνου, καὶ τοῦ δικαίου τὴν τέχνην. Ταῦτα δὲ θεωρῶν, εἴσῃ καὶ αὐτὸς οὕτω παλαίειν, καὶ ἀπαλλαγήσῃ δαιμόνων. Δαιμόνων γὰρ πανηγύρεις, οὐκ ἀνθρώπων θέατρα, τὰ ἔξω τελούμενα. Εἰ γὰρ ἐν εἰδωλείῳ οὐ θέμις εἰσιέναι, πολλῷ μᾶλλον εἰς ἑορτὴν σατανικήν. Ταῦτα λέγων καὶ διενοχλῶν οὐ παύσομαι, ἕως ἂν τὴν ἐπιστροφὴν ἴδω. Ταῦτα γὰρ λέγειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, φησὶν, ὑμῖν δὲ ἀσφαλές. Μὴ δὴ βαρύνεσθε τὴν παραίνεσιν. Εἰ γὰρ βαρύνεσθαι ἔδει, ἐμὲ ἔδει τὸν πολλάκις λέγοντα καὶ οὐκ ἀκουόμενον, οὐχ ἡμᾶς τοὺς ἀεὶ μὲν ἀκούοντας, ἀεὶ δὲ παρακούοντας. Ἀλλὰ μὴ γένοιτο διαπαντὸς ταῦτα ὑμᾶς ἐγκαλεῖσθαι, ἀλλὰ ἀπαλλαγέντας ταύτης τῆς αἰσχύνης, καταξιωθῆναι τῆς πνευματικῆς θεωρίας, καὶ τῆς μελλούσης δόξης ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.