# In Joannem (homiliae 1-88) 3.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88), Ἐν ἀρχῇ ἦν ὁ Λόγος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-joannem-homiliae-1-88/3.1-3

Χωρὶς δὲ τούτων τὸ, Ἦν, ἐπὶ μὲν τῆς γῆς καὶ τοῦ ἀνθρώπου, οὐ τοῦ εἶναι ἁπλῶς ἐστι σημαντικόν· ἀλλ' ἐπὶ μὲν τοῦ ἀνθρώπου, τοῦ ἀπὸ τοῦδε τοῦ χωρίου εἶναι· ἐπὶ δὲ τῆς γῆς, τοῦ πῶς εἶναι. Οὐδὲ γὰρ εἶπεν, Ἡ δὲ γῆ ἦν, ἁπλῶς, καὶ ἐσίγησεν· ἀλλὰ πῶς ἦν καὶ μετὰ τὸ γενέσθαι ἐδίδαξεν, οἷον, ὅτι Ἀόρατος καὶ ἀκατασκεύαστος, ἔτι τοῖς ὕδασι κρυπτομένη καὶ φυρομένη. Καὶ ἐπὶ τοῦ Ἑλκανᾶ οὐκ εἶπεν, ὅτι Ἦν ἄνθρωπος, μόνον, ἀλλὰ προσέθηκε καὶ πόθεν ἦν δηλῶν, τὸ ἐξ Ἀρμαθαὶμ Σιφᾶ. Ἐπὶ δὲ τοῦ Λόγου οὐχ οὕτω. Καὶ αἰσχύνομαι μὲν ταῦτα τούτοις ἀντεξετάζων. Εἰ γὰρ τοῖς ἐπ' ἀνθρώπων αὐτὸ ποιοῦσιν ἐπιτιμῶμεν, ὅταν πολὺ τὸ μέσον τῆς ἀρετῆς τῶν ἐξεταζομένων ᾖ, καίτοι γε τῆς οὐσίας μιᾶς οὔσης· ὅταν καὶ τῆς φύσεως καὶ τῶν ἄλλων ἁπάντων οὕτως ἄπειρον ᾖ τὸ μέσον, πῶς οὐκ ἐσχάτης μανίας τὸ τὰ τοιαῦτα κινεῖν; Ἀλλ' ἵλεως ἡμῖν αὐτὸς ὁ βλασφημούμενος παρ' ἐκείνων εἴη. Τὴν γὰρ τῶν τοιούτων λόγων ἀνάγκην οὐχ ἡμεῖς ἐφευρήκαμεν, ἀλλ' οἱ τῇ ἑαυτῶν πολεμοῦντες σωτηρίᾳ ἡμῖν παρέσχον. Τί οὖν φημι; Ὅτι τοῦτο τὸ, Ἦν, ἐπὶ τοῦ Λόγου, τοῦ εἶναι ἀϊδίως μόνον ἐστὶ δηλωτικόν· Ἐν ἀρχῇ γὰρ ἦν, φησὶν, ὁ Λόγος· τὸ δεύτερον δὲ ἦν, τοῦ πρός τινα εἶναι. Ἐπειδὴ γὰρ μάλιστα τοῦ Θεοῦ τοῦτό ἐστιν ἴδιον, τὸ ἀΐδιον καὶ ἄναρχον, τοῦτο πρῶτον τέθεικεν. Εἶτα, ἵνα μή τις ἀκούων τὸ, ἦν ἐν ἀρχῇ, καὶ ἀγέννητον αὐτὸν εἴπῃ, εὐθέως αὐτὸ παρεμυθήσατο, πρὸ τοῦ εἰπεῖν τί ἦν, εἰπὼν ὅτι Πρὸς τὸν Θεὸν ἦν. Καὶ ἵνα μὴ Λόγον αὐτὸν ἁπλῶς νομίσῃ τις εἶναι προφορικὸν ἢ ἐνδιάθετον, τῇ τοῦ ἄρθρου προσθήκῃ, καθάπερ ἔφθην εἰπὼν, καὶ διὰ τῆς δευτέρας ταύτης τοῦτο ἀνεῖλε ῥήσεως. Οὐ γὰρ εἶπεν, Ἐν Θεῷ ἦν, ἀλλὰ, Πρὸς τὸν Θεὸν ἦν, τὴν καθ' ὑπόστασιν αὐτοῦ ἀϊδιότητα ἐμφαίνων ἡμῖν. Εἶτα καὶ σαφέστερον αὐτὸ προϊὼν ἀπεκάλυψεν, ἐπαγαγὼν, ὅτι ὁ Λόγος οὗτος καὶ Θεὸς ἦν. Ἀλλὰ πεποιημένος, φησί. Τί οὖν ἐκώλυε τοῦτο εἰπεῖν, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν Λόγον; Περὶ γοῦν τῆς γῆς διαλεγόμενος ὁ Μωϋσῆς, οὐκ εἶπεν, Ἐν ἀρχῇ ἦν ἡ γῆ, ἀλλ' ὅτι Ἐποίησεν αὐτὴν, καὶ τότε ἦν. Τί τοίνυν ἐκώλυε καὶ τὸν Ἰωάννην οὕτως εἰπεῖν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν Λόγον; Εἰ γὰρ περὶ τῆς γῆς τοῦτο ἔδεισεν ὁ Μωϋσῆς, μή τις αὐτὴν ἀγένητον εἴπῃ· πολλῷ μᾶλλον περὶ τοῦ Υἱοῦ φοβηθῆναι ἐχρῆν τὸν Ἰωάννην, εἴ γε κτιστὸς ἦν. Ὁ μὲν γὰρ κόσμος, ὁρατὸς ὢν, αὐτόθεν κηρύττει τὸν Ποιητήν (Οἱ οὐρανοὶ γὰρ, φησὶ, διηγοῦνται δόξαν τοῦ Θεοῦ)· ὁ δὲ Υἱὸς ἀόρατός ἐστι, καὶ τὴν κτίσιν σφόδρα καὶ ἀπείρως ὑπεραναβέβηκεν. Εἰ τοίνυν ἔνθα μηδὲ λόγου καὶ διδασκαλίας ἡμῖν ἔδει πρὸς τὸ μαθεῖν, ὅτι γενητὸς ὁ κόσμος ἐστὶν, ὅμως σαφῶς αὐτὸ καὶ πρὸ τῶν ἄλλων τίθησιν ὁ Προφήτης· πολλῷ μᾶλλον περὶ τοῦ Υἱοῦ τοῦτο τὸν Ἰωάννην ἐχρῆν εἰπεῖν, εἴ γε κτισθεὶς ἦν. Ναὶ, φησίν· ἀλλ' ὁ Πέτρος τοῦτο εἶπε σαφῶς καὶ διαῤῥήδην. Ποῦ καὶ πότε; Ὅτε Ἰουδαίοις διαλεγόμενος ἔλεγεν, Ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε. Τί οὖν καὶ τὸ ἑξῆς οὐ προσέθηκας, ὅτι Τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε; Ἢ ἀγνοεῖς ὅτι τῶν λεγομένων τὰ μὲν τῆς ἀκηράτου φύσεως, τὰ δὲ τῆς οἰκονομίας ἐστίν; Εἰ δὲ μή ἐστιν, ἀλλὰ πάντα ἁπλῶς ἐπὶ τῆς θεότητος ἐκδέξῃ, καὶ παθητὸν εἰσάξεις τὸ Θεῖον· εἰ δὲ μὴ παθητὸν, οὐδὲ ποιητόν. Εἰ μὲν γὰρ ἐκ τῆς θείας αὐτῆς καὶ ἀῤῥήτου φύσεως τὸ αἷμα ἔῤῥευσε, καὶ ἀντὶ τῆς σαρκὸς αὐτὴ τοῖς κατὰ τὸν σταυρὸν ἥλοις διῃρεῖτο καὶ ἐτέμνετο, λόγον ἂν εἶχέ σου κατὰ τοῦτο τὸ σόφισμα. Εἰ δὲ τοῦτο οὐδ' ἂν αὐτὸς ὁ διάβολος βλασφημήσειε, τίνος ἕνεκεν αὐτὸς ἀγνοεῖν προσποιῇ ἀσύγγνωστον οὕτως ἄγνοιαν, καὶ ἣν οὐδ' ἂν οἱ δαίμονες ὑπεκρίναντο; Ἄλλως τε τὸ Κύριος καὶ τὸ Χριστὸς, οὐκ ἔστιν οὐσίας, ἀλλ' ἀξιώματος. Τὸ μὲν γὰρ τῆς ἐξουσίας ἐστὶ, τὸ δὲ τοῦ χρισθῆναι. Τί οὖν ἂν εἴποις περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ; Εἰ γὰρ καὶ κτιστὸς ἦν καθ' ὑμᾶς, τοῦτο οὐκ ἂν ἔχοι χώραν· οὐ γὰρ δὴ πρότερον ἐγένετο, καὶ τότε αὐτὸν ἐχειροτόνησεν ὁ Θεός· οὐδὲ ἀπόβλητον ἔχει τὴν ἀρχὴν, ἀλλὰ φύσει καὶ οὐσιωμένην. Ἐρωτηθεὶς γὰρ εἰ βασιλεὺς εἴη, Ἐγὼ εἰς τοῦτο γεγέννημαι, φησίν. Ὁ δὲ Πέτρος, ὡς περί τινος χειροτονηθέντος, οὕτω διαλέγεται. Περὶ γὰρ τῆς οἰκονομίας ὁ λόγος αὐτῷ πάσης.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg153.local001/.
