Ancient Greek · ~17 min
Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· «Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-45
Not analysed yet
Τί δήποτε ὁ Παῦλος νύκτα μὲν τὸν παρόντα βίον ἐκάλεσεν, ἐκεῖνον δὲ ἡμέραν; Οὐκ ἐναντιούμενος τῷ Χριστῷ, ἀλλὰ τὰ αὐτὰ λέγων, εἰ καὶ μὴ τοῖς ῥήμασιν, ἀλλὰ ταῖς ἐννοίαις. Καὶ γὰρ, φησὶν, Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε. Νύκτα γὰρ τὸν παρόντα καλεῖ καιρὸν, διὰ τοὺς ἐν σκότῳ καθημένους, ἢ διὰ τὸ παραλαβεῖν αὐτὴν τῇ ἡμέρᾳ ἐκείνῃ· ὁ δὲ Χριστὸς νύκτα τὸ μέλλον καλεῖ, διὰ τὸ τῶν ἁμαρτημάτων ἀνενέργητον. Ὁ δὲ Παῦλος νύκτα τὸν παρόντα βίον καλεῖ, διὰ τὸ ἐν σκότῳ εἶναι τοὺς ἐν κακίᾳ διατρίβοντας καὶ ἀπιστίᾳ. Πιστοῖς τοίνυν διαλεγόμενος ἔλεγεν· Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν, ὡς μελλόντων ἀπολαύσεσθαι τοῦ φωτὸς ἐκείνου· καὶ νύκτα τὸν παλαιὸν βίον καλεῖ. Ἀποθώμεθα γὰρ, φησὶ, τὰ ἔργα τοῦ σκότους. Ὁρᾷς ὅτι ἐκείνοις εἶναι νύκτα φησί; Διὸ λέγει· Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, ἵνα τοῦ φωτὸς ἀπολαύσωμεν ἐκείνου. Εἰ γὰρ τοῦτο οὕτω καλὸν τὸ φῶς, ἐννόησον ἡλίκον ἔσται ἐκεῖνο. Ὅσον γὰρ τοῦ λυχνιαίου φωτὸς τὸ ἡλιακὸν κρεῖττον, τοσοῦτον, καὶ πολλῷ πλέον ἐκεῖνο βέλτιον τούτου. Καὶ τοῦτο δηλῶν ἔλεγεν, ὅτι Ὁ ἥλιος σκοτισθήσεται, τουτέστι, διὰ τὴν περιουσίαν ἐκείνης τῆς μαρμαρυγῆς, οὔτε οὗτος φανεῖται. Εἰ δὲ νῦν ὑπὲρ τοῦ φωτεινὰς ἔχειν οἰκίας, καὶ εὐαερεῖς, μυρία δαπανῶμεν χρήματα, οἰκοδομοῦντες, ταλαιπωρούμενοι· ἐννόησον πῶς χρὴ καὶ τὰ σώματα αὐτὰ δαπανᾷν, ὑπὲρ τοῦ λαμπρὰς ἡμῖν οἰκίας ἐν οὐρανοῖς οἰκοδομηθῆναι, ἔνθα τὸ φῶς ἐκεῖνο τὸ ἀπόῤῥητον. Ἐνταῦθα μὲν γὰρ καὶ μάχαι καὶ φιλονεικίαι περὶ ὅρων καὶ τοίχων· ἐκεῖ δὲ οὐδὲν τοιοῦτόν ἐστιν· οὐ φθόνος, οὐ βασκανία· οὐδὲ φιλονεικήσει τις ἡμῖν περὶ ὁροθεσίων. Καὶ ταύτην μὲν ἀπολιπεῖν ἀνάγκη πάντως, ἐκείνη δὲ συμπαραμένει διηνεκῶς· καὶ ταύτην μὲν ἀνάγκη σαθροῦσθαι τῷ χρόνῳ, καὶ μυρίαις ὑποκεῖσθαι βλάβαις, ἐκείνην δὲ μένειν ἀγήρω διηνεκῶς· καὶ ταύτην μὲν ὁ πένης οὐ δύναται οἰκοδομεῖν, ἐκείνην δὲ ἔστι καὶ διὰ δύο ὀβολῶν οἰκοδομῆσαι, καθάπερ ἡ χήρα. Διὰ ταῦτα ἀποπνίγομαι, ὅτι, τοσούτων ἡμῖν προκειμένων ἀγαθῶν, ῥᾳθυμοῦμεν, ὀλιγωροῦμεν, καὶ ὅπως μὲν ἐνταῦθα λαμπρὰς σχοίημεν οἰκίας, ἅπαντα πράττομεν· ὅπως δὲ ἐν τοῖς οὐρανοῖς κἂν μικρὸν κτησώμεθα καταγώγιον, οὐ μεριμνῶμεν, οὐ φροντίζομεν. Εἰπὲ γάρ μοι· ποῦ ἐβούλου οἰκίαν ἔχειν ἐνταῦθα; ἆρα ἢ ἐν ἐρημίᾳ, ἢ ἐν μιᾷ τῶν πόλεων τῶν μικρῶν; Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ἐν ταῖς βασιλικωτάταις καὶ μεγάλαις, ἔνθα πλείων ἡ ἐμπορία, ἔνθα μείζων ἡ περιφάνεια. Ἐγὼ δέ σε εἰς πόλιν ἄγω τοιαύτην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐκεῖ παρακαλῶ κτίζειν τε καὶ οἰκοδομεῖν, δι' ἐλαττόνων χρημάτων, δι' ἐλάττονος πόνου. Ἐκείνην τὴν οἰκίαν τῶν πενήτων οἰκοδομοῦσιν αἱ χεῖρες, καὶ τοῦτο μάλιστά ἐστιν οἰκοδομή· ὡς τά γε νῦν γινόμενα, ἐσχάτης ἀνοίας. Καὶ γὰρ εἴ τις σε εἰς Περσικὴν ἤγαγε γῆν, ὀψόμενον τὰ ἐκεῖ, καὶ ἐπανήξοντα· εἶτα ἐκέλευσεν οἰκίας δείμασθαι· ἆρα οὐκ ἂν αὐτοῦ κατέγνως ἄνοιαν τὴν ἐσχάτην, ὡς ἀκαίρως δαπανᾷν κελεύοντος; Πῶς οὖν ἐπὶ τῆς γῆς τὸ αὐτὸ τοῦτο ποιεῖς, ἣν μικρὸν ὕστερον ἀπολείψῃ; Ἀλλὰ τοῖς παιδίοις καταλείψω, φησίν. Ἀλλὰ καὶ ἐκεῖνοι μικρὸν ὕστερον καταλείψουσι μετὰ σέ· πολλάκις δὲ καὶ πρὸ σοῦ· καὶ οἱ μετ' ἐκείνους πάλιν. Καὶ γίνεταί σοι καὶ ἐνταῦθα τὸ πρᾶγμα ἀθυμίας ὑπόθεσις, ὅταν τοὺς κληρονόμους κατέχοντας μὴ ἴδῃς. Ἐκεῖ δὲ οὐδὲν τοιοῦτόν ἐστιν ὑποπτεῦσαι· ἀλλ' ἀκίνητος ἡ κτῆσις μένει, καὶ σοὶ, καὶ τοῖς παιδίοις καὶ τοῖς ἐγγόνοις, ἂν τὴν αὐτὴν ἀρετὴν μιμήσωνται. Ἐκείνης τῆς οἰκοδομῆς ὁ Χριστὸς ἐφάπτεται· ἐκείνην οἰκοδομοῦντα, οὐκ ἀνάγκη ἐπιμελητὰς ἐφιστᾷν, οὐδὲ φροντίζειν, οὐδὲ μεριμνᾷν. Ὅταν γὰρ ὁ Θεὸς τὸ ἔργον ἀναδέξηται, τίς χρεία φροντίδος; Ἐκεῖνος πάντα συνάγει, καὶ ἀνίστησι τὴν οἰκίαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι οὕτως αὐτὴν οἰκοδομεῖ, ὥς σοι ἀρεστόν ἐστιν· μᾶλλον δὲ καὶ ὑπὲρ τὸ ἀρεστὸν, καὶ ὑπὲρ ὃ βούλει. Τεχνίτης γάρ ἐστιν ἄριστος, καὶ σφόδρα σου κήδεται τῶν συμφερόντων. Κἂν πένης ᾖς, καὶ βουληθῇς οἰκοδομῆσαι τὴν οἰκίαν ταύτην, οὐ φέρει σοι φθόνον, οὐδὲ τίκτει σοι βασκανίαν· Οὐδεὶς γὰρ αὐτὴν ὁρᾷ τῶν ἐπισταμένων φθονεῖν, ἀλλ' οἱ ἐπιστάμενοι χαίρειν ἄγγελοι τοῖς ἀγαθοῖς τοῖς σοῖς· οὐδεὶς αὐτὴν παρορίσαι δυνήσεται· οὐδεὶς γὰρ αὐτὴν παροικεῖ τῶν τὰ τοιαῦτα νοσούντων. Γείτονας ἔχεις ἐκεῖ, τοὺς ἁγίους, τοὺς περὶ Παῦλον καὶ Πέτρον, τοὺς προφήτας ἅπαντας, τοὺς μάρτυρας, τὸν δῆμον τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων. Διὰ δὴ ταῦτα πάντα, τὰ ὄντα εἰς τοὺς πένητας κενώσωμεν, ἵνα ἐκείνων ἐπιτύχωμεν τῶν σκηνῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.