Ancient Greek · ~21 min
Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-51
Not analysed yet
Τί ταύτης τῆς ἐξουσίας γένοιτ' ἂν ἴσον; Εἰ δὲ μὴ ἰδίᾳ δυνάμει τοῦτο ποιεῖ, τί πλέον ἕξει τῶν ἀποστόλων τῶν λεγόντων Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Εἰ γὰρ οὐ ποιῶν ἰδίᾳ δυνάμει, οὐ προσετίθει τοῦτο, ὅπερ οἱ ἀπόστολοι περὶ ἑαυτῶν ἔλεγον, ἔσονταί πως ἐκεῖνοι μᾶλλον φιλοσοφοῦντες, τῷ διακρούεσθαι τὴν δόξαν. Καὶ ἀλλαχοῦ· Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι. Εἶτα οἱ μὲν ἀπόστολοι, ἐπειδὴ οὐδὲν οἴκοθεν ἔπραττον, ταῦτα ἔλεγον ὥστε πεῖσαι τοῦτο· αὐτὸς δὲ τοιαύτην περὶ ἑαυτοῦ δόξαν ἔχων, οὐκ ἂν τὴν ὑπόνοιαν ἀνεῖλεν, εἴ γε μὴ οἰκείᾳ αὐθεντείᾳ ἐποίει; καὶ τίς ἂν τοῦτο εἴποι; Καὶ μὴν τὸ ἐναντίον ποιεῖ ὁ Χριστὸς, λέγων· Διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα πιστεύσωσιν. Ὥστε εἰ ἐπίστευον, οὐκ ἦν χρεία τῆς εὐχῆς. Εἰ δὲ μὴ ἦν ἀνάξιον αὐτοῦ τὸ εὔχεσθαι, διατί ἐκείνοις τὴν αἰτίαν λογίζεται; διατί δὲ μὴ εἶπεν, ὅτι Ἵνα πιστεύσωσιν ὅτι οὐκ εἰμί σου ἴσος; ἐχρῆν γὰρ διὰ τὴν ὑπόνοιαν πρὸς τοῦτο ἐλθεῖν. Ἀλλ' ὅτε μὲν ὑπωπτεύετο λύειν τὸν νόμον, τὴν λέξιν αὐτὴν τέθεικε, μηδὲ εἰρηκότων τι ἐκείνων· Μὴ νομίσητε ὅτι ἦλθον λῦσαι τὸν νόμον· ἐνταῦθα δὲ ἵστησι τὴν ὑπόνοιαν. Ὅλως δὲ, τί ἔδει περιόδου τοσαύτης καὶ αἰνιγμάτων; Ἤρκει γὰρ εἰπεῖν, Οὐκ εἰμὶ ἴσος, καὶ ἀπαλλαγῆναι, Τί οὖν; Οὐκ εἶπεν, φησὶν, ὅτι Οὐ ποιῶ τὸ θέλημα τὸ ἐμόν; Ἀλλὰ καὶ τοῦτο συνεσκιασμένως καὶ πρὸς τὴν ἐκείνων ἀσθένειαν, καὶ ἀπὸ τῆς αὐτῆς αἰτίας, ἀφ' ἧς καὶ ἡ εὐχὴ γέγονεν. Τί δέ ἐστιν, ὅτι Ἤκουσάς μου; Τουτέστιν, ὅτι Οὐδὲν ἐναντίον ἐμοῦ πρὸς σέ. Ὥσπερ οὖν τὸ, ὅτι Ἤκουσάς μου, οὐ τοῦτό ἐστι δηλοῦντος, ὅτι αὐτὸς οὐκ ἴσχυσεν· (εἰ γὰρ τοῦτο ἦν, οὐκ ἀδυναμία μόνον ἔσται, ἀλλὰ καὶ ἄγνοια, εἴ γε πρὸ τοῦ εὔξασθαι οὐκ ᾔδει, ὅτι μέλλει ἐπινεύειν ὁ Θεός· εἰ δὲ οὐκ ᾔδει, πῶς ἔλεγεν, ὅτι Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν· καὶ οὐκ εἶπεν, Πορεύομαι ἵνα εὔξωμαι τῷ Πατρὶ, ἵνα ἐξυπνίσῃ αὐτόν;) ὥσπερ οὖν τοῦτο οὐκ ἀσθενείας, ἀλλ' ὁμογνωμοσύνης· οὕτω καὶ τὸ, Πάντοτέ μου ἀκούεις. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι πρὸς τὴν ὑπόνοιαν τὴν ἐκείνων εἴρηται. Εἰ δὲ οὔτε ἠγνόει, οὔτε ἠσθένει, εὔδηλον ὅτι διὰ τοῦτο τὰ ταπεινὰ φθέγγεται ῥήματα, ἵνα κἂν ἐκ τῆς ὑπερβολῆς πεισθῇς καὶ ἀναγκασθῇς ὁμολογῆσαι, ὅτι οὐ τῆς ἀξίας αὐτοῦ ἐστιν, ἀλλὰ τῆς συγκαταβάσεως. Τί οὖν οἱ τῆς ἀληθείας ἐχθροί; Οὐ πρὸς τὴν ἀσθένειαν τῶν ἀκουόντων εἴρηκε, φησὶ, τὸ Ἤκουσάς μου, ἀλλ' ἵνα δείξῃ τὴν ὑπεροχήν. Καὶ μὴν τοῦτο οὐκ ἦν δεῖξαι τὴν ὑπεροχὴν, ἀλλὰ σφόδρα ταπεινῶσαι ἑαυτὸν, καὶ ἀποφῆναι οὐδὲν ἀνθρώπου πλέον ἔχοντα. Τὸ γὰρ εὔχεσθαι, οὐ κατὰ Θεὸν, οὐδὲ κατὰ σύνθρονον. Ὁρᾷς ὅτι οὐδαμόθεν ἑτέρωθεν ἐπὶ τοῦτο ἦλθεν, ἀλλὰ διὰ τὴν ἀπιστίαν ἐκείνων; Ὅρα γοῦν καὶ τὸ ἔργον μαρτυροῦν αὐτῷ τὴν αὐθεντίαν. Ἐκάλεσε, καὶ ἐξῆλθεν ὁ τεθνηκὼς συνειλημμένος. Εἶτα ἵνα μὴ δόξῃ φαντασία εἶναι τὸ πρᾶγμα (τοῦ γὰρ ἀναστῆναι τὸ ἐξελθεῖν δεδεμένον οὐκ ἔλαττον ἐδόκει εἶναι παράδοξον), Ἐκέλευσεν αὐτὸν λῦσαι, ἵνα καὶ ἁψάμενοι, καὶ πλησίον γενόμενοι, ἴδωσιν ὅτι ὄντως ἐκεῖνός ἐστι. Καί φησιν· Ἄφετε αὐτὸν ὑπάγειν. Εἶδες τὸ ἀκόμπαστον; Οὐκ ἐπάγεται αὐτὸν, οὐδὲ κελεύει μετ' αὐτοῦ περιιέναι, ὥστε μὴ δόξαι τισὶν ἐπιδείκνυσθαι· οὕτως ᾔδει μετριάζειν. Γενομένου δὲ τοῦ σημείου, οἱ μὲν ἐθαύμαζον· οἱ δὲ προσελθόντες ἀπήγγελλον τοῖς Φαρισαίοις. Τί οὖν ἐκεῖνοι; Δέον ἐκπλήττεσθαι καὶ θαυμάζειν, βουλεύονται αὐτὸν ἀνελεῖν, τὸν ἀναστήσαντα νεκρόν. Ὢ τῆς ἀνοίας. τὸν ἐν τοῖς ἄλλων σώμασι θανάτου περιγενόμενον, θανάτῳ παραδώσειν ἐνόμιζον. Καὶ λέγουσι· Τί ποιοῦμεν, ὅτι ὁ ἄνθρωπος οὗτος πολλὰ σημεῖα ποιεῖ; Ἄνθρωπον αὐτὸν ἔτι καλοῦσιν, οἱ τοσαύτην λαβόντες ἀπόδειξιν τῆς αὐτοῦ θεότητος. Τί ποιοῦμεν; Πιστεῦσαι ἔδει καὶ θεραπεῦσαι, καὶ προσκυνῆσαι, καὶ μηκέτι νομίζειν ἄνθρωπον. Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, ἔρχονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν. Τί ἐστιν ὃ βουλεύονται ποιεῖν; Τὸν λαὸν ἐπισεῖσαι βούλονται λοιπὸν, ὡς μέλλοντες κινδυνεύειν ἐπὶ ὑποψίᾳ τυραννίδος. Ἐὰν γὰρ ὀχλαγωγοῦντα, φησὶ, μάθωσιν αὐτὸν οἱ Ῥωμαῖοι, ὑποπτεύσουσιν ἡμᾶς, καὶ ἐλεύσονται, καὶ καθελοῦσιν ἡμῶν τὴν πόλιν. Τίνος ἕνεκεν; εἰπέ μοι· μὴ γὰρ ἀποστασίαν ἐδίδασκεν; οὐκ ἐπέτρεψε φόρον δοῦναι Καίσαρι; οὐχὶ βασιλέα αὐτὸν ποιῆσαι ἠθελήσατε, καὶ ἔφυγεν; οὐχὶ τὸν εὐτελῆ καὶ ἀπέριττον ἐπεδείκνυτο βίον, μήτε οἰκίαν ἔχων, μήτε ἄλλο τῶν τοιούτων οὐδέν; Ταῦτα μὲν οὖν ἔλεγον, οὐ προσδοκῶντες, ἀλλὰ βασκαίνοντες. Ἐξέβη δὲ καὶ μὴ προσδοκώντων αὐτῶν, καὶ τὸ ἔθνος καὶ τὴν πόλιν ἔλαβον, ἐπειδὴ ἀνεῖλον αὐτόν. Καὶ γὰρ πόῤῥω πάσης ὑποψίας ἦν τὰ γινόμενα. Ὁ γὰρ ἰώμενος νοσοῦντας, καὶ ἄριστον διδάσκων βίον, καὶ ἄρχουσι πείθεσθαι ἐπιτάττων, οὐχὶ τυραννίδα συνίστη, ἀλλὰ κατέλυεν. Ἀλλ' ἀπὸ τῶν προτέρων στοχαζόμεθα, φησίν. Ἀλλ' ἐκεῖνοι ἀποστασίαν ἐδίδασκον· οὗτος δὲ τοὐναντίον. Ὁρᾷς ὅτι ὑπόκρισις ἦν τὰ λεγόμενα; Τί γὰρ ἐπεδείξατο τοιοῦτον; δορυφόρους σοβοῦντας ἐπήγετο; ὀχήματα ἐπεσύρετο; οὐχὶ τὰς ἐρημίας ἐδίωκεν; Ἀλλ' ἵνα μὴ δόξωσιν ἀπὸ πάθους τοῦ ἑαυτῶν λέγειν, τὴν πόλιν φασὶ κινδυνεύειν πᾶσαν, καὶ τὸ κοινὸν ἐπιβουλεύεσθαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς εἶναι τὸν φόβον. Οὐ ταῦτα τῆς αἰχμαλωσίας ὑμῖν αἴτια γέγονεν, ἀλλὰ τὰ ἐναντία, καὶ ταύτης καὶ τῆς εἰς Βαβυλῶνα, καὶ τῆς ἐπὶ Ἀντιόχου τῆς μετὰ ταῦτα· οὐ τὸ εἶναι παρ' ὑμῖν θεραπεύοντας, ἀλλὰ τὸ εἶναι ἐν ὑμῖν ἀδικοῦντας, καὶ τὸν Θεὸν παροργίζοντας, τοῦτο ὑμᾶς ἐκδότους ἐποίησεν. Ἀλλὰ τοιοῦτον ὁ φθόνος· οὐδὲν τῶν δεόντων ὁρᾷν ἀφιεὶς, ἅπαξ πηρώσας τὴν ψυχήν. Οὐχὶ πράους ἐδίδασκεν εἶναι; οὐχὶ ῥαπιζομένους τὴν δεξιὰν, στρέφειν καὶ τὴν ἑτέραν; οὐ φέρειν ἀδικουμένους; οὐ μείζονα ἐπιδείκνυσθαι προθυμίαν πρὸς τὸ κακῶς παθεῖν, ἢ ἕτεροι ἔχουσι πρὸς τὸ κακῶς ποιῆσαι; Ταῦτ' οὖν, εἰπέ μοι, τυραννίδα συνιστῶντος, ἀλλ' οὐ τυραννίδα καθαιροῦντος;