Ancient Greek · ~15 min
Λέγει Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ὅπου ὑπάγω ἐγὼ, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι· ὕστερον δὲ ἀκολουθήσεις μοι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-57
Not analysed yet
Πάντα τοίνυν πράττωμεν, ὥστε ἀποσμῆξαι τὴν ῥυπαρίαν. Ἀποσμήχει δὲ πρῶτον τὸ λουτρόν· ὕστερον δὲ καὶ ἕτεραι ὁδοὶ πολλαὶ καὶ παντοδαπαί. Φιλάνθρωπος γὰρ ὢν ὁ Θεὸς καὶ μετὰ ταῦτα ἔδωκεν ἡμῖν ὁδοὺς ποικίλης ἀπαλλαγῆς· ὧν πρώτη πασῶν ἐστιν ἡ διὰ τῆς ἐλεημοσύνης. Ἐλεημοσύναις γὰρ, φησὶ, καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. Ἐλεημοσύνην δὲ οὐ τὴν ἐξ ἀδικίας λέγω· τοῦτο γὰρ οὐδὲ ἐλεημοσύνη, ἀλλ' ὠμότης καὶ ἀπανθρωπία. Τί γὰρ ὄφελος ἐκδῦσαι ἕτερον, καὶ ἐνδῦσαι ἕτερον; Ἀπὸ γὰρ οἴκτου τοῦ πράγματος ἄρχεσθαι δεῖ· τοῦτο δὲ ἀπανθρωπία. Κἂν γὰρ πάντα τὰ παρ' ἑτέρων δῶμεν, οὐδὲν κέρδος ἡμῖν. Καὶ δείκνυσιν ὁ Ζακχαῖος, ὃς τότε ἔφησεν ἐξιλεοῦσθαι τὸν Θεὸν, δοὺς τῶν ἀφαιρεθέντων τετραπλασίονα. Ἡμεῖς δὲ μυρία ἁρπάζοντες, καὶ ὀλίγα διδόντες, νομίζομεν ἵλεων ποιεῖν τὸν Θεὸν, οὐκ εἰδότες ὅτι μᾶλλον αὐτὸν παροξύνομεν. Εἰπὲ γάρ μοι, εἴ γε ὄνον νεκρὸν καὶ σεσηπότα ἀπὸ τῆς τριόδου καὶ τῶν ἀμφόδων ἑλκύσας ἐπὶ τὸ θυσιαστήριον ἔφερες, ἆρα οὐκ ἂν ἅπαντές σε κατέλευσαν ὡς ἐναγῆ καὶ μυσαρόν; Τί οὖν, ἐὰν ἐλέγξω, ὅτι ἡ θυσία ἡ ἐξ ἁρπαγῆς μυσαρωτέρα τούτου, ποίας τευξόμεθα ἀπολογίας; Θῶμεν γάρ τι κειμήλιον γεγενῆσθαι ἐξ ἁρπαγῆς· οὐχὶ ὄνου τεθνηκότος μᾶλλον ὄδωδε; Βούλει μαθεῖν πόση τῆς ἁμαρτίας ἡ σηπεδών ἐστιν; Ἄκουσον τοῦ Προφήτου λέγοντος· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Σὺ δὲ διὰ μὲν ῥημάτων τὸν Θεὸν ἀξιοῖς ἐπιλαθέσθαι ὧν ποιεῖς κακῶν· αὐτὸς δὲ δι' ὧν ποιεῖς ἁρπάζων καὶ πλεονεκτῶν, καὶ παρασκευάζεις μεμνῆσθαι διηνεκῶς, ἐπιτιθείς σου τὴν ἁμαρτίαν ἐπὶ τὸ θυσιαστήριον. Νῦν δὲ οὐ τοῦτο μόνον ἐστὶ τὸ ἁμάρτημα, ἀλλὰ καὶ τὸ τούτου χαλεπώτερον, ὅτι τὰς τῶν ἁγίων μολύνεις ψυχάς. Τοῦτο μὲν γὰρ λίθος ἐστὶ, καὶ ἁγιάζεται· ἐκεῖναι δὲ διὰ παντὸς αὐτὸν φέρουσι τὸν Χριστόν· καὶ τολμᾷς ἐκεῖ πέμπειν ἀπὸ τοιαύτης ἀκαθαρσίας; Οὐχὶ, φησίν· οὐκ αὐτὰ τὰ χρήματα, ἀλλ' ἕτερα. Γέλως ταῦτα καὶ λῆρος. Οὐκ οἶδας, ὅτι κἂν εἰς πολὺ πλῆθος χρημάτων τῆς ἀδικίας ἐμπέσῃ ῥανὶς, πάντα μολύνεται; Καθάπερ οὖν εἰς πηγὴν καθαρὰν κόπρον τις ἐμβαλὼν, πᾶσαν αὐτὴν ἀκάθαρτον εἰργάσατο· οὕτω καὶ ἐν πλούτῳ πλεονεξία τις εἰσελθοῦσα, πάντα ἀποπνεῖν ποιεῖ τῆς ἐκεῖθεν δυσωδίας. Εἶτα χεῖρας μὲν νιπτόμεθα, εἰς ἐκκλησίαν εἰσιόντες· τὴν δὲ καρδίαν οὐκέτι; Μὴ γὰρ αἱ χεῖρες φωνὴν ἀφιᾶσιν; Ἡ ψυχὴ προφέρει τὰ ῥήματα εἰς ἐκείνην ὁ Θεὸς καθορᾷ· οὐδὲν δεῖ τῆς τοῦ σώματος καθαρότητος, ἐκείνης μεμολυσμένης Τί γὰρ ὄφελος, ἂν τὰς ἔξωθεν μὲν χεῖρας ἀποσμήξῃς, τὰς δὲ ἔνδον ἀκαθάρτους ἔχῃς; Τὸ γὰρ δεινὸν καὶ πάντα ἀνατρέπον, τοῦτό ἐστι, ὅτι τὰ μικρὰ δεδοικότες, τῶν μεγάλων καταφρονοῦμεν. Τὸ μὲν οὖν ἀνίπτοις χερσὶν εὔξασθαι, ἀδιάφορον· τὸ δὲ ἀνίπτῳ διανοίᾳ, τοῦτό ἐστι τὸ πάντων ἔσχατον τῶν κακῶν. Ἄκουσον καὶ Ἰουδαίοις τοῖς περὶ τὰς τοιαύτας ἀκαθαρσίας ἠσχολημένοις, τί εἴρηται· Ἀπόπλυναι ἀπὸ κακίας τὴν καρδίαν σου. Ἕως πότε ἔσονταί σοι διαλογισμοὶ πόνων σου; Ἀποπλύνωμεν καὶ ἡμεῖς, μὴ βορβόρῳ, ἀλλ' ὕδατι καθαρῷ, ἐλεημοσύνῃ, καὶ μὴ πλεονεξίᾳ. Πρῶτον ἀπαλλάγηθι τοῦ ἁρπάζειν, καὶ τότε ἐπίδειξαι τὴν ἐλεημοσύνην. Ἐκκλίνωμεν ἀπὸ κακοῦ, καὶ ποιήσωμεν ἀγαθόν. Στῆσον τὰς χεῖρας ἀπὸ πλεονεξίας, καὶ οὕτως αὐτὰς ἐπὶ τὴν ἐλεημοσύνην ἄγε. Ἂν δὲ ταῖς αὐταῖς ἄλλους ἀποδύσωμεν, εἰ καὶ μὴ τοῖς ἐξ ἐκείνων ἀφῃρημένοις ἐνδύωμεν, οὐδὲ οὕτω διαφεύγομεν τὴν κόλασιν. Ἡ γὰρ ὑπόθεσις τοῦ ἱλασμοῦ πάσης πλημμελείας ὑπόθεσις γίνεται. Τοῦ γὰρ οὕτως ἐλεεῖν τὸ μὴ ἐλεεῖν κρεῖττον. Ἐπεὶ καὶ τῷ Κάϊν βέλτιον ἦν μηδὲ ὅλως προσενεγκεῖν. Εἰ δὲ ὁ τὰ ἐλάττω κομίσας, τὸν Θεὸν παρώξυνεν· ὁ τὰ ἀλλότρια διδοὺς, πῶς οὐ παροξυνεῖ; Ἐγώ σοι εἶπον, φησὶ, μὴ ἁρπάζειν· καὶ σύ με ἐξ αὐτῶν τιμᾷς; τί νομίζεις; ὅτι ἥδομαι τούτοις; Οὐκοῦν ἐρεῖ πρὸς σέ· Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος. Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Ἀλλὰ μὴ γένοιτο μηδένα ταύτης ἀκοῦσαι τῆς φωνῆς, ἀλλ' ἐλεημοσύνην καθαρὰν ἐργασαμένους, καὶ λαμπρὰς τὰς λαμπάδας ἔχοντας, οὕτως εἰς τὸν νυμφῶνα εἰσελθεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.