Ancient Greek · ~16 min
Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-59
Not analysed yet
Ἐπεὶ οὖν μέγα καὶ ἀκαταγώνιστον ἡ ἀγάπη, καὶ οὐκ ἔστι ῥῆμα ψιλὸν, ἐπιδειξώμεθα διὰ τῶν ἔργων αὐτήν. Αὐτὸς ἐχθροὺς ὄντας κατήλλαξεν, ἡμεῖς φίλοι γενόμενοι μείνωμεν· αὐτὸς ἤρξατο, ἡμεῖς κἂν ἀκολουθήσωμεν· αὐτὸς οὐκ εἰς οἰκεῖον κέρδος ἀγαπᾷ (ἀνενδεὴς γάρ ἐστιν), ἡμεῖς κἂν εἰς τὸ συμφέρον ἡμῖν· αὐτὸς ἐχθροὺς ὄντας ἐφίλησεν, ἡμεῖς κἂν φίλον ὄντα ἀγαπήσωμεν· ὡς νῦν γε τὰ ἐναντία ποιοῦμεν. Καθ' ἑκάστην γὰρ ἡμέραν βλασφημεῖται δι' ἡμᾶς ὁ Θεὸς, διὰ τὰς ἁρπαγὰς, διὰ τὰς πλεονεξίας. Καὶ τάχα τις ὑμῶν ἴσως ἐρεῖ· Καθ' ἑκάστην ἡμέραν περὶ πλεονεξίας διαλέγῃ. Εἴθε καὶ καθ' ἑκάστην νύκτα ἐνῆν τοῦτο εἰπεῖν. εἴθε καὶ ἐν ἀγορᾷ παρακολουθοῦντα, καὶ ἐπὶ τῆς τραπέζης. εἴθε καὶ γυναῖκας, καὶ φίλους, καὶ παῖδας, καὶ οἰκέτας, καὶ γεωργοὺς, καὶ γείτονας, καὶ αὐτὸ τὸ ἔδαφος, καὶ τοὺς τοίχους ἦν δυνατὸν ταύτην ἀεὶ ῥηγνύναι τὴν φωνὴν, ἵνα κἂν μικρὸν οὕτως ἐνεδώκαμεν. Τὴν γὰρ οἰκουμένην κατέλαβεν ἅπασαν τουτὶ τὸ νόσημα, καὶ τὰς πάντων κατέχει ψυχὰς, καὶ πολλὴ τοῦ μαμωνᾶ ἡ τυραννίς. Ὑπὸ Χριστοῦ ἐλυτρώθημεν, καὶ τῷ χρυσίῳ δουλεύομεν. Ἑτέρου τὴν δεσποτείαν ἀνακηρύττομεν, καὶ ἑτέρῳ πειθόμεθα· καὶ ὅπερ ἂν ἐπιτάξῃ, μετὰ προθυμίας ὑπακούομεν, καὶ γένος, καὶ φιλίαν, καὶ φύσιν, καὶ νόμους, καὶ πάντα ἠγνοήσαμεν δι' ἐκεῖνον. Οὐδεὶς ἀναβλέπει εἰς τὸν οὐρανὸν, οὐδεὶς ἐννοεῖ τὰ μέλλοντα. Ἀλλ' ἔσται καιρὸς, ὅτε οὐδὲ τῶν λόγων τούτων ἔσται κέρδος. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Ποθεινὸν τὸ χρυσίον, καὶ πολλὴν παρέχει τὴν τρυφὴν ἡμῖν, καὶ τιμίους εἶναι ποιεῖ· ἀλλ' οὐχ οὕτως, ὡς ὁ οὐρανός. Τὸν γὰρ πλουτοῦντα καὶ ἀποστρέφονται πολλοὶ καὶ μισοῦσι· τὸν δὲ ἐν ἀρετῇ ζῶντα αἰδοῦνται καὶ τιμῶσιν. Ἀλλὰ καταγελᾶται ὁ πένης, κἂν ἐνάρετος ᾖ, φησίν. Ἀλλ' οὐ παρὰ τοῖς ἀνθρώποις, ἀλλὰ παρὰ τοῖς ἀλόγοις· διόπερ οὐδὲ ἐπιστρέφεσθαι χρή. Οὐδὲ γὰρ, εἰ κατεμυκῶντο μὲν ὄνοι, καὶ κατέκραγον κολοιοὶ, οἱ δὲ σοφοὶ πάντες ἐπῄνουν ἀφέντες τοῦτο τὸ θέατρον, πρὸς τὰς τῶν ἀλόγων κραυγὰς εἴδομεν ἄν. Καὶ γὰρ ὅμοιοι κολοιῶν, καὶ ὄνων χείρους οἱ τὰ παρόντα θαυμάζοντες. Εἶτα ἂν μὲν βασιλεὺς ἐπίγειος θαυμάζῃ, οὐδένα τῶν πολλῶν ποιῇ λόγον, κἂν πάντες καταγελῶσιν· ἂν δὲ ὁ τῶν ὅλων Δεσπότης σε ἐπαινῇ, κανθάρων καὶ κωνώπων εὐφημίας ἐπιζητεῖς; Τοῦτο γὰρ οὗτοι πρὸς τὸν Θεὸν, μᾶλλον δὲ οὐδὲ τοῦτο, ἀλλ' εἴ τι τούτων εὐτελέστερον. Μέχρι τίνος ἐν βορβόρῳ στρεφόμεθα; μέχρι τίνος βλᾶκας καὶ γαστριμάργους καθίζομεν ἡμῖν θεατάς; Ἐκεῖνοι τοὺς κυβεύοντας δύνανται δοκιμάζειν καλῶς, τοὺς μεθύοντας, τοὺς τῇ γαστρὶ ζῶντας· ἀρετῆς δὲ καὶ κακίας οὐδὲ ὄναρ φαντάζεσθαι δύνανται. Εἶτα ἐὰν μέν τίς σε σκώπτῃ, ὅτι τοὺς ὀχετοὺς τῶν ἀμαρῶν οὐκ ἐπίστασαι ἕλκειν, οὐδὲν ἡγήσῃ δεινὸν, ἀλλὰ καὶ καταγελάσῃ τοῦ τὴν ἀπειρίαν ταύτην προβαλλομένου· ἀρετὴν δὲ ἀσκεῖν βουλόμενος, τοὺς οὐδὲν ταύτης εἰδότας, δοκιμαστὰς τούτων καθίζεις; Διὰ τοῦτο οὐδέποτε φθάνομεν εἰς τὴν τέχνην ἐκείνην. Οὐ γὰρ τοῖς ἐμπείροις, ἀλλὰ τοῖς ἀμαθέσιν ἐπιτρέπομεν τὰ ἡμέτερα. Ἐκεῖνοι δὲ οὐ κατὰ τὸν τῆς τέχνης λόγον, ἀλλὰ κατὰ τὴν οἰκείαν ἀμαθίαν δοκιμάζουσι. Διόπερ, παρακαλῶ, καταφρονῶμεν τῶν πολλῶν· μᾶλλον δὲ μηδὲ ἐπαίνων ἐπιθυμῶμεν, μὴ χρημάτων, μὴ πλούτου, μηδὲ κακόν τι νομίζωμεν πενίαν. Καὶ γὰρ φρονήσεως καὶ καρτερίας, καὶ πάσης φιλοσοφίας διδάσκαλος ἡμῖν ἡ πενία. Ἐπεὶ καὶ ὁ Λάζαρος πενίᾳ συνέζη, καὶ ἐστεφανοῦτο· καὶ ὁ Ἰακὼβ ἄρτου μόνου ἐπιτυχεῖν ἐπεθύμει· καὶ ὁ Ἰωσὴφ ἐν ἐσχάτῃ πενίᾳ ἐγεγόνει, καὶ οὐχὶ δοῦλος μόνον ἦν, ἀλλὰ καὶ δεσμώτης, καὶ διὰ τοῦτο μᾶλλον αὐτὸν θαυμάζομεν. Καὶ οὐχ οὕτως ἐπαινοῦμεν, ὅτε τὸν σῖτον διένεμεν, ὡς ὅτε τὸ δεσμωτήριον ᾤκει· οὐχ ὅτε τὸ διάδημα περιέκειτο, ἀλλ' ὅτε τὴν ἅλυσιν· οὐχ ὅτε ἐπὶ τοῦ θρόνου ἐκαθέζετο, ἀλλ' ὅτε ἐπεβουλεύετο, καὶ ἐπωλεῖτο. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ τοὺς ἀπὸ τῶν ἀγώνων τούτων πλεκομένους στεφάνους, μὴ πλοῦτον, καὶ τιμὴν, καὶ τρυφὰς, καὶ δυναστείαν· ἀλλὰ πενίαν, καὶ ἅλυσιν, καὶ δεσμὰ, καὶ καρτερίαν τὴν ὑπὲρ ἀρετῆς θαυμάζωμεν. Τὸ μὲν γὰρ τέλος ἐκείνων, θορύβων γέμει καὶ ταραχῆς, καὶ τῷ παρόντι συγκεκλήρωται βίῳ· ὁ δὲ τούτων καρπὸς, οὐρανὸς καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.