Ancient Greek · ~16 min
Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, οὓς ἔδωκάς μοι ἐκ κόσμου. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου τετηρήκασι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-62
Not analysed yet
Τοῦτο δὲ οὐχ ὑπὲρ τῆς τῶν Γραφῶν κατανοήσεως ἀναγινώσκειν χρὴ μόνον, ἀλλὰ καὶ ὑπὲρ τῆς περὶ τὸν βίον σπουδῆς. Καὶ γὰρ οἱ παῖδες οἱ μικροὶ τῶν μὲν μεγάλων οὐκ ἐφίενται, τὰ δὲ μηδενὸς ἄξια θαυμάζειν εἰώθασι. Καὶ γὰρ ὀχήματα, καὶ ἵππους, καὶ τὸν ὀρεωκόμον, καὶ τοὺς τροχοὺς, πάντα ἐξ ὀστράκου πεποιημένα χαίρουσι βλέποντες· ἂν δὲ βασιλέα καθήμενον ἐπ' ὀχήματος ἴδωσι χρυσοῦ, καὶ ἡμιόνων ζεῦγος λευκῶν, καὶ πολὺν τὸν κόσμον, οὐδὲ ἐπιστρέφονται. Καὶ νύμφας πάλιν ἀπὸ μὲν τῆς αὐτῆς ὕλης λαβόντες πεποιημένας, καλλωπίζουσι· τὰς δὲ ὄντως ἀληθεῖς καὶ λαμπούσας, οὐδὲ ἴσασι· καὶ ἐπὶ πολλῶν ἑτέρων τὸ αὐτὸ πάσχουσι. Τοῦτο πολλοὶ καὶ τῶν ἀνθρώπων ὑπομένουσι νῦν. Τὰ μὲν γὰρ τῶν οὐρανῶν ἀκούοντες, οὐδὲ προσέχουσι· πρὸς δὲ τὰ πήλινα πάντα ὁμοίως τοῖς παισίν εἰσιν ἐπτοημένοι, καὶ τὸν ἀπὸ τῆς γῆς πλοῦτον τεθήπασι, καὶ δόξαν καὶ τρυφὴν ἐν τῷ παρόντι βίῳ τιμῶσι· καίτοι αὐτὰ μὲν ἔστι παιδικὰ ὥσπερ ἐκεῖνα· ἐκεῖνα δὲ ζωῆς καὶ δόξης καὶ ἀνέσεως αἴτια. Ἀλλ' ὥσπερ οἱ παῖδες τούτων μὲν ἀποστερούμενοι κλαίουσιν, ἐκείνων δὲ οὐδὲ γενέσθαι ἐν ἐπιθυμίᾳ ἴσασιν· οὕτω δὴ καὶ τῶν ἀνδρῶν εἶναι δοκούντων πολλοί. Διὰ τοῦτό φησι· Μὴ παιδία γίνεσθε ταῖς φρεσί. Χρημάτων ἐρᾷς, εἰπέ μοι, καὶ οὐκ ἐρᾷς πλούτου τοῦ μένοντος, ἀλλὰ ἀθυρμάτων παιδικῶν; εἶτα ἂν μέν τινα ἴδῃς θαυμάζοντα μολύβδου νόμισμα, καὶ κατακύπτοντα ὥστε ἀνελέσθαι, καὶ καταγνώσῃ πολλὴν αὐτοῦ τὴν πενίαν· σὺ δὲ τὰ τούτων εὐτελέστερα συνάγων, ἐν τοῖς πλουτοῦσι σαυτὸν ἀριθμεῖς; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Πλούσιον γὰρ ἐκεῖνον εἶναι φήσομεν, τὸν ὑπερορῶντα τῶν παρόντων ἁπάντων. Οὐδεὶς γὰρ, οὐδεὶς τῶν μικρῶν τούτων, ἀργύρου καὶ χρυσοῦ καὶ τῆς ἄλλης φαντασίας αἱρήσεται καταγελάσαι, ἂν μὴ τῶν μειζόνων τὸν πόθον ἔχῃ, ὥσπερ οὖν οὐδὲ τοῦ μολυβδίνου νομίσματος, ἂν μὴ χρυσᾶ νομίσματα κεκτημένος ᾖ. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς ἄνθρωπον πάντα τὸν κόσμον παρατρέχοντα, μηδαμόθεν ἄλλοθεν νόμιζε τοῦτο ποιεῖν, ἢ ἀπὸ τοῦ πρὸς μείζονα βλέπειν κόσμον. Οὕτω καὶ γεωργὸς τῶν ὀλίγων πυρῶν καταφρονεῖ, ὅταν μείζονα προσδοκήσῃ τὸν ἀμητόν. Εἰ δὲ ἀδήλου τῆς ἐλπίδος οὔσης, τῶν ὄντων καταφρονοῦμεν· πολλῷ μᾶλλον ἐπὶ τῆς βεβαίας προσδοκίας τοῦτο δεῖ ποιεῖν. Διὸ δὴ δέομαι καὶ παρακαλῶ, μὴ ζημιοῦν ἑαυτοὺς, μηδὲ βόρβορον κατέχοντας ἀποστερεῖν ἑαυτοὺς τῶν ἄνωθεν θησαυρῶν, μετὰ καλάμης καὶ ἀχύρου τὸ πλοῖον εἰς τοὺς λιμένας ἄγοντας. Ὃ βούλεταί τις λεγέτω περὶ ἡμῶν, δυσχεραινέτω πρὸς τὸ συνεχὲς τῆς παραινέσεως, φλυάρους καλείτω, προσκορεῖς, ἐπαχθεῖς· οὐκ ἀποστησόμεθα συνεχῶς ὑπὲρ αὐτῶν παραινοῦντες, καὶ συνεχῶς ἐκεῖνο τὸ τοῦ προφήτου πᾶσιν ὑποφωνοῦντες ὑμῖν· Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων, καὶ ἄφαψαι αὐτὰς ἐπὶ σῷ τραχήλῳ. Μὴ σήμερον μὲν ποιήσῃς, αὔριον δὲ ἀποστῇς. Καὶ γὰρ τὸ σῶμα τοῦτο καθημερινῆς δεῖται τροφῆς. Οὕτω καὶ ἡ ψυχὴ, καὶ πολλῷ μᾶλλον ἐκείνη· κἂν μὴ καταβάλῃ, ἀσθενεστέρα γίνεται καὶ αἰσχροτέρα. Μὴ δὴ περιίδωμεν ἀπολλυμένην, ἀγχομένην. Πολλὰ λαμβάνει καθ' ἑκάστην ἡμέραν τραύματα, ἐπιθυμοῦσα, ὀργιζομένη, ῥᾳθυμοῦσα, λοιδορουμένη, ἀμυνομένη, βασκαίνουσα. Δεῖ τοίνυν αὐτῇ καὶ φάρμακα κατασκευάζειν. Οὐ μικρὸν δὲ τὸ τῆς ἐλεημοσύνης φάρμακον, πᾶσι τοῖς τραύμασιν ἐπιτεθῆναι δυνάμενον. Δότε γὰρ ἐλεημοσύνην, φησὶ, καὶ πάντα ὑμῖν ἔσται καθαρά· ἐλεημοσύνην, μὴ πλεονεξίαν· τὰ γὰρ ἐκ πλεονεξίας οὐ μένει, κἂν τοῖς δεομένοις δῷς. Ἐλεημοσύνη γὰρ, ἡ πάσης ἀπηλλαγμένη ἀδικίας ἐστίν· αὕτη πάντα ποιεῖ καθαρά. Τοῦτο καὶ νηστείας βέλτιον καὶ χαμευνίας. Καίτοι γε ἐκεῖνα μοχθηρότερα καὶ ἐπιπονώτερα, ἀλλ' αὕτη κερδαλεωτέρα· φωτίζει ψυχὴν, λιπαίνει, καλὴν καὶ ὡραίαν ποιεῖ. Οὐχ οὕτω τοὺς ἀθλητὰς ὁ τῆς ἐλαίας καρπὸς ἀνέχει, ὡς τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας τουτὶ τὸ ἔλαιον ἀνακτᾶται. Ἀλείφωμεν τοίνυν τὰς χεῖρας, ἵνα πρὸς τὸν ἀντίπαλον ἀντάρωμεν καλῶς. Ὁ μελετῶν ἐλεεῖν τὸν δεόμενον, ταχέως καὶ τοῦ πλεονεκτεῖν ἀποστήσεται Ὁ διατελῶν ἐν τῷ διδόναι πένησι, ταχέως καὶ ὀργῆς ἀποστήσεται, καὶ οὐδὲ μέγα φρονήσει ποτέ. Καθάπερ γὰρ τοὺς τετραυματισμένους συνεχῶς θεραπεύων ἰατρὸς, συστέλλεται ῥᾳδίως, ἐν ταῖς ἑτέρων συμφοραῖς τὴν ἀνθρωπίνην καθορῶν φύσιν· οὕτω καὶ ἡμεῖς ἐὰν ταῖς τῶν πενήτων συνεισέλθωμεν ἐπικουρίαις, φιλοσοφήσομεν εὐκόλως, καὶ οὐ θαυμασόμεθα πλοῦτον, οὐδὲ μέγα τι τὰ παρόντα ἡγησόμεθα, ἀλλὰ καταφρονήσομεν πάντων, καὶ μετάρσιοι γενόμενοι πρὸς τὸν οὐρανὸν, εὐκόλως ἐπιτευξόμεθα τῶν αἰωνίων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.