Ancient Greek · ~19 min
Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάῤῥου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-64
Not analysed yet
Ὢ τῆς πονηρίας. συνεχῶς ἀκούων ἐν τῷ ἱερῷ δημηγοροῦντος καὶ παῤῥησίᾳ διδάσκοντος, νῦν βούλεται μαθεῖν. Ἐπειδὴ γὰρ ἔγκλημα οὐδὲν εἶχον προσενεγκεῖν, περὶ τῶν μαθητῶν ἠρώτων ἴσως, ποῦ εἰσιν, καὶ τίνος ἕνεκεν αὐτοὺς συνέλεξε, καὶ τί βουλόμενος, καὶ ἐπὶ τίσι. Τοῦτο δὲ ἔλεγεν, ὡσανεὶ στασιαστὴν καὶ νεωτεροποιὸν ἐλέγξαι θέλων, ὡς οὐδενὸς ἑτέρου προσέχοντος αὐτῷ, ἀλλ' ἢ μόνων ἐκείνων, ὡς ἐργαστηρίου τινὸς ὄντος πονηροῦ. Τί οὖν ὁ Χριστός; Τοῦτο ἀνατρέπων, φησίν· Ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ, οὐχὶ τοῖς μαθηταῖς ἰδίᾳ· ἐγὼ παῤῥησίᾳ ἐδίδαξα ἐν τῷ ἱερῷ. Τί οὖν; οὐδὲν ἐλάλησεν ἐν τῇ κρυφῇ; Ἐλάλησε μὲν, ἀλλ' οὐχ, ὡς οὗτοι ἐνόμιζον, δεδοικὼς καὶ συστάσεις ποιούμενος, ἀλλ' εἴ που τῆς τῶν πολλῶν ἀκροάσεως ἀνώτερα τὰ λεγόμενα ἦν. Τί με ἐπερωτᾷς; Ἐρώτησον τοὺς ἀκηκοότας. Οὐκ αὐθαδιαζομένου ἐστὶ τὰ ῥήματα, ἀλλὰ θαῤῥοῦντος τῇ τῶν εἰρημένων ἀληθείᾳ. Ὅπερ οὖν ἀεχόμενος ἔλεγεν· Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, τοῦτο καὶ νῦν αἰνίττεται, ἐκ περιουσίας βουλόμενος ἀξιόπιστον καταστῆσαι τὴν μαρτυρίαν. Ἐπειδὴ γὰρ τῶν μαθητῶν, ὡς μαθητῶν ἐμνημόνευσε, τί φησιν; Ἐμὲ περὶ τῶν ἐμῶν ἐρωτᾷς; ἐρώτησον τοὺς ἐχθροὺς, τοὺς ἐπιβούλους, τοὺς δήσαντας· οὗτοι λεγέτωσαν. Αὕτη γάρ ἐστι τῆς ἀληθείας ἀναμφισβήτητος ἡ ἀπόδειξις, ὅταν τοὺς ἐχθρούς τις ὑπὲρ ὧν λέγει καλῇ μάρτυρας. Τί οὖν ὁ ἀρχιερεύς; Δέον οὕτω ποιήσασθαι τὴν ἐξέτασιν, τοῦτο μὲν οὐκ ἐποίησεν ἐκεῖνος· Εἷς δὲ τῶν παρεστηκότων ὑπηρετῶν ἔδωκεν αὐτῷ ῥάπισμα ταῦτα εἰπόντι. Τί τούτου γένοιτ' ἂν ἰταμώτερον; Φρίξον, οὐρανὲ, ἔκστηθι γῆ τῇ τοῦ Δεσπότου μακροθυμίᾳ, καὶ τῇ τῶν δούλων ἀγνωμοσύνῃ. Καίτοι τί ποτε ἦν τὸ λεχθέν; οὐ γὰρ ὡς παραιτούμενος εἰπεῖν ἔλεγεν· Τί με ἐρωτᾷς; ἀλλὰ πᾶσαν ἐκκόψαι βουλόμενος ἀγνωμοσύνης ὑπόθεσιν. Καὶ ἐπὶ τούτοις ῥαπισθεὶς, πάντα σεῖσαι καὶ ἀφανίσαι καὶ μετακινῆσαι δυνάμενος, τούτων μὲν οὐδὲν ποιεῖ· φθέγγεται δὲ ῥήματα πᾶσαν δυνάμενα θηριωδίαν ἐκλῦσαι. Καί φησιν· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· τουτέστιν, Εἰ μὲν ἔχεις ἐπιλαβέσθαι τῶν εἰρημένων, ἀπόδειξον· εἰ δὲ οὐκ ἔχεις, Τί με τύπτεις; Ὁρᾷς τὸ δικαστήριον θορύβου γέμον καὶ ταραχῆς καὶ θυμοῦ καὶ συγχύσεως; Ἠρώτησεν ὁ ἀρχιερεὺς ὑπούλως καὶ δολερῶς· ἀπεκρίνατο ὁ Χριστὸς ἐξ εὐθείας καὶ ὡς ἐχρῆν. Τί τοίνυν τὸ ἀκόλουθον ἦν; Διελέγξαι ἢ ἀποδέξασθαι τὸ εἰρημένον. Ἀλλ' οὐ γίνεται· ἀλλ' ὁ δοῦλος αὐτὸν ῥαπίζει. Οὕτως οὐχὶ δικαστήριον, ἀλλὰ σύστασις καὶ τυραννὶς τὰ γινόμενα. Εἶτα μηδὲ οὕτως εὑρίσκοντές τι πλέον, Πέμπουσιν αὐτὸν δεδεμένον πρὸς Καϊάφαν. Ἦν δὲ Πέτρος ἑστὼς, καὶ θερμαινόμενος. Βαβαὶ, πόσῳ κάρῳ κατείχετο ὁ θερμὸς καὶ μεμηνὼς, ἀπαγομένου τοῦ Ἰησοῦ; Καὶ μετὰ τοσαῦτα οὐδὲ κινεῖται λοιπὸν, ἀλλ' ἔτι θερμαίνεται, ἵνα μάθῃς ὅση τῆς φύσεως ἡ ἀσθένεια, ὅταν Θεὸς ἐγκαταλίπῃ· καὶ ἐρωτηθεὶς πάλιν ἀρνεῖται. Εἶτα λέγει, Ὁ συγγενὴς τοῦ δούλου, οὗ ἀπέκοψεν ὁ Πέτρος τὸ ὠτίον, ἀλγῶν ἐπὶ τῷ γεγενημένῳ· Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ; Καὶ οὐδὲ ὁ κῆπος αὐτὸν εἰς μνήμην τῶν γεγενημένων ἤγαγεν, οὐδὲ ἡ πολλὴ φιλοστοργία, ἣν ἐκεῖ διὰ τῶν ῥημάτων ἐπεδείξατο ἐκείνων, ἀλλὰ πάντα ταῦτα ὑπὸ τῆς ἀγωνίας ἐξέβαλε. Τί δήποτε δὲ οἱ εὐαγγελισταὶ ὁμοφώνως περὶ αὐτοῦ ἀνέγραψαν; Οὐχὶ τοῦ μαθητοῦ κατηγοροῦντες, ἀλλ' ἡμᾶς παιδεῦσαι βουλόμενοι, πόσον κακὸν τὸ μὴ Θεῷ τὸ πᾶν ἐπιτρέπειν, ἀλλ' ἑαυτῷ θαῤῥεῖν. Σὺ δὲ θαύμασον τοῦ Διδασκάλου τὴν κηδεμονίαν, ὅτι καὶ κατεχόμενος, καὶ δεδεμένος πολλὴν ἐποιεῖτο τοῦ μαθητοῦ πρόνοιαν, διὰ τοῦ βλέμματος αὐτοῦ κείμενον ἀνιστὰς, καὶ εἰς δάκρυα καθέλκων. Ἄγουσιν οὖν αὐτὸν πρὸς Πιλᾶτον ἀπὸ τοῦ Καϊάφα. Ἐγένετο δὲ τοῦτο, ἵνα τῶν δικαστῶν τὸ πλῆθος καὶ ἀκόντων αὐτῶν ἐπιδείξῃ τὸ βεβασανισμένον τῆς ἀληθείας. Ἦν δὲ πρωΐα. Πρὶν ἢ μὲν ἀλέκτορα φωνῆσαι, πρὸς Καϊάφαν ἄγεται· πρωῒ πρὸς Πιλᾶτον. Δι' ὧν δείκνυται ὁ εὐαγγελιστὴς, ὅτι τὸ ἥμισυ τῆς νυκτὸς ἅπαν ὑπὸ Καϊάφα ἐρωτώμενος, οὐδὲν ἐξηλέγχετο· διὸ καὶ παρέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. Ἀλλ' ἐκεῖνα τοῖς ἄλλοις ἀφεὶς διηγήσασθαι, αὐτὸς τὰ ἑξῆς λέγει. Καὶ σκόπει τῶν Ἰουδαίων τὸ καταγέλαστον. Τὸν ἀθῶον συλλαβόντες, καὶ ὅπλα βαστάσαντες, εἰς τὸ πραιτώριον οὐκ εἰσέρχονται, Ἵνα μὴ μιανθῶσι. Καίτοι ποῖος μολυσμὸς, εἰπέ μοι, ἐπιβῆναι δικαστηρίῳ, ἔνθα δίκην οἱ ἀδικοῦντες διδόασιν; Οἱ ἀποδεκατοῦντες τὸν ἡδύοσμον καὶ τὸ ἄνηθον, φονῶντες μὲν ἀδίκως οὐκ ἐνόμιζον μιαίνεσθαι· δικαστηρίῳ δὲ καὶ ἐπιβαίνοντες μιαίνειν ἑαυτοὺς ἡγοῦντο. Καὶ τίνος ἕνεκεν αὐτὸν οὐκ ἀνεῖλον, ἀλλ' ἐπὶ τὸν Πιλᾶτον ἤγαγον; Μάλιστα μὲν τὸ πολὺ τῆς ἀρχῆς αὐτῶν καὶ τῆς ἐξουσίας ὑπετέτμητο λοιπὸν, ὑπὸ Ῥωμαίους τῶν πραγμάτων κειμένων. Καὶ ἄλλως δὲ, ἐδεδοίκεισαν μὴ δίκην ὕστερον δώσειν κατηγορηθέντες παρ' αὐτοῦ. Τί δέ ἐστιν, Ἵνα φάγωσι τὸ Πάσχα; Καὶ μὴν αὐτὸς ἦν αὐτὸ πεποιηκὼς τῇ μιᾷ τῶν Ἀζύμων. Ἤτοι οὖν τὸ Πάσχα τὴν ἑορτὴν πᾶσαν λέγει· ἢ ὅτι τότε ἐποίουν τὸ Πάσχα, αὐτὸς δὲ πρὸ μιᾶς αὐτὸ παρέδωκε, τηρῶν τὴν ἑαυτοῦ σφαγὴν τῇ παρασκευῇ, ὅτε καὶ τὸ παλαιὸν ἐγίνετο τὸ Πάσχα. Αὐτοὶ δὲ ὅπλα βαστάσαντες, ὅπερ οὐκ ἐξῆν, καὶ αἷμα ἐκχέοντες, ὑπὲρ τοῦ τόπου ἀκριβολογοῦνται, καὶ ἐξάγουσι πρὸς ἑαυτοὺς τὸν Πιλᾶτον. Καὶ ἐξελθών φησι· Τίνα κατηγορίαν ἔχετε κατὰ τοῦ ἀνθρώπου τούτου·