Ancient Greek · ~11 min
Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί· Μαρία δὲ εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-67
Not analysed yet
Τοῦτο γοῦν πρῶτον μετὰ τὴν ἀνάστασιν εἶπε τὸ ῥῆμα (διὸ καὶ Παῦλος πανταχοῦ φησι, Χάρις ὑμῖν καὶ εἰρήνη)· ταῖς δὲ γυναιξὶ χαρὰν εὐαγγελίζεται, διότι ἐν λύπαις τὸ γένος ἐκεῖνο ἦν, καὶ ταύτην ἐδέξατο πρώτην χαράν. Καταλλήλως μὲν οὖν τοῖς ἀνδράσι, διὰ τὸν πόλεμον, εἰρήνην· ταῖς δὲ γυναιξὶ, διὰ τὴν λύπην, εὐαγγελίζεται χαράν. Πάντα δὲ καταλύσας τὰ λυπηρὰ, ἐπιλέγει τὰ κατορθώματα τοῦ σταυροῦ· ταῦτα δὲ ἦν ἡ εἰρήνη. Ἐπεὶ οὖν ἅπαντα ἀνῄρηται τὰ κωλύματα, καὶ τὴν νίκην κατέστησε λαμπρὰν, καὶ κατώρθωται πάντα· εἶτα λοιπόν φησι· Καθὼς ἀπέστειλέ με ὁ Πατὴρ, κἀγὼ πέμπω ὑμᾶς. Οὐδεμίαν ἔχετε δυσκολίαν ἀπό τε τῶν ἤδη γεγενημένων, ἀπό τε τῆς ἀξίας ἐμοῦ τοῦ πέμποντος. Ἐνταῦθα ἐπαίρει αὐτῶν τὴν ψυχὴν, καὶ δείκνυσι πολὺ τὸ ἀξιόπιστον, εἴ γε μέλλοιεν αὐτοῦ τὸ ἔργον ἀναδέχεσθαι. Καὶ οὐκέτι παράκλησις πρὸς τὸν Πατέρα γίνεται, ἀλλ' αὐθεντίᾳ δίδωσιν αὐτοῖς τὴν δύναμιν. Ἐνεφύσησε γὰρ, καὶ εἶπε· Λάβετε Πνεῦμα ἅγιον. Ὧν ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται, καὶ ὧν κρατῆτε, κεκράτηνται. Καθάπερ γάρ τις βασιλεὺς ἄρχοντας ἀποστέλλων, ἐξουσίαν εἰς δεσμωτήριον καὶ ἐμβαλεῖν, καὶ ἀφιέναι δίδωσιν· οὕτω καὶ τούτους ἐκπέμπων, ταύτῃ περιβάλλει τῇ δυνάμει. Πῶς οὖν φησιν· Ἐὰν μὴ ἀπέλθω, ἐκεῖνος οὐ μὴ ἔλθῃ, καὶ δὴ τὸ Πνεῦμα δίδωσι; Τινὲς μέν φασιν, ὅτι οὐ τὸ Πνεῦμα ἔδωκεν, ἀλλ' ἐπιτηδείους αὐτοὺς πρὸς ὑποδοχὴν δι' ἐμφυσήματος κατέστησεν. Εἰ γὰρ ἄγγελον ἰδὼν ὁ Δανιὴλ ἐξέστη, τί τὴν ἀπόῤῥητον χάριν ἐκείνην δεχόμενοι οὐκ ἂν ἔπαθον, εἰ μὴ μαθητὰς αὐτοὺς πρότερον κατεσκεύασε; Διὰ τοῦτο οὐκ εἶπε, φησὶν, Ἐλάβετε Πνεῦμα ἅγιον· ἀλλὰ, Λάβετε Πνεῦμα ἅγιον. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τότε εἰληφέναι αὐτοὺς λέγων ἐξουσίαν τινὰ πνευματικὴν καὶ χάριν· ἀλλ' οὐχ ὥστε νεκροὺς ἐγείρειν καὶ δυνάμεις ποιεῖν, ἀλλ' ὥστε ἀφεῖναι ἁμαρτήματα· διάφορα γὰρ τὰ χαρίσματα τοῦ Πνεύματος. Διὸ ἐπήγαγεν· Ὧν ἂν ἀφῆτε, ἀφέωνται, δεικνὺς ποῖον εἶδος ἐνεργείας δίδωσιν. Ἐκεῖ δὲ μετὰ τεσσαράκοντα ἡμέρας τὴν τῶν σημείων ἔλαβον ἐνέργειαν· διό φησι· Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ· μάρτυρες δὲ διὰ τῶν σημείων ἐγίνοντο. Καὶ γὰρ ἄφατος ἡ τοῦ Πνεύματος χάρις καὶ πολυειδὴς ἡ δωρεά. Τοῦτο δὲ γίνεται, ἵνα μάθῃς, ὅτι Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου μία ἡ δωρεὰ καὶ ἐξουσία. Ἃ γὰρ δοκεῖ ἰδιάζοντα εἶναι τοῦ Πατρὸς, ταῦτα καὶ τοῦ Υἱοῦ εἶναι φαίνεται, καὶ τοῦ ἁγίου Πνεύματος. Πῶς οὖν οὐδεὶς ἔρχεται πρὸς τὸν Υἱὸν, φησὶν, Ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν; Ἀλλὰ τοῦτο δείκνυται τοῦ Υἱοῦ ὄν. Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ὁδός· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Ὅρα δὲ αὐτὸ καὶ τοῦ Πνεύματος ὄν. Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν Χριστὸν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Καὶ πάλιν, τοὺς ἀποστόλους ποτὲ μὲν ὑπὸ τοῦ Πατρὸς, ποτὲ δὲ ὑπὸ τοῦ Υἱοῦ, ποτὲ δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος δεδόσθαι τῇ Ἐκκλησίᾳ, καὶ τὰς διαιρέσεις τῶν χαρισμάτων Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ὁρῶμεν οὔσας.