Ancient Greek · ~17 min
Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας εἰς τὰ μέρη Τιβεριάδος· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς, ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. Ἀπῆλθε δὲ εἰς ὄρος ὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-14
Not analysed yet
Μάθωμεν τοίνυν, ἀγαπητοὶ, τῆς τιμῆς τῆς παρὰ ἀνθρώποις καταφρονεῖν καὶ μὴ ἐφίεσθαι. Τετιμήμεθα γὰρ τιμὴν μεγίστην, καὶ πρὸς ἣν αὕτη παραβαλλομένη, ὕβρις καὶ γέλως καὶ κωμῳδία ὄντως ἐστίν· ὥσπερ οὖν καὶ ὁ πλοῦτος οὗτος πρὸς ἐκεῖνον πενία, καὶ ἡ ζωὴ αὕτη χωρὶς ἐκείνης νέκρωσις (Ἄφες, φησὶ, τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς)· οὕτω καὶ ἡ δόξα αὕτη πρὸς ἐκείνην αἰσχύνη καὶ γέλως ἐστί. Μὴ τοίνυν αὐτὴν διώκωμεν. Εἰ γὰρ οἱ παρέχοντες αὐτὴν σκιᾶς καὶ ὀνείρων εἰσὶν εὐτελέστεροι, πολλῷ μᾶλλον αὐτὴ ἡ δόξα· Δόξα γὰρ ἀνθρώπου ὡς ἄνθος χόρτου. Τί δὲ ἄνθους χόρτου εὐτελέστερον γένοιτ' ἄν; Εἰ δὲ καὶ μόνιμος ἦν, τί τὴν ψυχὴν ὠφελῆσαι ἴσχυσεν ἄν; Οὐδέν· ἀλλὰ καὶ καταβλάπτει τὰ μέγιστα, δούλους ποιοῦσα, δούλους ἀργυρωνήτων χείρους, δούλους οὐχ ἑνὶ δεσπότῃ μόνον, ἀλλὰ καὶ δυσὶ καὶ τρισὶ καὶ μυρίοις διάφορα ἐπιτάττουσιν ὑπακούοντας. Πόσῳ βέλτιον ἐλεύθερον εἶναι, ἢ δοῦλον, ἐλεύθερον μὲν τῆς τῶν ἀνθρώπων δουλείας, δοῦλον δὲ τῆς τοῦ Θεοῦ δεσποτείας; Ὅλως δὲ εἰ βούλει δόξης ἐρᾷν, ἔρα δόξης, ἀλλὰ τῆς ἀθανάτου. Καὶ γὰρ λαμπρότερον αὐτῆς τὸ θέατρον, καὶ μεῖζον τὸ κέρδος. Οὗτοι μὲν γάρ σε κελεύουσι δαπανώμενον ἀρέσκειν αὐτοῖς· ὁ δὲ Χριστὸς τοὐναντίον ἅπαν. Καὶ γὰρ ἑκατονταπλασίονά σοι δίδωσι τῶν διδομένων παρὰ σοῦ, καὶ ζωὴν αἰώνιον τούτοις προστίθησι. Τί τοίνυν βέλτιον, ἐν τῇ γῇ, ἢ ἐν τοῖς οὐρανοῖς, ὑπὸ ἀνθρώπων, ἢ ὑπὸ Θεοῦ θαυμάζεσθαι; ἐπὶ ζημίᾳ, ἢ ἐπὶ κέρδει; στεφανοῦσθαι πρὸς μίαν ἡμέραν, ἢ πρὸς ἀπείρους αἰῶνας; Δὸς τῷ δεομένῳ, καὶ μὴ δῷς τῷ ὀρχουμένῳ, ἵνα μὴ μετὰ τῶν σῶν χρημάτων καὶ τὴν ψυχὴν ἀπολέσῃς τὴν ἐκείνου. Σὺ γὰρ αἴτιος εἶ τῆς ἀπωλείας τῆς ἐκείνου διὰ τῆς ἀκαίρου φιλοτιμίας. Εἰ γὰρ οἱ ἐπὶ τῆς ὀρχήστρας ᾔδεσαν ὅτι τὸ ἐπιτήδευμα αὐτοῖς ἀκερδὲς ἔμελλεν ἔσεσθαι, πάλαι ἂν ἐπαύσαντο ταῦτα ἐπιτηδεύοντες· ὅταν δέ σε κροτοῦντα, συντρέχοντα, ἀναλίσκοντα, ἅπαντα τὰ σαυτοῦ δαπανῶντα θεάσωνται, κἂν μὴ βούλωνται τοῦτο μετιέναι, τῇ τοῦ κέρδους ἐπιθυμίᾳ κατέχονται. Εἰ δὲ ἔγνωσαν, ὅτι οὐδεὶς ἂν ἐπαινέσειε τὰ ἐκείνων, ταχέως ἂν ἀπέστησαν τῶν πόνων διὰ τὸ ἀκερδές· ὅταν δὲ ἴδωσι τὸ πρᾶγμα παρὰ πολλῶν θαυμαζόμενον, γίνεται δέλεαρ αὐτοῖς ὁ τῶν ἄλλων ἔπαινος. Ἀποστῶμεν τοίνυν τῆς ἀκερδοῦς δαπάνης· μάθωμεν ἐπὶ τίσιν ἀναλίσκειν καὶ πότε χρή. Μὴ δὴ ἀμφοτέρωθεν παροξύνωμεν τὸν Θεὸν, καὶ συνάγοντες ὅθεν οὐ χρὴ, καὶ σκορπίζοντες εἰς ἅπερ οὐ δεῖ. Πόσης γὰρ οὐκ ἂν ἄξιον εἴη ὀργῆς, ὅταν τῇ πόρνῃ διδῷς, παρατρέχων τὸν πένητα; Εἰ γὰρ καὶ ἐκ δικαίων πόνων παρεῖχες, οὐχὶ ἔγκλημα ἦν τὸ πρᾶγμα, μισθὸν κακίας παρέχειν, καὶ ὑπὲρ ὧν κολάζειν ἐχρῆν, ὑπὲρ τούτων τιμᾷν; Ὅταν δὲ καὶ ὀρφανοὺς ἀποδύων, καὶ χήρας ἀδικῶν, τρέφῃς ἀσέλγειαν, ἐννόησον ἡλίκον τοῖς ταῦτα τολμῶσιν ἔσται τὸ πῦρ. Ἄκουσον τί φησιν ὁ Παῦλος· Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Τάχα σφοδρῶς ὑμῶν καθηψάμεθα, ἀλλὰ κἂν ἡμεῖς μὴ καθαψώμεθα, αἱ διὰ τῶν πραγμάτων μένουσι τιμωρίαι τοὺς ἀδιόρθωτα ἁμαρτάνοντας. Τί οὖν ὄφελος ἐν τοῖς λόγοις χαρίζεσθαι τοῖς διὰ τῶν ἔργων κολάζεσθαι μέλλουσι; Συνευδοκεῖς τῷ ὀρχουμένῳ, ἐπαινεῖς καὶ θαυμάζεις; Οὐκοῦν ἐκείνου γέγονας χείρων. Τῷ μὲν γὰρ ἡ πενία συγγνώμην δίδωσιν, εἰ καὶ λόγον οὐκ ἔχουσαν· σὺ δὲ καὶ ταύτης ἀπεστέρησαι τῆς ἀπολογίας. Κἀκεῖνον μὲν ἐὰν ἔρωμαι, τί δήποτε τὰς ἄλλας τέχνας ἀφεὶς, ἐπὶ ταύτην ἦλθες τὴν ἐναγῆ καὶ μιαράν; ἐρεῖ, ὅτι ἔξεστιν ὀλίγα πονοῦντα, πολλὰ καρποῦσθαι. Σὲ δὲ ἐὰν ἔρωμαι, τί δήποτε θαυμάζεις τὸν ἐν ἀσελγείᾳ βιοῦντα καὶ ἐπὶ λύμῃ ζῶντα πολλῶν; οὐκ ἔχεις ἐπὶ τὴν αὐτὴν πρόφασιν καταφεύγειν, ἀλλὰ ἀνάγκη κάτω κύπτειν, καὶ αἰσχύνεσθαι καὶ ἐρυθριᾷν. Εἰ δὲ παρ' ἡμῶν εὐθύνας ἀπαιτούμενος οὐδὲν ἂν σχοίης εἰπεῖν, ὅταν τὸ φοβερὸν ἐκεῖνο καὶ ἀπαραίτητον παραγένηται δικαστήριον, ἔνθα τῶν νοημάτων, καὶ πραγμάτων, καὶ πάντων τίνομεν εὐθύνας, πῶς στησόμεθα; ποίοις ὀφθαλμοῖς τὸν κριτὴν ὀψόμεθα; τί ἐροῦμεν; τί ἀπολογησόμεθα; ποίαν εὔλογον, ποίαν ἄλογον προβαλούμεθα πρόφασιν; τὴν τῆς δαπάνης; τὴν τῆς τέρψεως; ἢ τὴν τῆς ἑτέρων ἀπωλείας, οὓς διὰ τῆς ἐκείνου τέχνης ἀπόλλυμεν; Οὐκ ἔστιν οὐδὲν εἰπεῖν, ἀλλ' ἀνάγκη κολάζεσθαι κόλασιν τέλος οὐκ ἔχουσαν, πέρας οὐκ ἐπισταμένην. Ὅπερ ἵνα μὴ γένηται, ἐντεῦθεν ἤδη πάντα φυλαξώμεθα, ἵνα μετὰ χρηστῆς ἐλπίδος ἀπελθόντες, τύχωμεν τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.