Ancient Greek · ~19 min
Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· «Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Μή τι ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός; Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-17
Not analysed yet
Πάλιν, εἰ πολὺν ἔμελλε χρόνον παρεῖναι, καὶ οὕτως ὕπτιοι ἂν ἐγένοντο Νῦν δὲ πάντοθεν αὐτοὺς συνελαύνει καὶ φοβεῖ. Τὸ δὲ, Ὑπάγω πρὸς τὸν πέμψαντά με, δεικνύντος ἐστὶν οὐδεμίαν αὐτῷ γενησομένην βλάβην ἀπὸ τῆς ἐπιβουλῆς τῆς αὐτῶν, καὶ τὸ πάθος ἑκούσιον. Δύο τοίνυν προεῖπε προῤῥήσεις, ὅτι μετὰ μικρὸν ἀπελεύσεται χρόνον, καὶ ὅτι οὐχ ἥξουσι πρὸς αὐτόν· ὅπερ οὐκ ἦν ἀνθρωπίνης διανοίας, τὴν ἑαυτοῦ τελευτὴν προειπεῖν. Ὅρα γοῦν καὶ τὸν Δαυῒδ λέγοντα Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. Καὶ ὅλως οὐδείς ἐστιν ὁ μαθὼν τοῦτο. Ἐκ δὲ τοῦ ἑνὸς καὶ τὸ ἕτερον πιστοῦται. Ἐγὼ δὲ οἶμαι, καὶ πρὸς τοὺς ὑπηρέτας τοῦτο αἰνίττεσθαι, καὶ πρὸς αὐτοὺς τὸν λόγον ἀποτείνειν, ᾧ μάλιστα αὐτοὺς ἐπεσπάσατο, δείξας ἑαυτὸν εἰδότα τῆς ἀφίξεως τὴν αἰτίαν, ὡσανεὶ ἔλεγε· περιμείνατε μικρὸν, καὶ ἀπελεύσομαι. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι; Καὶ μὴν τοὺς ἐπιθυμοῦντας ἀπαλλαγῆναι, τοὺς πάντα πράττοντας ὥστε μὴ βλέπειν αὐτὸν, οὐκ ἐχρῆν τοῦτο ζητεῖν, ἀλλ' εἰπεῖν, ὅτι Καὶ ἀσμενίζομεν, καὶ πότε γὰρ τοῦτο ἔσται; Ἀλλ' ἔπαθόν τι πρὸς τὰ λεχθέντα, καὶ ζητοῦσι πρὸς ἑαυτοὺς ἀνοήτως ὑποπτεύοντες, ποῦ μέλλει πορεύεσθαι. Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων; Τί ἐστιν, Εἰς διασπορὰν τῶν Ἑλλήνων; Οὕτω τὰ ἔθνη ἐκάλουν οἱ Ἰουδαῖοι, διὰ τὸ πανταχοῦ διεσπάρθαι, καὶ ἀδεῶς ἀλλήλοις ἐπιμίγνυσθαι. Τοῦτο δὲ καὶ αὐτοὶ λοιπὸν τὸ ὄνειδος ὑπέμειναν· διασπορὰ γὰρ ἦσαν καὶ αὐτοί. Τὸ γὰρ παλαιὸν ἅπαν τὸ ἔθνος εἰς ἓν συνείλεκτο, καὶ οὐκ ἦν ἀλλαχοῦ Ἰουδαῖον εὑρεῖν, ἀλλ' ἢ ἐν Παλαιστίνῃ μόνῃ. Πρὸς δὲ τοῦτο διασπορὰν τοὺς Ἕλληνας ἐκάλουν, ὀνειδίζοντες καὶ μεγαλαυχοῦντες ἐφ' ἑαυτοῖς. Τί οὖν ἐστιν, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; Ἐκείνοις δὲ πάντες ἐπεμίγνυντο τότε, καὶ πανταχοῦ τῆς οἰκουμένης ἦσαν Ἰουδαῖοι. Οὐκ ἂν οὖν, εἰ τοὺς Ἕλληνας ἐδήλου, εἶπεν, Ὅπου οὐ δύνασθε ἐλθεῖν. Εἰπόντες δὲ, Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι; οὐκ εἶπον, Καὶ λυμαίνεσθαι αὐτοὺς, ἀλλὰ, Διδάσκειν. Οὕτως ἤδη καθυφῆκαν τῆς ὀργῆς, καὶ τοῖς λεχθεῖσιν ἐπίστευσαν. Οὐκ ἂν δὲ, εἰ μὴ ἐπίστευσαν, ἐζήτησαν πρὸς ἑαυτοὺς τίς ἐστιν ὁ λόγος. Ἀλλὰ ταῦτα μὲν εἴρητο πρὸς ἐκείνους· δέος δὲ, μὴ καὶ πρὸς ἡμᾶς καιρὸν ἔχῃ τὰ λεγόμενα, ὅτι Ὅπου ἐστὶν, οὐ δυνάμεθα ἀπελθεῖν, διὰ τὸν βίον ἡμῶν τὸν ἁμαρτημάτων γέμοντα. Περὶ μὲν γὰρ τῶν μαθητῶν φησι, Θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ· περὶ δὲ ἡμῶν δέδοικα μὴ τοὐναντίον λεχθῇ, ὅτι Ὅπου εἰμὶ ἐγὼ, οὐ δύνασθε ἐλθεῖν. Ὅταν γὰρ ἐναντία τῶν προσταγμάτων πράττωμεν, πῶς δυνησόμεθα ἀπελθεῖν ἐκεῖ; Καὶ γὰρ καὶ κατὰ τὸν παρόντα βίον, εἴ τις τῶν στρατευομένων ἀνάξια πράττοι τοῦ βασιλέως, οὐ δυνήσεται τὸν βασιλέα ἰδεῖν, ἀλλὰ, τῆς ἀρχῆς παραλυθείσης, τὴν ἐσχάτην ὑποστήσεται κόλασιν. Ὅταν οὖν ἁρπάζωμεν, πλεονεκτῶμεν· ὅταν ἀδικῶμεν, πλήττωμεν· ὅταν μὴ ἐλεημοσύνην ἐργασώμεθα, οὐ δυνησόμεθα ἀπελθεῖν ἐκεῖσε, ἀλλὰ καὶ πεισόμεθα ὃ γέγονε ταῖς παρθένοις. Ὅπου γὰρ ἦν, οὐκ ἐδυνήθησαν εἰσελθεῖν, ἀλλ' ἀνεχώρησαν, σβεσθεισῶν αὐτῶν τῶν λαμπάδων· τουτέστι, τοῦ χαρίσματος αὐτὰς καταλιπόντος. Τὴν γὰρ φλόγα ἐκείνην ἣν εὐθέως ἐδεξάμεθα τῇ τοῦ Πνεύματος χάριτι, ἂν μὲν βουλώμεθα, σφοδροτέραν ἐργασόμεθα αὐτήν· ἂν δὲ μὴ βουλώμεθα, ταχέως αὐτὴν ἀπολέσομεν. Σβεσθείσης δὲ ἐκείνης, οὐδὲν ἕτερον, ἀλλ' ἢ σκότος ἐν ταῖς ἡμετέραις ἔσται ψυχαῖς. Ὥσπερ γὰρ καιομένης τῆς λαμπάδος πολὺ τὸ φῶς· οὕτω διαλυθείσης οὐδὲν ἕτερον, ἀλλ' ἢ γνόφος ἔσται. Διό φησι, Τὸ πνεῦμα μὴ σβέννυτε. Σβέννυται δὲ, ὅταν ἔλαιον μὴ ἔχῃ, ὅταν ἀνέμου σφοδροτέρα τις ἐμβολὴ γένηται, ὅταν συνέχηται καὶ στενοχωρῆται (καὶ γὰρ οὕτω σβέννυται πῦρ)· συνέχεται δὲ ὑπὸ φροντίδων βιωτικῶν, καὶ σβέννυται ὑπὸ ἐπιθυμίας πονηρᾶς. Οὐδὲν δὲ αὐτὴν πρὸς τοῖς εἰρημένοις οὕτω σβέννυσιν, ὡς ἀπανθρωπία, καὶ ὠμότης, καὶ ἁρπαγή. Ὅταν γὰρ τῷ ἔλαιον μὴ ἔχειν, καὶ ὕδωρ ἐπεμβάλωμεν ψυχρόν· τοῦτο γάρ ἐστιν ἡ πλεονεξία, ἀποψύχουσα διὰ τῆς ἀθυμίας τῶν ἀδικουμένων τὰς ψυχάς· πόθεν δυνήσεται ἀναφθῆναι λοιπόν; Ἀπελευσόμεθα τοίνυν τέφραν τε καὶ κόνιν φέροντες, καὶ πολὺν ἔχοντες τὸν καπνὸν κατηγοροῦντα ἡμῶν, ὅτι λαμπάδας ἔχοντες ἀπεσβέσαμεν. Ἔνθα γὰρ ἂν ᾖ καπνὸς, ἀνάγκη πῦρ εἶναι τὸ σβεσθέν. Ἀλλὰ μὴ γένοιτό τινα ταύτην ἀκοῦσαι τὴν φωνὴν τὴν, Οὐκ οἶδα ὑμᾶς. Πόθεν δὲ ταύτην ἔστιν ἀκοῦσαι τὴν φωνὴν, ἢ ὅταν πένητα ἰδόντες, ὡς οὐκ ἰδόντες αὐτὸν διακεώμεθα; Ὅταν ἡμεῖς ἀγνοῶμεν τὸν πεινῶντα Χριστὸν, ἀγνοήσει ἡμᾶς καὶ αὐτὸς ἐλέου δεομένους· καὶ δικαίως. Ὁ γὰρ περιιδὼν τὸν θλιβόμενον, καὶ μὴ δοὺς ἐκ τῶν αὐτοῦ, πῶς ζητήσει λαβεῖν ἐκ τῶν οὐκ αὐτοῦ; Διὸ, παρακαλῶ, πάντα ποιῶμεν, καὶ πραγματευώμεθα, ὥστε μὴ ἐκλιπεῖν ἡμᾶς τὸ ἔλαιον, ἀλλὰ κοσμῆσαι τὰς λαμπάδας, καὶ συνεισελθεῖν τῷ νυμφίῳ εἰς τὸν νυμφῶνα· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.