Ancient Greek
Ἐν ἀρχῇ ἦν ὁ Λόγος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-2
Not analysed yet
Καὶ τί θαυμάζεις, εἰ τοῦτο ὁ Πέτρος φησίν; Ἀθηναίοις γὰρ διαλεγόμενος ὁ Παῦλος, ἄνδρα αὐτὸν καλεῖ μόνον, οὕτω λέγων· Ἐν ἀνδρὶ ᾧ ὥρισε πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν· καὶ οὐδὲν περὶ τῆς τοῦ Θεοῦ λέγει μορφῆς, οὐδὲ ὅτι ἴσος αὐτῷ, οὐδὲ ὅτι ἀπαύγασμα τῆς δόξης αὐτοῦ· εἰκότως. Οὔπω γὰρ τούτων καιρὸς τῶν ῥημάτων ἦν, ἀλλ' ἀγαπητὸν ἦν αὐτοὺς παραδέξασθαι τέως ὅτι ἄνθρωπός ἐστι, καὶ ὅτι ἀνέστη. Οὕτω καὶ αὐτὸς ἐποίησε Χριστός· παρ' οὗ καὶ Παῦλος μαθὼν, οὕτω τὰ πράγματα ᾠκονόμει. Οὐ γὰρ εὐθέως ἡμῖν ἑαυτοῦ τὴν θεότητα ἐξεκάλυψεν, ἀλλὰ πρῶτον μὲν ἐνομίζετο εἶναι προφήτης καὶ Χριστὸς ἁπλῶς ἄνθρωπος· ὕστερον δὲ ἐφάνη διὰ τῶν ἔργων καὶ τῶν ῥημάτων τοῦτο ὅπερ ἦν. Διὰ τοῦτο καὶ ὁ Πέτρος ἐν ἀρχῇ τούτῳ κέχρηται τῷ τρόπῳ· καὶ γὰρ ταύτην πρώτην πρὸς Ἰουδαίους ἐδημηγόρει δημηγορίαν. Ἐπειδὴ γὰρ οὐδὲν περὶ τῆς θεότητος αὐτοῦ τέως σαφὲς μαθεῖν ἴσχυον, διὰ τοῦτο τοῖς περὶ τῆς οἰκονομίας ἐνδιατρίβει λόγοις, ἵνα τούτοις ἡ ἀκοὴ γυμνασθεῖσα, τῇ λοιπῇ προοδοποιήσῃ διδασκαλίᾳ. Καὶ εἰ βούλοιτό τις τὴν δημηγορίαν πᾶσαν ἄνωθεν διελθεῖν, εὑρήσει τοῦτο ὃ λέγω σφόδρα διαλάμπον. Καὶ γὰρ ἄνδρα αὐτὸν καλεῖ καὶ αὐτὸς, καὶ τοῖς τοῦ πάθους, καὶ τῆς ἀναστάσεως, καὶ τῆς κατὰ σάρκα γεννήσεως ἐνδιατρίβει λόγοις. Καὶ Παῦλος δὲ, ὅταν λέγῃ· Τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα, οὐδὲν ἕτερον ἡμᾶς παιδεύει, ἀλλ' ὅτι τὸ, Ἐποίησεν, ἐπὶ τῆς οἰκονομίας παρείληπται, ὃ καὶ ἡμεῖς ὁμολογοῦμεν. Ἀλλ' ὁ τῆς βροντῆς υἱὸς περὶ τῆς ἀῤῥήτου καὶ προαιωνίου ἡμῖν ὑπάρξεως διαλέγεται νῦν. Διὰ τοῦτο τὸ, Ἐποίησεν, ἀφεὶς, τὸ, Ἦν, ἔθηκεν. Ἐχρῆν δὲ εἰ κτιστὸς ἦν, τοῦτο μάλιστα διορίσασθαι. Εἰ γὰρ ὁ Παῦλος ἔδεισε μή τις ὑποπτεύσῃ τῶν ἀνοήτων, ὅτι τοῦ Πατρὸς ἔσται μείζων, καὶ ὑποτεταγμένον ἕξει τὸν γεννήσαντα· διὰ γὰρ τοῦτο Κορινθίοις ἐπιστέλλων ἔλεγεν· Ὅταν δὲ εἴπῃ, ὅτι Ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· καίτοι τίς ἂν ὑπονοήσειεν, ὅτι ὁ Πατὴρ ὑποταγήσεταί ποτε τῷ Υἱῷ καὶ μετὰ τῶν πάντων; ἀλλ' ὅμως εἰ καὶ τὰς ἀλόγους ταύτας ὑπονοίας δέδοικε, καί φησιν, ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· πολλῷ μᾶλλον τὸν Ἰωάννην, εἰ κτιστὸς ἦν ὁ Υἱὸς τοῦ Θεοῦ, φοβηθῆναι ἔδει, μή τις αὐτὸν ἄκτιστον νομίσῃ, καὶ τοῦτο πρὸ πάντων διδάξαι. Νῦν δὲ, ἐπειδὴ γεννητὸς ἦν, εἰκότως οὔτε αὐτὸς, οὔτε ἄλλος οὐδεὶς, οὐκ ἀπόστολος, οὐ προφήτης, κτιστὸν αὐτὸν ἔφησαν εἶναι. Καὶ αὐτὸς δὲ ὁ Μονογενὴς οὐκ ἂν αὐτὸ παρῆκεν, εἰ τοῦτο ἦν. Ὁ γὰρ τὰ οὕτω ταπεινὰ φθεγγόμενος διὰ συγκατάβασιν, πολλῷ μᾶλλον τοῦτο οὐκ ἂν ἐσιώπησεν. Οἶμαι γὰρ οὐκ ἀπεικὸς, μᾶλλον ἔχοντα τὸ ὑψηλὸν σιγῆσαι, ἢ μὴ ἔχοντα παραλιπεῖν τοῦτο αὐτὸν, καὶ μὴ διδάξαι ὅτι οὐκ ἔχει. Ἐκεῖ μὲν γὰρ εὔλογος πρόφασις τῆς σιγῆς ἦν, τὸ βούλεσθαι διδάσκειν τοὺς ἀνθρώπους ταπεινοφρονεῖν, καὶ διὰ τοῦτο σιγᾷν τὰ μεγάλα τῶν προσόντων αὐτῷ· ἐνταῦθα δὲ οὐδεμίαν ἔχοις εἰπεῖν δικαίαν πρόφασιν τῆς σιωπῆς. Τίνος γὰρ ἕνεκεν ἐσίγα, εἰ κτιστὸς ἦν, τὸ γεγενῆσθαι, ὁ καὶ τῶν προσόντων πολλὰ παραιτούμενος; Ὥστε ὁ διὰ τὴν τῆς ταπεινοφροσύνης διδασκαλίαν καὶ τὰ μὴ προσόντα αὐτῷ πολλάκις εἰπὼν ταπεινὰ, πολλῷ μᾶλλον, εἰ κτιστὸς ἦν, τοῦτο οὐκ ἂν παρέλιπεν. Ἢ οὐχ ὁρᾷς αὐτὸν, ἵνα μηδεὶς αὐτὸν ἀγέννητον ὑπολάβῃ, πάντα ὑπὲρ τούτου καὶ ποιοῦντα καὶ λέγοντα, καὶ ἀνάξια αὐτοῦ φθεγγόμενον τῆς ἀξίας καὶ τῆς οὐσίας, καὶ εἰς προφήτου ταπεινότητα καταβαίνοντα; Τὸ γὰρ, Καθὼς ἀκούω κρίνω· καὶ τὸ, Ἐκεῖνός μοι εἶπε τί εἴπω καὶ τί λαλήσω, καὶ ὅσα τοιαῦτα, προφητῶν μόνον ἐστίν. Εἰ τοίνυν ταύτην θέλων τὴν ὑποψίαν ἀνελεῖν, οὕτω ταπεινὰ φθέγξασθαι οὐκ ἀπηξίωσε ῥήματα· πολλῷ μᾶλλον ἂν, εἰ κτιστὸς ἦν, ἵνα μὴ ἄκτιστόν τις αὐτὸν ὑποπτεύσῃ, πολλὰ τοιαῦτα ἂν εἶπεν· οἷον, Μὴ νομίζετέ με γεγεννῆσθαι παρὰ τοῦ Πατρός· πεποίημαι ἐγὼ, οὐ γεγέννημαι, οὐδέ εἰμι τῆς οὐσίας ἐκείνου. Νῦν δὲ πᾶν τοὐναντίον ποιεῖ· ἐκεῖνα γὰρ φθέγγεται τὰ ῥήματα, ἃ καὶ τοὺς μὴ βουλομένους ἀναγκάζει καὶ ἄκοντας τὴν ἐναντίαν δέξασθαι ὑπόνοιαν, οἷον, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς, οὓς θέλει, ζωοποιεῖ. Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ πανταχοῦ τὸ ὥσπερ Καὶ τὸ οὕτω τιθεὶς, καὶ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα, τὴν πρὸς αὐτὸν ἀπαραλλαξίαν δηλοῖ· τὴν δὲ αὐθεντίαν, καὶ διὰ τούτων μὲν, καὶ δι' ἑτέρων δὲ πλειόνων ἐνδείκνυται· οἷον ὅταν λέγῃ· Σιώπα, πεφίμωσο· Θέλω, καθαρίσθητι· Σοὶ λέγω, τὸ δαιμόνιον τὸ κωφὸν καὶ ἄλαλον, ἔξελθε ἀπ' αὐτοῦ. Καὶ τὸ, Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται. Καὶ ὅσα ἄλλα τοιαῦτα νομοθετεῖ καὶ θαυματουργεῖ, ἱκανὰ δεῖξαι αὐτοῦ τὴν ἐξουσίαν· μᾶλλον δὲ τὸ πολλοστὸν αὐτῶν μέρος ἱκανὸν τοὺς μὴ λίαν ἀναισθητοῦντας προσαγαγέσθαι καὶ πεῖσαι.