Ancient Greek · ~18 min
Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν. Καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, ἐν τῇ στοᾷ Σολομῶντος. Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ· «Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις;»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-21
Not analysed yet
Διὰ τοῦτο παραινῶ, ἔργον τοῦτο τίθεσθαι, καὶ τὰ δέοντα συμβουλεύειν. Ὥσπερ γὰρ πρὸς ἀρετὴν, οὕτω καὶ πρὸς κακίαν πολλὴν ἔχει τὴν ἰσχύν. Αὕτη τὸν Ἀβεσσαλὼμ ἀπώλεσεν, αὕτη τὸν Ἀμνὼν, αὕτη τὸν Ἰὼβ ἔμελλεν· αὕτη τὸν Νάβαλ ἐξήρπασε τῆς σφαγῆς, αὕτη ὁλόκληρον ἔθνος διέσωσε. Καὶ γὰρ Δεββώρα καὶ Ἰουδὶθ ἀνδρῶν στρατηγῶν κατορθώματα ἐπεδείξαντο· καὶ ἄλλαι δὲ μυρίαι γυναῖκες. Διὰ τοῦτο καὶ Παῦλός φησι· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Καὶ ἐπὶ τῶν χρόνων δὲ ἐκείνων τὴν Περσίδα καὶ τὴν Μαριὰμ καὶ τὴν Πρίσκιλλαν ἀποστολικῶν ἁψαμένας σκαμμάτων εἴδομεν. Ἅσπερ ἀναγκαῖον καὶ ὑμᾶς ζηλοῦν, καὶ μὴ ῥήμασι μόνον, ἀλλὰ καὶ πράγμασι ῥυθμίζειν τὸν συνοικοῦντα. Πῶς δὲ αὐτὸν παιδεύσομεν διὰ τῶν πραγμάτων; Ὅταν σὲ μὴ πονηρὰν οὖσαν ἴδῃ, μηδὲ πολυτελῆ καὶ φιλόκοσμον, μηδὲ προσόδους χρημάτων ἀπαιτοῦσαν περιττὰς, ἀλλ' ἀρκουμένην τοῖς οὖσι· τότε γὰρ, τότε καὶ συμβουλευούσης ἀνέξεται. Ἐὰν δὲ φιλοσοφῇς μὲν τοῖς ῥήμασιν, ἐν δὲ τοῖς πράγμασι τἀναντία ποιῇς, καταγνώσεταί σου φλυαρίαν πολλήν. Ὅταν δὲ μετὰ τῶν ῥημάτων καὶ τὴν ἀπὸ τῶν ἔργων παρέχῃς αὐτῷ διδασκαλίαν, τότε καὶ ἀποδέξεταί σε καὶ πεισθήσεται μᾶλλον· οἷον ὅταν χρυσίον μὴ ζητῇς, μηδὲ μαργαρίτας, μηδὲ ἱματισμῶν πολυτέλειαν· ἀλλ' ἀντὶ τούτων κοσμιότητα, σωφροσύνην, εὔνοιαν, καὶ παρὰ σαυτῆς ταῦτα εἰσαγάγῃς, καὶ παρ' ἐκείνου ταῦτα ἀπαιτῇς. Εἰ γὰρ χρή τι εἰς ἀρέσκειαν ποιεῖν ἀνδρὸς, ψυχὴν δεῖ, οὐ σῶμα κοσμεῖν καὶ διαφθείρειν. Οὐδὲ γὰρ οὕτω χρυσίον περικείμενον ποιήσει ἐπέραστον καὶ ποθεινὴν ἐκείνῳ, ὡς σωφροσύνη καὶ εὔνοια περὶ αὐτὸν, καὶ τὸ ὑπεραποθανεῖν τοῦ συνοικοῦντος. Ταῦτα μᾶλλον χειροῦται τοὺς ἄνδρας. Ἐκεῖνος μὲν γὰρ ὁ κόσμος καὶ προσίσταται αὐτῷ, εἰς στενὸν τὰ χρήματα αὐτῷ καθιστὰς, καὶ δαπάνην καὶ φροντίδα πολλὴν παρέχων· τὰ δὲ εἰρημένα προσηλώσει τῇ γυναικὶ τὸν ἄνδρα. Εὔνοια γὰρ καὶ φιλία καὶ πόθος οὔτε φροντίδας παρέχει, οὔτε δαπάνην ἐργάζεται, ἀλλὰ τοὐναντίον ἅπαν. Κἀκεῖνος μὲν ὁ κόσμος ὑπὸ τῆς συνηθείας προσκορὴς γίνεται· ὁ δὲ τῆς ψυχῆς καθ' ἑκάστην ἀνθεῖ τὴν ἡμέραν, καὶ μείζονα ἀνάπτει τὴν φλόγα. Ὥστε εἰ βούλει ἀνδρὶ ἀρέσκειν, κόσμει τὴν ψυχὴν σωφροσύνῃ, εὐλαβείᾳ, προστασίᾳ οἰκίας. Ταῦτα καὶ μᾶλλον χειροῦται, καὶ οὐδέποτε παύεται. Οὐ γῆρας καταλύει τὸν κόσμον τοῦτον, οὐ νόσος ἀπόλλυσι. Τὸν μὲν γὰρ τοῦ σώματος κόσμον χρόνος πολὺς ἐξέλυσε, καὶ νόσος ἀνάλωσε, καὶ ἕτερα πλείονα· τὰ δὲ τῆς ψυχῆς πάντων ἐστὶν ἀνώτερα τούτων. Κἀκεῖνος μὲν ὁ κόσμος καὶ φθόνον ἔχει καὶ ζηλοτυπίαν ἀνάπτει· οὗτος δὲ καθαρός ἐστι νοσήματος, καὶ πάσης ἀπήλλακται κενοδοξίας. Οὕτω καὶ τὰ κατὰ τὴν οἰκίαν εὐκολώτερα ἔσται, καὶ ἡ πρόσοδος μετ' εὐμαρείας, ὅταν τὸ χρυσίον μὴ τῷ σώματι τῷ σῷ περικείμενον ᾖ, μηδὲ τὰς χεῖρας δεσμοῦν, ἀλλ' εἰς ἀναγκαίας παραχωρῇ χρείας· οἷον, εἰς διατροφὴν οἰκετῶν, καὶ παίδων ἐπιμέλειαν ἀναγκαίαν, καὶ ἑτέρας χρειώδεις προφάσεις. Ἂν δὲ μὴ ταῦτα ᾖ, περικέηται δὲ αὐτὰ τῇ ὄψει, καὶ ἡ καρδία στενοχωρῆται, τί τὸ κέρδος; ποῖον τὸ ὄφελος; Οὐκ ἀφίησι τὸ ταύτης θαῦμα ὀφθῆναι ἐκείνη λυπουμένη. Ἴστε γὰρ, ἴστε ὅτι, κἂν αὐτὴν πασῶν εὐπρεπεστάτην ἴδῃ τις γυναῖκα, οὐ δύναται τέρπεσθαι ἐν ὀδυνωμένῃ τῇ ψυχῇ· τὸν γὰρ μέλλοντα τέρπεσθαι, χαίρειν δεῖ πρότερον καὶ ἀγάλλεσθαι. Τοῦ χρυσίου δὲ παντὸς σεσωρευμένου εἰς τὸν κόσμον τοῦ σώματος τοῦ γυναικείου, καὶ στενοχωρίας οὔσης κατὰ τὴν οἰκίαν, οὐδεμία τέρψις ἐστὶ τῷ συνοικοῦντι. Ὥστε εἰ βουλόμεθα ἀρέσκειν τοῖς ἀνδράσιν, ἐν ἡδονῇ αὐτοὺς καταστήσομεν· ἐν ἡδονῇ δὲ καταστήσομεν, ἂν περιέλωμεν τὸν κόσμον καὶ τοὺς καλλωπισμούς. Ταῦτα γὰρ ἅπαντα παρ' αὐτὸν τῆς νυμφαγωγίας τὸν καιρὸν ἔχειν τινὰ τέρψιν δοκεῖ· ὕστερον δὲ τῷ χρόνῳ μαραίνεται. Εἰ γὰρ τὸν οὐρανὸν οὕτω καλὸν ὄντα, καὶ τὸν ἥλιον οὕτω λαμπρὸν, οὗ σῶμα οὐδὲν ἂν ἔχοις ἴσον εἰπεῖν, οὐχ ὁμοίως θαυμάζομεν διὰ τὴν συνήθειαν· πῶς σῶμα κεκαλλωπισμένον θαυμάσομεν; Ταῦτα λέγω, βουλόμενος ὑμᾶς κοσμεῖσθαι τὸν κόσμον τὸν ὑγιῆ, ὃν ὁ Παῦλος ἐπέταξε· Μὴ χρυσῷ ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι' ἔργων ἀγαθῶν. Ἀλλὰ τοῖς ἔξω ἀρέσκειν βούλει, καὶ ἐπαινεῖσθαι παρ' αὐτῶν; Μάλιστα μὲν οὖν οὐ σώφρονος γυναικὸς ὁ πόθος οὗτος. Πλὴν εἰ βούλει, καὶ τούτους οὕτως ἐραστὰς ἕξεις σφοδροὺς καὶ τῆς σωφροσύνης ἐπαινέτας. Ἐκείνην μὲν γὰρ οὐδεὶς ἐπαινέσεται ἐπιεικὴς καὶ μέτριος, ἀλλὰ ἀκόλαστοι καὶ λάγνοι· μᾶλλον δὲ, οὐδὲ οὗτοι ἐπαινέσονται, ἀλλὰ καὶ κακῶς ἐροῦσιν, ἀναπτερούμενοι τὰς ὄψεις ὑπὸ τῆς περὶ τὴν γυναῖκα ἀσωτίας· ταύτην δὲ κἀκεῖνοι καὶ οὗτοι, καὶ πάντες ἀποδέξονται, ἅτε μηδὲν κακὸν παρ' αὐτῆς λαμβάνοντες, ἀλλὰ καὶ διδασκαλίαν φιλοσοφίας· καὶ πολὺς μὲν ἔσται παρὰ ἀνθρώπων ὁ ἔπαινος, πολὺς δὲ παρὰ τῷ Θεῷ ὁ μισθός. Τοῦτον τοίνυν ζηλώσωμεν τὸν κόσμον, ἵνα καὶ ἐνταῦθα μετὰ ἀδείας ζήσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.