# In Joannem (homiliae 1-88) 4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88), Ἐν ἀρχῇ ἦν ὁ Λόγος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-joannem-homiliae-1-88/4.1

Ναὶ, φησί· τί δήποτ' οὖν τὸν Πατέρα ἀφεὶς περὶ τοῦ Υἱοῦ διαλέγεται; Ὅτι ἐκεῖνος μὲν δῆλος ἅπασιν ἦν, εἰ καὶ μὴ ὡς Πατὴρ, ἀλλ' ὡς Θεός· ὁ δὲ Μονογενὴς ἠγνοεῖτο. Διὸ εἰκότως τὴν περὶ τούτου γνῶσιν εὐθέως ἐκ προοιμίων ἔσπευσεν ἐνθεῖναι τοῖς οὐκ εἰδόσιν αὐτόν· ἄλλως τε οὐδὲ τὸν Πατέρα ἐν τοῖς περὶ τούτων λόγοις ἀπεσιώπησε. Καὶ θέα μοι τὴν σύνεσιν τὴν πνευματικήν. Οἶδε τοὺς ἀνθρώπους τὸ πρεσβύτερον καὶ τὸ πρὸ πάντων μάλιστα τιμῶντας καὶ τιθεμένους Θεόν. Διὰ τοῦτο ἐντεῦθεν πρῶτον ποιεῖται τὴν ἀρχὴν, καὶ προϊὼν καὶ Θεόν φησιν εἶναι· καὶ οὐχ ὡς Πλάτων, τὸν μὲν νοῦν, τὸν δὲ ψυχὴν λέγων εἶναι· ταῦτα γὰρ πόῤῥω τῆς θείας καὶ ἀκηράτου φύσεως. Οὐδὲ γὰρ ἔχει τι κοινὸν πρὸς ἡμᾶς, ἀλλὰ ἀνακεχώρηκε τῆς πρὸς τὴν κτίσιν κοινωνίας, τῆς κατ' οὐσίαν λέγω, οὐ μὴν τῆς κατὰ τὴν σχέσιν. Διά τοι τοῦτο καὶ Λόγον αὐτὸν ἐκάλεσεν. Ἐπειδὴ γὰρ μέλλει διδάσκειν, ὅτι οὗτος ὁ Λόγος μονογενής ἐστιν Υἱὸς τοῦ Θεοῦ, ἵνα μὴ παθητὴν ὑπολάβοι τις τὴν γέννησιν, προλαβὼν τῇ τοῦ Λόγου προσηγορίᾳ, πᾶσαν ἀναιρεῖ τὴν πονηρὰν ὑποψίαν, τό τε ἐξ αὐτοῦ τὸν Υἱὸν εἶναι δηλῶν, καὶ τὸ ἀπαθῶς. Ὁρᾷς ὅτι, ὅπερ εἶπον, οὐδὲ τὸν Πατέρα ἐν τοῖς περὶ τοῦ Υἱοῦ λόγοις ἀπεσιώπησεν; Εἰ δὲ οὐκ ἀρκεῖ ταῦτα τὰ ὑποδείγματα παραστῆσαι τὸ πᾶν, μὴ θαυμάσῃς. Περὶ Θεοῦ γὰρ ἡμῖν ὁ λόγος, ὃν οὔτε εἰπεῖν, οὔτε νοῆσαι κατ' ἀξίαν δυνατόν. Διὸ καὶ οὗτος οὐσίας μὲν οὐδαμοῦ τίθησιν ὄνομα· οὐδὲ γὰρ δυνατὸν εἰπεῖν αὐτὸ ὅ τι ποτέ ἐστι τὴν οὐσίαν ὁ Θεός· πανταχοῦ δὲ ἡμῖν αὐτὸν ἀπὸ τῶν ἐνεργειῶν δηλοῖ. Τὸν δὲ Λόγον τοῦτον ἴδοι τις ἂν μικρὸν ὕστερον καὶ φῶς λεγόμενον, καὶ τὸ φῶς πάλιν ὀνομαζόμενον ζωήν. Οὐ ταύτης δὲ μόνον ἕνεκεν τῆς αἰτίας οὕτως ὠνόμασε αὐτόν· ἀλλὰ πρώτης μὲν ταύτης· δευτέρας δὲ, ἐπειδὴ τὰ τοῦ Πατρὸς ἡμῖν ἔμελλεν ἀπαγγέλλειν· Πάντα γὰρ, φησὶν, ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀνήγγειλα ὑμῖν. Καλεῖ δὲ αὐτὸν καὶ ζωὴν καὶ φῶς· τὸ γὰρ ἀπὸ τῆς γνώσεως φῶς ἡμῖν ἐχαρίσατο, καὶ τὴν ἐντεῦθεν ζωήν. Καὶ ὅλως οὐκ ἔστιν ὄνομα ἓν ἀρκοῦν, οὐδὲ δύο καὶ τρία, οὐδὲ πλείω διδάξαι τὰ περὶ Θεοῦ· ἀλλ' ἀγαπητὸν διὰ πολλῶν γοῦν δυνηθῆναι κἂν ἀμυδρῶς περιδράξασθαι τῶν προσόντων αὐτῷ. Οὐχ ἁπλῶς δὲ αὐτὸν Λόγον εἴρηκεν, ἀλλὰ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, τῶν λοιπῶν αὐτὸν καὶ ταύτῃ χωρίζων. Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον, ὅτι ἀπὸ τῶν οὐρανῶν φθέγγεται ἡμῖν ὁ εὐαγγελιστὴς οὗτος; Ὅρα γοῦν εὐθὺς ἐκ προοιμίων ποῦ τὴν ψυχὴν πτερώσας καὶ τὴν διάνοιαν ἀνήγαγε τῶν ἀκουόντων. Πάντων γὰρ τῶν αἰσθητῶν ἀνωτέρω στήσας αὐτὴν, πρὸ γῆς, πρὸ θαλάσσης, πρὸ οὐρανοῦ, καὶ ὑπὲρ τοὺς ἀγγέλους χειραγωγεῖ, καὶ ὑπεράνω τῶν Χερουβὶμ καὶ τῶν Σεραφὶμ, καὶ ὑπὲρ τοὺς θρόνους, καὶ ὑπὲρ τὰς ἀρχὰς, καὶ ὑπὲρ τὰς ἐξουσίας, καὶ πάσης ἁπλῶς ἐπέκεινα κτίσεως ὁδοιπορεῖν ἀναπείθει. Τί οὖν; ἆρα πρὸς τοσοῦτον ἀναγαγὼν ὕψος, ἐνταῦθα γοῦν ἡμᾶς στῆσαι ἴσχυσεν; Οὐδαμῶς· ἀλλ' ὥσπερ εἴ τις τὸν ἑστῶτα παρ' αἰγιαλὸν, καὶ βλέποντα πόλεις, καὶ ἀκτὰς, καὶ λιμένας, ἐπειδὰν εἰς μέσον ἀγάγῃ πελάγους, τῶν μὲν προτέρων ἀπέστησεν, οὐ μὴν ἔστησέ που τὸ ὄμμα αὐτῷ, ἀλλ' εἰς ἄπειρον ἤγαγε θεωρίαν· οὕτω καὶ ὁ εὐαγγελιστὴς πάσης ἡμᾶς ἀνωτέρω τῆς κτίσεως ἀγαγὼν, καὶ πρὸς τοὺς ἀνωτέρω ταύτης παραπέμψας αἰῶνας, μετέωρον τὸ ὄμμα ἀφίησιν, οὐ διδοὺς ἐπιλαβέσθαι τινὸς τέλους εἰς τὸ ἄνω, ἐπειδὴ μηδέ ἐστιν. Ἀνελθὼν γὰρ εἰς ἀρχὴν ὁ λόγος, ζητεῖ ποίαν ἀρχήν· εἶτα τὸ Ἦν εὑρίσκων, ἀεὶ φθάνων αὐτοῦ τὴν διάνοιαν, οὐκ ἔχει ποῦ στῆσαι τὸν λογισμὸν, ἀλλ' ἀτενὲς ἐνορῶν καὶ μηδαμοῦ λῆξαι δυνάμενος, ἀποκαμὼν ὑποστρέφει πάλιν ἐπὶ τὰ κάτω. Τὸ γὰρ, Ἐν ἀρχῇ ἦν, οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ τοῦ εἶναι ἀεὶ δηλωτικὸν, καὶ ἀπείρως εἶναι. Εἶδες φιλοσοφίαν ἀληθῆ καὶ δόγματα θεῖα, οὐχ οἷα τῶν Ἑλλήνων, χρόνους τιθέντων, καὶ τοὺς μὲν πρεσβυτέρους, τοὺς δὲ νεωτέρους εἶναι λεγόντων θεούς; Ἀλλ' οὐδὲν τοιοῦτον παρ' ἡμῖν. Εἰ γὰρ Θεὸς ἔστιν, ὥσπερ οὖν καὶ ἔστιν, οὐδὲν πρὸ αὐτοῦ· εἰ Δημιουργὸς πάντων, πρῶτος αὐτός· εἰ Δεσπότης καὶ Κύριος ἁπάντων, πάντα μετ' αὐτὸν, καὶ κτίσματα καὶ αἰῶνες. Ἐβουλόμην καὶ εἰς ἀγῶνας καθιέναι ἑτέρους· ἀλλ' ἴσως ἀπέκαμεν ἡμῖν ἡ διάνοια. Διὸ παραινέσας ἐκεῖνα, ἅπερ ἐστὶν ὑμῖν καὶ πρὸς τὴν τῶν εἰρημένων, καὶ πρὸς τὴν τῶν λεχθησομένων ἀκρόασιν χρήσιμα, πάλιν σιγήσομαι. Τίνα δὴ οὖν ταῦτά ἐστιν; Οἶδα πολλοὺς ἰλιγγιάσαντας πρὸς τὸ τῶν λεχθέντων μῆκος. Τοῦτο δὲ γίνεται, ὅταν ἡ ψυχὴ πολλοῖς φορτίοις βαρύνηται βιωτικοῖς. Καθάπερ γὰρ τὸ ὄμμα, ὅταν μὲν καθαρὸν ᾖ καὶ διαυγὲς, ὀξυδερκές τέ ἐστι, καὶ οὐκ ἂν ἀποκάμοι ῥᾳδίως καὶ τὰ λεπτότατα σώματα καταμανθάνον, ἐπειδὰν δὲ χυμοῦ τινος ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥεύσαντος πονηροῦ, ἢ κάτωθεν λιγνύος καπνώδους ἀνενεχθείσης, πυκνή τις πρὸ τῆς κόρης γένηται νεφέλη, οὐδὲν οὐδὲ τῶν παχυτέρων σαφῶς ἀφίησι συνιδεῖν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς γίνεσθαι πέφυκεν. Ὅταν μὲν γὰρ ἐκκεκαθαρμένη τυγχάνῃ, καὶ μηδὲν ἔχῃ πάθος ἐνοχλοῦν, ἀτενὲς ἐνορᾷ πρὸς ἅπερ ἐνορᾷν χρή· ὅταν δὲ πολλοῖς ἐπιθολωθεῖσα πάθεσιν, ἀπολέσῃ τὴν ἑαυτῆς ἀρετὴν, πρὸς οὐδὲν τῶν ὑψηλῶν ἀρκέσαι δύναται ῥᾳδίως, ἀλλὰ ἀποκάμνει ταχέως καὶ ἀναπίπτει, καὶ πρὸς ὕπνον ἀποκλίνασα καὶ ῥᾳθυμίαν, τὰ πρὸς ἀρετὴν καὶ ζωὴν τὴν ἐκ ταύτης αὐτῇ διαφέροντα παραπέμπεται, καὶ οὐ προσίεται μετὰ προθυμίας πολλῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg153.local001/.
