Ancient Greek · ~12 min
Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ, καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 5.1-10
Not analysed yet
Μὴ τοίνυν ἀεὶ τὴν ἄδειαν ζητῶμεν, ἵνα ἀδείας ἀπολαύσωμεν ἐκεῖ· ἀλλὰ τοὺς ὑπὲρ ἀρετῆς δεξώμεθα πόνους, καὶ τὰ περιττὰ περικόπτωμεν, καὶ μηδὲν πλέον ἐπιζητῶμεν, ἀλλ' εἰς τοὺς δεομένους τὰ ὄντα πάντα ἀναλίσκωμεν. Τίνα γὰρ ἕξομεν ἀπολογίαν, ὅταν αὐτὸς μὲν ἡμῖν τὸν οὐρανὸν ἐπαγγέλληται, ἡμεῖς δὲ μηδὲ ἄρτον αὐτῷ παρέχωμεν; ὅταν αὐτὸς μέν σοι τὸν ἥλιον ἀνατέλλῃ, καὶ πᾶσαν τῆς κτίσεως παρέχῃ τὴν διακονίαν· σὺ δὲ οὐδὲ ἱμάτιον αὐτῷ δίδως, οὐδὲ στέγης κοινωνεῖν ποιεῖς; Καὶ τί λέγω ἥλιον καὶ κτίσιν; Τὸ σῶμά σοι παρέθηκε, τὸ αἷμα τὸ τίμιον ἔδωκε· σὺ δὲ οὐδὲ ποτηρίου μεταδίδως; Ἀλλ' ἔδωκας ἅπαξ; Ἀλλ' οὐκ ἔστι τοῦτο ἔλεος· ἕως γὰρ ἂν ἔχων μὴ ἐπαρκῇς, οὐδέπω τὸ πᾶν ἐπλήρωσας. Ἐπεὶ καὶ αἱ παρθένοι τὰς λαμπάδας ἔχουσαι, εἶχον ἔλαιον, ἀλλ' οὐ δαψιλές. Ἐχρῆν μὲν οὖν, εἰ καὶ ἀπὸ τῶν σαυτοῦ παρεῖχες, μηδὲ οὕτως εἶναι φειδωλός· νῦν δὲ τὰ τοῦ Δεσπότου διδοὺς, τίνος ἕνεκεν μικρολογῇ; Εἴπω βούλεσθε τὴν αἰτίαν ταύτης τῆς ἀπανθρωπίας; Ἀπὸ πλεονεξίας συνάγουσι τὰ ὄντα, καὶ πρὸς τὴν ἐλεημοσύνην εἰσὶν ὀκνηροὶ οὗτοι· ὁ γὰρ οὕτω μαθὼν κερδαίνειν, ἀναλίσκειν οὐκ οἶδε. Πῶς γὰρ ἄν τις παρεσκευασμένος εἰς ἁρπαγὴν, πρὸς τὸ ἐναντίον ἑαυτὸν ῥυθμίσειεν; ὁ γὰρ τὰ παρ' ἑτέρων λαμβάνων, πῶς δυνήσεται τὰ ἑαυτοῦ προέσθαι ἑτέρῳ; Καὶ γὰρ κύων μελετήσας σαρκῶν ἀπογεύεσθαι, φυλάττειν οὐκέτι δύναται τὴν ἀγέλην· διὰ τοῦτο τοὺς τοιούτους καὶ ἀναιροῦσιν οἱ ποιμένες. Ὅπερ ἵνα μὴ καὶ ἡμεῖς πάσχωμεν, ἀποσχώμεθα τῆς τοιαύτης θοίνης. Καὶ γὰρ καὶ οὗτοι σαρκῶν ἀπογεύονται, οἱ τὸν διὰ λιμοῦ θάνατον ἐπεισάγοντες. Οὐχ ὁρᾷς πῶς πάντα κοινὰ ἡμῖν ἀνῆκεν ὁ Θεός; Εἰ γὰρ ἐν χρήμασιν εἴασε πένεσθαι, καὶ αὐτὸ τῆς τῶν πλουτούντων ἕνεκα παραμυθίας, ἵνα ἔχωσι διὰ τῆς εἰς ἐκείνους ἐλεημοσύνης ἀποδύεσθαι τὰ ἁμαρτήματα. Σὺ δὲ καὶ ἐν τούτῳ ὠμὸς καὶ ἀπάνθρωπος γέγονας. Ὅθεν δῆλον ὅτι εἰ καὶ ἐν τοῖς μείζοσι ταύτην ἔλαβες τὴν ἐξουσίαν, μυρίους ἂν εἰργάσω φόνους, καὶ τὸ φῶς καὶ τὴν ζωὴν ἅπασαν ἀπέκλεισας. Ὅπερ ἵνα μὴ γένηται, ἀνάγκῃ τὴν ἐν ἐκείνοις ἀπληστίαν διέκοψεν. Εἰ δὲ ἀλγεῖτε ταῦτα ἀκούοντες, πολλῷ μᾶλλον ἐγὼ ταῦτα γινόμενα ὁρῶν. Μέχρι πότε σὺ πλούσιος, κἀκεῖνος πένης; Μέχρι τῆς ἑσπέρας, περαιτέρω δὲ οὐκ ἔτι. Οὕτω γὰρ βραχὺς ὁ βίος, καὶ πάντα ἐπὶ θύραις ἕστηκε λοιπὸν, ὡς ὥραν βραχεῖαν τὸ πᾶν εἶναι νομίζεσθαι. Τί σοι δεῖ ταμιείων ἐρευγομένων, καὶ πλήθους οἰκετῶν καὶ οἰκονόμων; διατί μὴ μυρίους ἔχεις κήρυκας, τῆς ἐλεημοσύνης; Τὸ μὲν γὰρ ταμιεῖον οὐδεμίαν ἀφίησιν φωνὴν, ἀλλὰ καὶ πολλοὺς ἐπισπάσεται λῃστάς· τὰ δὲ τῶν πενήτων ταμιεῖα πρὸς αὐτὸν ἀναβήσεται τὸν Θεὸν, καὶ ἡδὺν τὸν παρόντα ἐργάσεται βίον, καὶ πάντα λύσει τὰ ἁμαρτήματα, καὶ δόξαν παρὰ Θεῷ, καὶ τιμὴν παρὰ ἀνθρώποις οἴσει. Τί τοίνυν φθονεῖς σεαυτῷ τοσούτων ἀγαθῶν; Οὐ γὰρ ἐκείνους, ἀλλὰ σαυτὸν εὐποιήσεις μειζόνως, ἐκείνους εὐεργετῶν. Τοῖς μὲν γὰρ τὰ παρόντα ἐπανορθώσεις, σαυτῷ δὲ τὴν μέλλουσαν δόξαν καὶ παῤῥησίαν προαποθήσῃ· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.