Ancient Greek · ~15 min
Μικρὸν, καὶ οὐ θεωρεῖτέ με· καὶ πάλιν μικρὸν, καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν Πατέρα. Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν ὃ λέγει, Μικρόν; καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 5.1-11
Not analysed yet
Εἴδετε τὴν ὑπερβολὴν καὶ τῶν ἐνταῦθα κακῶν, καὶ τῶν ἀγαθῶν τῶν ἐκεῖθεν; Τί οὖν τὰ μετὰ ταῦτα; Ταύτης μὲν ἕνεκεν καὶ ἀγρυπνοῦσι πολλοὶ, καὶ ἅπερ ἂν ἐπιτάξῃ, μετὰ προθυμίας ὑπακούουσι, καὶ οἰκίαν ἀφιᾶσι, καὶ πατέρα, καὶ μητέρα, καὶ φίλους, καὶ χρήματα, καὶ προστασίαν, καὶ πάντα ἐν ἀπορίᾳ καὶ ἐρημίᾳ τὰ αὐτῶν· τοῦ δὲ Θεοῦ πολλάκις ἕνεκεν, μᾶλλον δὲ ἡμῶν αὐτῶν ἕνεκεν, οὐδὲ τρίτην μοῖραν ἀναλῶσαι αἱρούμεθα τῶν ὄντων, ἀλλὰ πεινῶντα ὁρῶντες περιορῶμεν, καὶ παρατρέχομεν γυμνὸν, καὶ οὐδὲ λόγου μεταδίδομεν. Ἐκείνης δὲ κἂν θεραπαινίδα ἴδωσιν οἱ ἐρασταὶ, καὶ βάρβαρον, ἐν μέσῃ τῇ ἀγορᾷ ἑστῶτες, ὥσπερ ἐγκαλλωπιζόμενοι, καὶ ἀγαλλόμενοι διαλέγονται, μακρῶν λόγων ἀνελίττοντες διαύλους· καὶ οὐδὲν εἶναι τὸν βίον πάντα νομίζουσι δι' αὐτὴν, οὐκ ἄρχοντας, οὐ βασιλείαν (καὶ ἴσασιν ὅσοι τοῦ νοσήματος εἰλήφασι πεῖραν)· καὶ χάριν ἔχουσι πλείονα ἐπιταττούσῃ, ἢ δουλεύουσιν ἑτέροις. Ἆρ' οὐκ εἰκότως γέεννα; ἆρ' οὐκ εἰκότως μυρίαι κολάσεις; Ἀνανήψωμεν τοίνυν, καὶ παράσχωμεν τῇ τοῦ Θεοῦ διακονίᾳ κἂν τοσοῦτον, κἂν τὸ ἥμισυ μέρος, οὗ τῇ πόρνῃ παρέχουσιν ἕτεροι, κἂν τὸ τρίτον. Τάχα φρίττετε πάλιν; καὶ γὰρ καὶ αὐτός. Ἀλλ' οὐκ ἠβουλόμην ἐπὶ τῶν λόγων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πραγμάτων φρίττειν ὑμᾶς. Νῦν δὲ ἐνταῦθα μὲν ἡμῖν ἡ καρδία συστέλλεται, ἐξελθόντες δὲ πάντα ῥίπτομεν. Τί οὖν τὸ κέρδος; Ἂν μὲν γὰρ ἐκεῖ δέῃ χρήματα ἀναλίσκειν, οὐδεὶς πενίαν ὀδύρεται, ἀλλὰ καὶ δανεισάμενος ἔδωκε πολλάκις ἁλούς· ἐνταῦθα δὲ, ἐὰν ἐλεημοσύνης μνησθῶμεν, παῖδας, καὶ γυναῖκας, καὶ οἰκίαν, καὶ προστασίαν, καὶ μυρίας προφάσεις ἡμῖν προβάλλονται. Ἀλλ' ἡδονὴ πολλὴ, φησὶν, ἐκεῖ. Τοῦτο γάρ ἐστιν ὃ θρηνῶ καὶ ὀδύρομαι. Τί οὖν, ἐὰν δείξω μείζονα ἐνταῦθα τὴν ἡδονήν; Ἐκεῖ μὲν γὰρ οὐ μικρὸν ὑποτέμνεται τῆς ἡδονῆς ἡ αἰσχύνη, καὶ ἡ ὕβρις, καὶ ἡ δαπάνη, δεύτερον ὁ πόλεμος καὶ ἡ ἀπέχθεια· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Τί γὰρ τῆς ἡδονῆς ταύτης ἴσον, εἰπέ μοι, καθῆσθαι προσδοκῶντα τὸν οὐρανὸν καὶ τὴν ἐκεῖ βασιλείαν, καὶ τὴν λαμπρότητα τῶν ἁγίων, καὶ τὴν ζωὴν τὴν ἀτελεύτητον; Ἀλλὰ ταῦτα ἐν προσδοκίαις, φησὶν, ἐκεῖνα δὲ ἐν πείρᾳ. Ποίᾳ πείρᾳ; Βούλει καὶ ἐνταῦθα τὰ ἐν πείρᾳ εἴπω; Ἐννόησον πόσης ἐλευθερίας ἀπολαύεις, καὶ πῶς οὐδένα δέδοικας οὐδὲ τρέμεις ἀρετῇ συζῶν, οὐκ ἐχθρὸν, οὐκ ἐπίβουλον, οὐ συκοφάντην, οὐ τὸν παραδοκιμοῦντα, οὐκ ἀντεραστὴν, οὐ ζηλότυπον, οὐ πενίαν, οὐ νόσον, οὐκ ἄλλο τῶν ἀνθρωπίνων οὐδέν· ἐκεῖ δὲ, κἂν μυρία κατὰ γνώμην γένηται, καὶ ὥσπερ ἐκ πηγῶν ὁ πλοῦτος ἐπιῤῥέῃ, ὁ τῶν ἀντεραστῶν πόλεμος, καὶ αἱ ἐπιβουλαὶ, καὶ οἱ λόχοι πάντων ἀθλιώτερον ποιήσει τοῦ μετ' ἐκείνων πλυνομένου τὸν βίον. Τῆς γὰρ καταπτύστου θρυπτομένης ἐκείνης καὶ τρυφώσης, ἀνάγκη τὸν πόλεμον ἀναῤῥιπίζεσθαι εἰς τὴν ἐκείνης ἀρέσκειαν. Τοῦτο οὖν μυρίων θανάτων χαλεπώτερον καὶ πάσης ἀφορητότερον τιμωρίας. Ἀλλ' οὐκ ἐνταῦθα τοιοῦτον οὐδέν. Ὁ γὰρ καρπὸς, φησὶ, τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Οὐδαμοῦ πόλεμος, οὐδὲ χρημάτων ἄκαιρος δαπάνη, οὐδὲ ὀνείδη μετὰ δαπάνης· κἂν ὀβολὸν δῷς, κἂν ἄρτον, κἂν ποτήριον ψυχροῦν, πολλήν σοι τὴν χάριν εἴσεται, καὶ οὐδὲν ἐπὶ τό σε δακεῖν, καὶ λυπῆσαι ποιεῖ, ἀλλὰ πάντα ὥστε ποιῆσαί σε ἔνδοξον, καὶ πάσης ἀπαλλάξαι αἰσχύνης. Τίνα οὖν ἕξομεν ἀπολογίαν, ποίαν συγγνώμην, ταῦτα μὲν ἀφιέντες, τοῖς δὲ ἐναντίοις ἑαυτοὺς ἐκδιδόντες, καὶ εἰς τὴν τοῦ πυρὸς κάμινον τὴν καιομένην ἑκόντες ἑαυτοὺς ἐκβάλλοντες; Διὸ παρακαλῶ τοὺς τὰ τοιαῦτα νοσοῦντας ἀνακτήσασθαι ἑαυτοὺς, καὶ πρὸς τὴν ὑγείαν ἐπαναγαγεῖν, μηδὲ ἀφιέναι εἰς ἀπόγνωσιν ἐμπεσεῖν. Ἐπεὶ καὶ ὁ υἱὸς ἐκεῖνος πολλῷ χαλεπώτερα τούτων ἔπαθεν· ἀλλ' ἐπειδὴ πρὸς τὸν οἶκον ἐπανῆλθε τὸν πατρῷον, καὶ ἐπὶ τῆς προτέρας ἐγένετο τιμῆς, καὶ τοῦ διαπαντὸς εὐδοκιμήσαντος ἐφάνη λαμπρότερος. Τοῦτον γὰρ ἡμεῖς ζηλώσωμεν, καὶ πρὸς τὸν Πατέρα ἐπανελθόντες, ὀψὲ γοῦν ποτε τῆς αἰχμαλωσίας ἀποστῶμεν ἐκείνης, καὶ πρὸς τὴν ἐλευθερίαν ἑαυτοὺς μεταγάγωμεν, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.