Ancient Greek
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 6.1-2
Not analysed yet
Εἰ δὲ μὴ χρυσίον ἁρπάζομεν, μηδὲ πλέθρα γῆς τόσα καὶ τόσα· ἀλλ' ὅμως ἀπάτῃ τινὶ καὶ κλοπῇ τὸ αὐτὸ ἐπ' ἐλάττοσι, καὶ οἷς δυνάμεθα κατεργαζόμεθα. Ὅταν γὰρ ἐν τοῖς συμβολαίοις, καὶ ἡνίκα δ' ἂν ἀγοράσαι δέῃ τι ἢ καὶ ἀποδόσθαι, φιλονεικῶμεν καὶ βιαζώμεθα ἔλαττον τῆς ἀξίας καταβαλεῖν, καὶ πάντα ὑπὲρ τούτου ποιῶμεν, οὐ λῃστεία τὸ πρᾶγμά ἐστιν; οὐ κλοπὴ καὶ πλεονεξία; Μὴ γάρ μοι εἴπῃς, ὅτι οὐκ οἰκίαν, οὐκ ἀνδράποδα παρεσπάσω. Ἡ γὰρ ἀδικία οὐ τῷ μέτρῳ τῶν ἀφαιρουμένων, ἀλλὰ τῇ προαιρέσει τῶν κλεπτόντων κρίνεται. Τὸ γὰρ ἄδικον καὶ τὸ δίκαιον ἐν μεγάλοις καὶ ἐν μικροῖς τὴν αὐτὴν ἔχει δύναμιν· καὶ βαλαντιοτόμους ὁμοίως ἐγὼ καλῶ, κἂν βαλάντιόν τις διατεμὼν χρυσίον λάβῃ, κἂν ὠνούμενος παρά τινος τῶν ἀγοραίων τῆς ἀξίας παρασπάσῃ τι τιμῆς· καὶ τοιχωρύχος δὲ οὐχ ὁ τοῖχον διελὼν μόνον καὶ ὑφελόμενός τι τῶν ἔνδον, ἀλλὰ καὶ ὁ δίκην διαφθείρας καὶ ἀφελόμενός τι τοῦ πλησίον. Μὴ τοίνυν τὰ ἡμέτερα παρατρέχοντες, τῶν ἀλλοτρίων γενώμεθα δικασταί· μηδὲ ὅπου φιλανθρωπίας καιρὸς, ἐξετάζωμεν πονηρίαν· ἀλλ' ἐννοήσαντες πῶς καὶ ἡμεῖς διεκείμεθα πάλαι, γενώμεθά ποτε ἥμεροι καὶ φιλάνθρωποι. Πῶς οὖν διεκείμεθα; Ἄκουσον Παύλου λέγοντος, Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀπειθεῖς, ἀνόητοι, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, στυγητοὶ, μισοῦντες ἀλλήλους· καὶ πάλιν, Ἦμεν γὰρ φύσει τέκνα ὀργῆς. Ἀλλ' ὁ Θεὸς ὥσπερ ἐν δεσμωτηρίῳ κατεχομένους ἰδὼν, καὶ ἁλύσεσι χαλεπαῖς δεδεμένους, πολὺ τῶν ἀπὸ σιδήρου χαλεπωτέραις, οὐκ ἐπῃσχύνθη, ἀλλ' ἦλθε καὶ ἐπέστη τῷ δεσμωτηρίῳ, καὶ τοὺς μυρίων ἀξίους κολάσεων ἐξήγαγέ τε ἐκεῖθεν, καὶ εἰς βασιλείαν ἤγαγε, καὶ τοῦ οὐρανοῦ λαμπροτέρους ἐποίησεν, ἵνα καὶ ἡμεῖς τὰ αὐτὰ ποιῶμεν κατὰ δύναμιν τὴν ἡμετέραν. Καὶ γὰρ ὅταν λέγῃ τοῖς μαθηταῖς· Εἰ οὖν ἐγὼ ἔνιψα τοὺς πόδας ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα, καὶ ὑμεῖς ποιῆτε· οὐκ ἐπὶ τῷ νίπτειν τοὺς πόδας τοῦτον γράφει τὸν νόμον μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, οἷς περὶ ἡμᾶς ἐπεδείξατο. Ἀνδροφόνος ἐστὶν ὁ τὸ δεσμωτήριον οἰκῶν; Ἀλλ' ἡμεῖς τὸ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν. Τυμβωρύχος ἐστὶ καὶ μοιχός; Ἀλλὰ μὴ τὴν κακίαν, ἀλλὰ τὴν συμφορὰν ἐλεῶμεν. Πολλάκις δὲ, ὅπερ ἔφην, εὑρεθήσεται ἐκεῖ καὶ εἷς μυρίων ἀντάξιος ἀνδρῶν. Κἂν συνεχῶς ἀπίῃς πρὸς τοὺς δεδεμένους, οὐκ ἀποτεύξῃ τῆς τοιαύτης θήρας. Ὥσπερ γὰρ ὁ Ἀβραὰμ καὶ τοὺς τυχόντας ξενοδοχῶν, ἐπέτυχέ ποτε καὶ ἀγγέλων· οὕτω καὶ ἡμεῖς ἐπιτευξόμεθα καὶ μεγάλων ἀνδρῶν, ἂν ἔργον τὸ πρᾶγμα ποιησώμεθα. Εἰ δὲ χρὴ καὶ θαυμαστόν τι εἰπεῖν, οὐχ οὕτως ἐπαίνων ἄξιος ὁ μέγαν ὑποδεχόμενος, ὡς ὁ τὸν οἰκτρὸν καὶ ταλαίπωρον. Ἐκεῖνος μὲν γὰρ οὐ μικρὰν ἀφορμὴν ἔχει τὸν ἑαυτοῦ βίον πρὸς τὸ παθεῖν εὖ· ὁ δὲ ἀπεῤῥιμμένος καὶ ὑπὸ πάντων προδεδομένος, ἕνα λιμένα μόνον ἔχει, τὸν ἔλεον τοῦ ποιοῦντος αὐτὸν εὖ· ὥστε φιλανθρωπία καθαρὰ τοῦτο μάλιστά ἐστι. Καὶ ὁ μὲν τὸν θαυμαστὸν καὶ περιφανῆ θεραπεύων, πολλάκις καὶ πρὸς ἀνθρώπων ἐπίδειξιν τοῦτο ἐποίησεν· ὁ δὲ τὸν ἀπεῤῥιμμένον καὶ ἀπεγνωσμένον, διὰ μόνην τὴν ἐντολὴν τοῦ Θεοῦ τοῦτο ἐργάζεται. Διὸ κἂν δοχὴν ποιῶμεν, χωλοὺς καὶ ἀναπήρους ὑποδέχεσθαι κελευόμεθα· κἂν ἐλεημοσύνην ἐργαζώμεθα, ἐλαχίστους καὶ εὐτελεῖς ἐλεεῖν ἐπετάγημεν. Ἐφ' ὅσον γὰρ ἐποιήσατε, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Εἰδότες τοίνυν τὸν ἐκεῖ κείμενον θησαυρὸν, εἰσίωμεν συνεχῶς καὶ πραγματευώμεθα, καὶ τὰς περὶ τὰ θέατρα σπουδὰς ἐκεῖ τρέψωμεν. Κἂν μηδὲν ἔχῃς εἰσενεγκεῖν, εἰσάγαγε τὴν ἀπὸ τῶν λόγων παράκλησιν. Οὐ γὰρ δὴ μόνον τὸν τρέφοντα, ἀλλὰ καὶ τὸν εἰσιόντα ὁ Θεὸς ἀμείβεται. Ὅταν γὰρ εἰσελθὼν τρέμουσαν καὶ δεδοικυῖαν τὴν ψυχὴν διαναστήσῃς, παρακαλῶν, βοηθῶν, ὑπισχνούμενος ἀμύνειν, φιλοσοφεῖν παρασκευάζων, οὐ μικρὸν καὶ ἐντεῦθεν λήψῃ τὸν μισθόν. Ἔξω μὲν γὰρ σοῦ τοιαῦτα διαλεγομένου, πολλοὶ καὶ γελάσονται ὑπὸ τῆς πολλῆς τρυφῆς διακεχυμένοι· οἱ δὲ ἐν συμφοραῖς ὄντες, κατεσταλμένης αὐτοῖς τῆς διανοίας, μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ προσέξουσι τοῖς λεγομένοις, καὶ ἐπαινέσονται, καὶ ἔσονται βελτίους. Ἐπεὶ καὶ Παύλου δημηγοροῦντος, Ἰουδαῖοι μὲν πολλάκις κατεγέλων· οἱ δὲ δεσμῶται μετὰ πολλῆς ἐπηκροῶντο τῆς ἡσυχίας. Οὐδὲν γὰρ οὕτως εἰς φιλοσοφίαν ἐπιτηδείαν κατασκευάζει τὴν ψυχὴν ὡς συμφορὰ, καὶ πειρασμὸς, καὶ θλίψις ἐπικειμένη. Ταῦτ' οὖν ἐννοήσαντες ἅπαντα, ὅσα μὲν τοὺς ἔνδον ἀγαθὰ, ὅσα δὲ ἡμᾶς αὐτοὺς ἐργασόμεθα, συνεχῶς αὐτοῖς ἀναμιγνύμενοι, καὶ τὰς ἐν ἀγορᾷ διατριβὰς, καὶ τὰς ἀκαίρους ἀσχολίας ἐκεῖ καταναλώσωμεν, ἵνα κἀκείνους κερδάνωμεν, καὶ ἡμᾶς αὐτοὺς εὐφράνωμεν, καὶ τὸν Θεὸν δοξασθῆναι παρασκευάσαντες, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.