Ancient Greek · ~17 min
Τοῦ αὐτοῦ ὁμιλία ἐγκωμιαστικὴ εἰς τοὺς ἁγίους μάρτυρας Ἰουβεντῖνον καὶ Μαξιμῖνον τοὺς μαρτυρήσαντας ἐπὶ Ἰουλιανοῦ τοῦ Ἀποστάτου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Juventinum et Maximum martyres 1.1
Not analysed yet
Ὁ μακάριος Βαβύλας πρώην ἡμᾶς ἐνταῦθα μετὰ παίδων τριῶν συνήγαγε· σήμερον στρατιωτῶν ξυνωρὶς ἁγίων τὸ τοῦ Χριστοῦ στρατόπεδον ἐπὶ τῆς παρατάξεως ἔστησε· τότε ἅρμα μαρτύρων, νῦν ξυνωρὶς μαρτύρων. Διάφορος ἡ ἡλικία, ἀλλὰ μία ἡ πίστις· ποικίλα τὰ παλαίσματα, ἀλλ' ἡ αὐτὴ ἀνδρεία· ἐκεῖνοι παλαιοὶ κατὰ τὸν χρόνον· οὗτοι νέοι καὶ πρόσφατοι. Τοιοῦτος τῆς Ἐκκλησίας ὁ θησαυρὸς, νέους καὶ παλαιοὺς ἔχων μαργαρίτας· ἀλλ' ἓν ἁπάντων τὸ κάλλος. Οὐκ ἀμαυροῦται τὸ ἄνθος αὐτῶν, οὐ καταῤῥεῖ τῷ χρόνῳ· οὐ δέχεται παλαιότητος ἰὸν τῆς λαμπρότητος ταύτης ἡ φύσις· ἡ μὲν γὰρ σωματικὴ περιουσία εἴκει καὶ παραχωρεῖ τῷ μήκει τοῦ χρόνου· καὶ γὰρ ἱμάτια δαπανᾶται, καὶ οἰκίαι καταλύονται, καὶ χρυσίον ἰοῦται, καὶ πᾶσα τῆς αἰσθητῆς ταύτης περιουσίας ἡ φύσις διαπίπτει τῷ χρόνῳ καὶ ἀφανίζεται. Ἐπὶ δὲ τῶν πνευματικῶν θησαυρῶν οὐχ οὕτως· ἀλλ' ἀεὶ καὶ διαπαντὸς ἐν ἴσῃ μένουσιν ἀκμῇ καὶ νεότητι λάμποντες καὶ ἀποστίλβοντες τὴν τῆς οἰκείας λαμπρότητος δόξαν οἱ μάρτυρες. Ὃ δὴ καὶ ὑμεῖς εἰδότες, οὐχ ἑτέρως μὲν τοὺς παλαιοὺς, ἑτέρως δὲ τοὺς νέους τιμᾶτε· ἀλλὰ μετὰ τῆς αὐτῆς προθυμίας, μετὰ τοῦ αὐτοῦ φίλτρου, μετὰ τῆς αὐτῆς διαθέσεως, ἅπαντας τιμᾶτε καὶ ἀποδέχεσθε. Οὐ γὰρ χρόνον ἐξετάζετε, ἀλλ' ἀνδρείαν ἐπιζητεῖτε, καὶ ψυχῆς εὐλάβειαν, καὶ πίστιν ἀκλινῆ, καὶ ζῆλον ἐπτερωμένον καὶ θερμὸν, καὶ τοιοῦτον, οἷον οἱ σήμερον ἡμᾶς συναγαγόντες ἐπεδείξαντο. Οὕτω γὰρ ἔζεον τῷ κατὰ Θεὸν πόθῳ, ὡς δυνηθῆναι χωρὶς διωγμοῦ μαρτυρίου στέφανον ἀναδήσασθαι, χωρὶς μάχης στῆσαι τρόπαιον, χωρὶς πολέμου νίκην ἄρασθαι, χωρὶς συμβολῆς τὸ βραβεῖον ἁρπάσαι· τὸ δὲ πῶς, ἐγὼ λέγω· ἀλλὰ ἀνάσχεσθε μικρὸν ἄνωθεν διηγουμένῳ μοι. Ἐγένετό τις βασιλεὺς ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, ἀσεβείᾳ νικήσας τοὺς ἔμπροσθεν ἅπαντας, περὶ οὗ καὶ πρώην διελέχθην ὑμῖν· οὗτος ὁ βασιλεὺς ὁρῶν λαμπρὰ τὰ ἡμέτερα ἀπὸ τούτου γινόμενα, τοῦ τῶν μαρτύρων θανάτου λέγω, καὶ οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ παῖδας ἁπαλοὺς, καὶ παρθένους ἀπειρογάμους, καὶ πᾶσαν ἡλικίαν ἁπλῶς καὶ φύσιν ἑκατέραν πηδῶσαν ἐπὶ τὰς ὑπὲρ τῆς εὐσεβείας σφαγὰς, ἐδάκνετο καὶ ὠδυνᾶτο, καὶ φανερῶς σαλπίσαι τὸν πόλεμον οὐκ ἐβούλετο. Πάντες γὰρ, φησὶν, ὡς ἐπὶ κηρίον μέλιτται ἥξουσιν ἐπὶ τὸ μαρτύριον πετόμενοι· καὶ ταῦτα οὐκ ἐξ ἑτέρου, ἀλλὰ παρὰ τῶν προγόνων ἐμάνθανε τῶν ἑαυτοῦ. Καὶ γὰρ καὶ τύραννοι τὴν Ἐκκλησίαν ἐπολέμησαν, καὶ δῆμοι διηνεκῶς ἐπανέστησαν, ὅτι ἔτι βραχὺς ἦν ὁ τῆς εὐσεβείας σπινθήρ· ἀλλ' ὅμως οὐκ ἔσβεσαν, οὐ κατέλυσαν, ἀλλ' αὐτοὶ μὲν κατελύοντο· ὁ δὲ σπινθὴρ ἐκεῖνος αὐξόμενος πρὸς ὕψος ᾔρετο, καὶ τὴν οἰκουμένην κατέλαβεν ἅπασαν, σφαττομένων, καιομένων, κρημνιζομένων, καταποντιζομένων, θηρίοις παραδιδομένων τῶν πιστῶν ἁπάντων. Καὶ γὰρ τοὺς ἄνθρακας ὡς πηλὸν κατεπάτησαν, καὶ τὰ πελάγη καὶ τὰ κύματα καθάπερ λειμῶνας ἑώρων, καὶ ἐπὶ τὸ ξίφος ὡς ἐπὶ διάδημα καὶ στέφανον ἔτρεχον, καὶ πᾶν εἶδος τιμωρίας ἤλεγξαν οὐ τῷ γενναίως φέρειν μόνον, ἀλλὰ καὶ τῷ μεθ' ἡδονῆς καὶ προθυμίας πολλῆς. Καθάπερ γὰρ τὰ φυτὰ ἀρδευόμενα αὔξεσθαι πέφυκεν· οὕτω καὶ ἡ πίστις ἡ ἡμετέρα πολεμουμένη μᾶλλον ἀνθεῖ, καὶ ἐνοχλουμένη πλεονάζει, καὶ οὐχ οὕτω τοὺς κήπους εὐθαλεῖς ἡ τῶν ὑδάτων ἀρδεία ποιεῖν εἴωθεν, ὡς τὰς Ἐκκλησίας τῶν μαρτύρων τὸ αἷμα ποτίζειν πέφυκε. Ταῦτ' οὖν ἅπαντα καὶ πλείονα τούτων εἰδὼς ἐκεῖνος ἐδεδοίκει φανερῶς τὸν πρὸς ἡμᾶς κινῆσαι πόλεμον· μὴ τρόπαια, φησὶν, ἀλλεπάλληλα στῆσαι, καὶ νίκας ἐργάσασθαι συνεχεῖς, καὶ στεφάνους ἀναδήσασθαι παρασκευάσωμεν. Καὶ τί ποιεῖ; Σκοπεῖτε τὴν κακουργίαν· Ἰατροὺς, καὶ στρατιώτας, καὶ σοφιστὰς, καὶ ῥήτορας ἅπαντας ἀφίστασθαι τῶν ἐπιτηδευμάτων, ἢ τὴν πίστιν ἐξόμνυσθαι ἐκέλευσεν· οὕτω πρὸς ἡμᾶς τὸν πόλεμον ἀκροβολιζόμενος, ἵνα ἂν μὲν εἴξωσι, καταγέλαστος ἡ ἧττα γένηται, ὅτι χρημάτων τὴν εὐσέβειαν οὐ προετίμησαν· ἂν δὲ στῶσι γενναίως καὶ περιγένωνται, μὴ πάνυ λαμπρὰ ἡ νίκη, μηδὲ περιφανὲς τὸ τρόπαιον γένηται· οὐδὲν γὰρ μέγα τέχνης καὶ ἐπιτηδεύματος ὑπὲρ εὐσεβείας καταφρονῆσαι. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται μόνον· ἀλλὰ καὶ εἴ τις ἦν ἐν τοῖς ἔμπροσθεν χρόνοις, ἡνίκα βασιλεῖς ἦσαν εὐσεβεῖς, ἢ βωμοὺς καταλύσας, ἢ ναοὺς κατασκάψας, ἢ ἀναθήματα λαβὼν, ἢ ἄλλ' ὁτιοῦν τοιοῦτον ἐργασάμενος, εἰς δικαστήριον εἵλκετο, καὶ ἐσφάζετο, οὐχ ὁ πεποιηκώς τι τοιοῦτον μόνον, ἀλλὰ καὶ ὁ κατηγορηθεὶς ἁπλῶς. Καὶ ἑτέρας δὲ μυρίας καὶ πολυτρόπους προφάσεις ἔπλαττεν, ὥστε κατακόψαι τοὺς ἐν εὐσεβείᾳ ζῶντας ἅπαντας. Καὶ ταῦτα ἐποίει πάντα, τὸν τοῦ μαρτυρίου στέφανον ἀμαυρῶσαι βουλόμενος· ἵνα ὁ μὲν φόνος αὐτῷ προχωρῇ, καὶ σφαγαὶ γίνωνται, μὴ φαίνηται δὲ λαμπρὰ τὰ τῶν μαρτύρων βραβεῖα. Ἀλλ' οὐδὲν αὐτῷ πλεῖον ἐγίγνετο. Οὐ γὰρ ἀπὸ τῆς ἐκείνου ψήφου, οὐδὲ ἀπὸ τῆς κακουργίας πάντως οἱ ταῦτα παθόντες, ἀλλ' ἀπὸ τῆς ἀδεκάστου κρίσεως, τῆς ἄνωθεν λέγω, τὸν στέφανον δέχεσθαι μέλλουσι.