# In Juventinum et Maximum martyres 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Juventinum et Maximum martyres, Τοῦ αὐτοῦ ὁμιλία ἐγκωμιαστικὴ εἰς τοὺς ἁγίους μάρτυρας Ἰουβεντῖνον καὶ Μαξιμῖνον τοὺς μαρτυρήσαντας ἐπὶ Ἰουλιανοῦ τοῦ Ἀποστάτου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-juventinum-et-maximum-martyres/2.1

Τοιγαροῦν τῶν πραγμάτων ἐν τούτοις ὄντων, καὶ ὠδίνοντος ἐκείνου τὸν πόλεμον ἐξενεγκεῖν, καὶ δεδοικότος τὴν ἧτταν, συνέβη γενέσθαι συμπόσιον στρατιωτικὸν, οὗ μετέσχον οἱ σήμερον ἡμᾶς συναγαγόντες μάρτυρες· καὶ οἷα εἰκὸς ἐν συμποσίῳ, προτεινομένων λόγων πολλῶν, καὶ ἑτέρων ἕτερά τινα διαλεγομένων, οὗτοι τὰ παρόντα ἐθρήνουν κακὰ, καὶ τὸν ἔμπροσθεν ἐμακάριζον χρόνον, καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς τοὺς παρόντας ἔλεγον· Ζῇν δὲ λοιπὸν ὅλως ἄξιον; ἀναπνεῖν δὲ, ἢ τὸν ἥλιον τοῦτον ὁρᾷν, τῶν ἱερῶν καταπατουμένων νόμων, τῆς εὐσεβείας ὑβριζομένης, τοῦ κοινοῦ τῆς κτίσεως ἀτιμαζομένου Δεσπότου; Πάντα κνίσσης γέμει καὶ καπνοῦ, πάντα θυσιῶν ἀκαθάρτων, οὐδὲ ἀέρα καθαρὸν ἀναπνεῦσαι δυνάμεθα. Σὺ δέ μοι μὴ ἁπλῶς παραδράμῃς τὰ εἰρημένα· ἀλλ' ἐννόησον τὸν καιρὸν, καθ' ὃν ταῦτα ἐλέγετο· καὶ σκόπει τὴν εὐλάβειαν τῶν λεγόντων. Εἰ γὰρ ἐν συμποσίῳ στρατιωτικῷ ἔνθα ἄκρατος οἶνος καὶ μέθη καὶ ἅμιλλα ἀσωτίας ἐσχάτης, καὶ παροινίας ἀγὼν καὶ παραπληξίας, οὕτως ἔστενον, οὕτως ἐθρήνουν, τίνες ἦσαν ἐπὶ τῆς οἰκίας ὄντες, καὶ ἀλλήλοις συγγινόμενοι μόνοις; τίνες ἦσαν ἐν ταῖς εὐχαῖς οἱ παρ' αὐτὸν τὸν καιρὸν τῆς τρυφῆς οὕτω συνεσταλμένοι, καὶ ἀποστολικὰ σπλάγχνα ἐπιδεικνύμενοι; Ἄλλοι ἔπιπτον, καὶ οὗτοι ἐθρήνουν· ἕτερος ἠσέβει, καὶ οὗτοι ἐπυροῦντο· οὐδὲ ᾐσθάνοντο τῆς οἰκείας ὑγιείας, διὰ τὴν τῶν ἀδελφῶν ἀῤῥωστίαν· ἀλλ' ὥσπερ κοινοὶ προστάται τῆς οἰκουμένης δοθέντες, οὕτως ἤλγουν καὶ ἐδάκρυον ἐπὶ τοῖς γινομένοις κακοῖς. Ταῦτα εἰπόντες οὐκ ἔλαθον· ἀλλ' εἷς τις τῶν τῆς τραπέζης κοινωνούντων ἐκείνης, εἴρων καὶ κόλαξ, θεραπεῦσαι τὸν βασιλέα βουλόμενος, πάντα τὰ εἰρημένα τούτῳ κατεῖπεν· ὁ δὲ ὅπερ ἐζήτει πάλαι εὑρὼν, καὶ προφάσεως ἐπιλαβόμενος δυναμένης αὐτοὺς ἀποστερῆσαι τῶν τοῦ μαρτυρίου μισθῶν, κελεύει δημευθῆναι τὴν οὐσίαν αὐτῶν ἅπασαν, τυραννίδα ἐγκαλῶν ὑπὲρ τῶν ῥημάτων τούτων, καὶ γυμνοὺς εἰς τὸ δεσμωτήριον εἰσαχθῆναι προσέταξεν. Οἱ δὲ ἔχαιρον καὶ ἠγάλλοντο. Τί γὰρ ἡμῖν περιουσίας, φασὶ, καὶ στολῆς πολυτελοῦς; κἂν γὰρ αὐτὸ τὸ ἔσχατον ἱμάτιον τὴν σάρκα ἀποδύσασθαι δέῃ διὰ τὸν Χριστὸν, οὐδὲ ταύτης ἀνθεξόμεθα, ἀλλὰ καὶ αὐτὴν παραχωρήσομεν. Καὶ σήμαντρα λοιπὸν ἦν ἐν ταῖς οἰκίαις, καὶ πάντα ἀνηρπάζετο τὰ ἐκείνων. Καὶ καθάπερ ἄνθρωποι μέλλοντες ἀποδημεῖν εἰς πατρίδα μακρὰν ἀφεστηκυῖαν, τὴν οἰκίαν ἐξαργυρίσαντες πολλάκις προπέμπουσιν· οὕτω δὴ καὶ ἐπ' ἐκείνων συνέβαινεν. Ἐπειδὴ πρὸς τὸν οὐρανὸν ἔμελλον ἀποδημεῖν, προεπέμπετο αὐτῶν ἡ οὐσία, αὐτῶν τῶν ἐχθρῶν πρὸς τὴν παραπομπὴν διακονουμένων. Οὐδὲ γὰρ μόνον τὰ κατὰ λόγον ἐλεημοσύνης διδόμενα χρήματα πρὸς οὐρανὸν μετατίθενται· ἀλλὰ καὶ ἅπερ ἂν ἁρπάζωσιν οἱ τὴν πίστιν πολεμοῦντες καὶ διώκοντες τοὺς ἐν εὐσεβείᾳ ζῶντας, καὶ ταῦτα ἐκεῖ θησαυρίζεται. Ὅτι γὰρ τοῦτο οὐκ ἔλαττον ἐκείνου, ἄκουσον τί φησιν ὁ Παῦλος· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, προσδοκῶντες ἔχειν κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Ἦσαν τοίνυν οἱ μάρτυρες ἐν τῷ δεσμωτηρίῳ, καὶ πᾶσα ἡ πόλις ἐκεῖ συνέῤῥει· καίτοι γε φόβων καὶ ἀπειλῶν καὶ κινδύνων ἐπικρεμαμένων μεγάλων, εἴ τις προσέλθοι, καὶ διαλεχθείη καὶ κοινωνήσειεν αὐτοῖς λόγων. Ἀλλ' ὁ τοῦ Θεοῦ φόβος πάντα ἐκεῖνα παρώσατο, καὶ δι' ἐκείνους πολλοὶ τότε ἐγίγνοντο μάρτυρες ὑπὲρ τῆς πρὸς αὐτοὺς συνουσίας τῆς παρούσης καταφρονοῦντες ζωῆς, καὶ συντρεχόντων πολλῶν ψαλμῳδίαι συνεχεῖς τελοῦντο, παννυχίδες ἱεραὶ, συνουσίαι διδασκαλίας γέμουσαι πνευματικῆς, καὶ τῆς ἐκκλησίας ἀποκλεισθείσης τὸ δεσμωτήριον ἐκκλησία λοιπὸν ἐγίνετο. Οὐ γὰρ δὴ μόνον οἱ ἔξωθεν εἰσιόντες, ἀλλὰ καὶ οἱ ἔνδον διατρίβοντες, μεγίστην διδασκαλίαν ἀρετῆς καὶ σωφροσύνης παρὰ τῆς ὑπομονῆς καὶ τῆς πίστεως τῶν ἁγίων τούτων ἐδέχοντο. Ταῦτα ἀκούων ὁ βασιλεὺς ὠδυνᾶτο πλέον, καὶ βουλόμενος αὐτοὺς ὑποσκελίσαι, καὶ τῆς προθυμίας ἐκλῦσαι ἐκείνης, καθῆκεν ἀνθρώπους μιαρούς τινας καὶ γόητας πρὸς τὴν ἐπιβουλήν· οἳ συγκαθήμενοι πολλάκις, εἴ ποτε αὐτῶν ἐπιλάβοιντο μόνων, ὡς οἴκοθεν συμβουλεύοντες, ἀλλ' οὐχ ὡς παρὰ τοῦ βασιλέως πεμφθέντες παρῄνουν ἀποστῆναι μὲν τῆς εὐσεβείας, αὐτομολῆσαι δὲ πρὸς τὴν ἀσέβειαν. Οὐ γὰρ δὴ μόνον τὸν ἐπικείμενον οὕτω διακρούσεσθε κίνδυνον· ἀλλὰ καὶ τιμῆς πλείονος καὶ κρείττονος ἐπιλήψεσθε τῆς ἀρχῆς, τοῦ βασιλέως τὴν ὀργὴν οὕτω καταλύσαντες. Οὐχ ὁρᾶτε καὶ ἑτέρους τῶν συντεταγμένων ὑμῖν τὸ αὐτὸ τοῦτο πεποιηκότας; Οἱ δὲ, καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ἡμεῖς, φασὶ, στησόμεθα γενναίως, ἵνα ὥσπερ θύματα ἑαυτοὺς ὑπὲρ τῶν πτωμάτων ἐκείνων προσαγάγωμεν. Φιλάνθρωπον ἔχομεν Δεσπότην· οἶδε καὶ μίαν θυσίαν δεξάμενος, πάσῃ καταλλαγῆναι τῇ οἰκουμένῃ. Καὶ καθάπερ οἱ τρεῖς παῖδες ἔλεγον· ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, καὶ προφήτης, καὶ ἡγούμενος, οὔτε ὁλοκαύτωσις, οὔτε θυσία, οὔτε τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος, ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν· οὕτω δὴ καὶ οἱ μάρτυρες τὰ θυσιαστήρια κατασκαπτόμενα βλέποντες, τὰς ἐκκλησίας ἀποκλειομένας, τοὺς ἱερεῖς ἐλαυνομένους, πάντας τοὺς πιστοὺς φυγαδευομένους, ἐσπούδαζον ἑαυτοὺς ἀντὶ πάντων τῷ Δεσπότῃ προσαγαγεῖν· καὶ καταλιπόντες τάγματα στρατιωτικὰ, ἔσπευδον ἑαυτοὺς ἀναμίξαι χοροῖς ἀγγελικοῖς. Κἂν γὰρ μὴ νῦν ἀποθάνωμεν, φησὶν, ἀποθανούμεθα πάντως γοῦν μικρὸν ὕστερον, καὶ τοῦτο αὐτὸ πεισόμεθα· βέλτιον ὑπὲρ τοῦ βασιλέως τῶν ἀγγέλων ἀποθανεῖν, ἢ ὑπὲρ ἀνθρώπου τοιαῦτα ἀσεβοῦντος· βέλτιον ὑπὲρ τῆς ἄνω πατρίδος θέσθαι τὰ ὅπλα, ἢ ὑπὲρ τῆς κάτω καὶ πατουμένης. Ἐνταῦθα κἂν ἀποθάνῃ τις, οὐδὲν παρὰ βασιλέως λήψεται τῆς προθυμίας ἐπάξιον. Τί γὰρ τῷ τελευτήσαντι χαριεῖται λοιπὸν ἄνθρωπος; Πολλάκις μὲν οὖν οὐδὲ ταφῆς ἀξιωθεὶς, τοῖς τῶν κυνῶν προκείσεται στόμασιν. Ἂν δὲ ὑπὲρ τοῦ βασιλέως ἀποθάνωμεν τῶν ἀγγέλων, μετὰ πλείονος τῆς δόξης τὰ σώματα ἀποληψόμεθα, μετὰ πολλῆς τῆς λαμπρότητος ἐπανήξομεν, καὶ πολλῷ μείζους τῶν πόνων τὰς ἀμοιβὰς καὶ τοὺς στεφάνους κομιούμεθα. Λάβωμεν τοίνυν ὅπλα πνευματικά· οὐ χρεία βελῶν καὶ τόξων, οὐ χρεία ἄλλου τινὸς αἰσθητοῦ ὅπλου· ἀρκεῖ πρὸς πάντα ἡμῖν ἡ γλῶττα, φησί. Καὶ γάρ ἐστι βελοθήκη τῶν ἁγίων τὰ στόματα, συνεχεῖς καὶ ἐπαλλήλους φέροντα τῇ τοῦ διαβόλου κεφαλῇ τὰς πληγάς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Juventinum et Maximum martyres. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg042.local001/.
