Ancient Greek · ~15 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Kalendas 5.1
Not analysed yet
Τί γένοιτ' ἂν οὖν, εἰπέ μοι, τῶν βασκάνων ἐλεεινότερον, ὅταν ἐξὸν καὶ χαίρειν καὶ κερδαίνειν διὰ τὴν χαρὰν, αὐτοὶ καὶ λυπεῖσθαι αἱρῶνται μᾶλλον ἐπὶ ταῖς τῶν ἑτέρων εὐδοκιμήσεσι, καὶ μετὰ τῆς λύπης ἔτι καὶ κόλασιν ἐπισπᾶσθαι παρὰ τοῦ Θεοῦ, καὶ τιμωρίαν ἀφόρητον; Καὶ τί χρὴ λέγειν ἐπαίνους, καὶ ψόγους, καὶ λύπας, καὶ χαρὰς, ὅπου γε καὶ ἀπὸ τῶν μικροτάτων αὐτῶν καὶ εὐτελεστάτων πραγμάτων τὰ μέγιστ' ἔστι καρπώσασθαι, ἂν διὰ τὸν Θεὸν αὐτὰ ποιῶμεν; Τί γὰρ τοῦ κείρασθαι εὐτελέστερον; Ἀλλ' ἔστι καὶ τοῦτο ποιῆσαι διὰ τὸν Θεόν. Ὅταν γὰρ μὴ τὴν κόμην διαθῇς, μηδὲ καλλωπίσῃς τὴν ὄψιν, μηδὲ πρὸς δέλεαρ καὶ ἀπάτην τῶν ὁρώντων σαυτὸν κατακοσμήσῃς, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχε καὶ ὅσον ἡ χρεία ἀπαιτεῖ μόνον, διὰ τὸν Θεὸν τοῦτο ἐποίησας, καὶ πάντως ἕξεις τὸν μισθὸν, ὅτι ἐπιθυμίαν ἐκόλασας πονηρὰν, καὶ φιλοτιμίαν ἄκαιρον ἐνέκοψας. Εἰ γὰρ ὁ ποτήριον μόνον ψυχροῦ δοὺς διὰ τὸν Θεὸν, βασιλείαν οὐρανῶν κληρονομήσει, ὁ πάντα ποιῶν διὰ τὸν Θεὸν ἐννόησον πόσης ἀπολαύσεται τῆς ἀμοιβῆς. Ἔστι καὶ βαδίζειν διὰ τὸν Θεὸν, καὶ βλέπειν διὰ τὸν Θεόν. Πῶς ἔστι βλέπειν διὰ τὸν Θεὸν, καὶ βαδίζειν; Ὅταν μὴ πρὸς πονηρίαν τρέχῃς, ὅταν μὴ περιεργάζῃ τὰ ἀλλότρια κάλλη, ὅταν ἰδὼν γυναῖκα ἀπαντῶσαν, χαλινώσῃς τὸν ὀφθαλμὸν, τειχίσῃς τὴν ὄψιν τῷ τοῦ Θεοῦ φόβῳ, διὰ τὸν Θεὸν τοῦτ' ἐποίησας· ὅταν τὰ μὴ πολυτελῆ, καὶ μαλακωτέρους ἡμᾶς ποιοῦντα, ἀλλὰ τὰ δυνάμενα ἡμᾶς σκέπειν, ταῦτα περιβαλλώμεθα μόνον. Ἔστι καὶ μέχρις ὑποδημάτων τοῦτον ἐξαγαγεῖν τὸν νόμον. Καὶ γὰρ πολλοὶ πρὸς τοῦτο βλακείας καὶ ἀσωτίας ἐξώλισθον, ὡς καὶ τὰ ὑποδήματα καλλωπίζειν, καὶ πάντοθεν αὐτὰ ποικίλλειν, οὐχ ἧττον ἢ τὰς ὄψεις ἕτεροι· ὅπερ ψυχῆς ἐστιν ἀκαθάρτου καὶ διεφθαρμένης. Εἰ γὰρ καὶ αὐτὸ μικρὸν εἶναι δοκεῖ, ἀλλὰ μεγάλης ἐξωλείας δεῖγμα καὶ ἔλεγχος ἂν εἴη τοῦτο, καὶ ἐπ' ἀνδρῶν καὶ ἐπὶ γυναικῶν. Ἔξεστι τοίνυν καὶ ὑποδήμασι χρῆσθαι διὰ τὸν Θεὸν, ὅταν πανταχοῦ τὴν χρείαν ἐπιζητῶμεν, καὶ τοῦτο μέτρον τῆς ἀπολαύσεως ποιώμεθα. Καὶ ὅτι καὶ διὰ βαδίσεως καὶ διὰ στολῆς ἔστι τὸν Θεὸν δοξάσαι, ἄκουσον τί φησι σοφός τις ἀνήρ· Στολισμὸς ἀνδρὸς, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὸς ἀναγγέλλει τὰ περὶ αὐτοῦ. Ὅταν γὰρ κατεσταλμένοι [καὶ σεμνοὶ], καὶ σεμνότητος γέμοντες, καὶ πολλὴν πανταχόθεν ἐπιδεικνύμενοι τὴν σωφροσύνην φαινώμεθα· καὶ ἀπὸ ψιλῆς τῆς συντυχίας καὶ ὁ ἄπιστος, καὶ ὁ ἀκόλαστος, καὶ ὁ θορυβώδης τὸν τοιοῦτον ἰδὼν θαυμάσεται, κἂν ἁπάντων ἀναισθητότερος ᾖ. Κἂν γυναῖκα ἀγώμεθα, διὰ τὸν Θεὸν τοῦτο ποιῶμεν, ἵνα σωφρονῶμεν, οὐχ ἵνα τὴν οὐσίαν εὐπορωτέραν ἐργαζώμεθα, ἵνα ψυχῆς εὐγένειαν ἐπιζητῶμεν, μὴ χρημάτων περιουσίαν, μηδὲ προγόνων περιφάνειαν, ἀλλὰ τρόπων ἀρετὴν καὶ ἐπιείκειαν· συνέμπορον τοῦ βίου λαμβάνωμεν, οὐχὶ καπηλείας κοινωνόν. Καὶ τί δεῖ πάντα καταλέγειν; Ἔξεστι γὰρ λοιπὸν ἡμῖν ἐκ τῶν εἰρημένων ἕκαστον ἐφοδεύειν τῶν γινομένων καὶ πραττομένων, καὶ πάντα διὰ τὸν Θεὸν ποιεῖν. Καὶ καθάπερ οἱ ἔμποροι περιπλέοντες τὸ πέλαγος, καὶ εἰς πόλεις ὁρμίζοντες, οὐ πρότερον ἀποβαίνουσι τοῦ λιμένος, οὐδὲ εἰς τὴν ἀγορὰν ἀναβαίνουσιν, ἕως ἂν πύθωνται, ὅτι κέρδος ἔχει τι τῶν ἐκεῖ ἀποτεθειμένων· οὕτω καὶ σὺ μηδὲν μήτε πράξῃς, μήτ' εἴπῃς, ἂν μὴ κέρδος ἔχῃ τὸ κατὰ Θεόν. Καὶ μή μοι λέγε ὅτι οὐ δυνατὸν διὰ τὸν Θεὸν πάντα ποιεῖν. Ὅταν γὰρ ὑπόδεσις, καὶ κουρὰ, καὶ ἱματίων στολὴ, καὶ βάδισις, καὶ ὄψις, καὶ ῥήματα, καὶ συνέδρια, καὶ εἴσοδοι καὶ ἔξοδοι, καὶ σκώμματα καὶ ἔπαινοι, καὶ ψόγοι καὶ ἐγκώμια, καὶ φιλίαι καὶ ἔχθραι δύνωνται διὰ τὸν Θεὸν γίνεσθαι, τί ἔστι λοιπὸν ὃ μὴ δυνατὸν γενέσθαι διὰ τὸν Θεὸν, ἂν θέλωμεν; Τί δεσμοφύλακος χεῖρον; οὐ πάντων βίος ὁ πονηρότατος εἶναι δοκεῖ, Ἀλλ' ἔξεστι τῷ βουλομένῳ κἀκεῖθεν κερδᾶναι, ὅταν τῶν δεδεμένων φείδηται, ὅταν τοὺς ἀδίκως ἐμβεβλημένους θεραπεύῃ, ὅταν μὴ πραγματεύηται ἀπ' ἀλλοτρίας συμφορᾶς, ὅταν κοινὸς προκέηται λιμὴν τοῖς δεομένοις ἅπασι. Οὕτως ὁ δεσμοφύλαξ ἐκεῖνος ἐσώθη ὁ ἐπὶ Παύλου· ὅθεν δῆλον ὅτι πάντοθεν, ἂν θέλωμεν, δυνάμεθα πραγματεύεσθαι.