# In latronem [Sp.] 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In latronem [Sp.], Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-latronem-sp/2.1

Ἀλλ' ὁρῶ τὴν ἀγάπην ὑμῶν προθυμοτέραν, καὶ τὸ σῶμα στενοχωρούμενον· καὶ ἠβουλόμην ἐνταῦθα καταπαῦσαι τὸν λόγον· ἀλλ' ἐπειδὴ τὸ ὑμέτερον φιλήκοον προτρέπεται ἡμᾶς μηκῦναι τὸν λόγον, πρὸς τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανέλθωμεν. Χαῖρε, φησὶ, Ῥαββί. Ὁ δὲ φιλάνθρωπος Δεσπότης, νικῶν τῇ ἀνεξικακίᾳ τοῦ προδότου τὴν πονηρίαν, καλῶς εἶπεν, Ἑταῖρε ἐφ' ᾧ πάρει. Ἀσπάζομαί σε, Ἰούδα, οὐχ ἵνα ἀγάπην δωρήσωμαι, ἣν ἀπεβάλου, ἀλλ' ἵνα κενώσω τὴν χάριν, ἣν δέδωκά σοι· ἀνάξιον γὰρ ἀγγεῖον ἐπουράνιον μύρον βαστάζειν οὐ δύναται. Τί δὲ λέγω περὶ Ἰούδα; Πέτρος ὁ τὴν κλεῖδα τῆς βασιλείας δεξάμενος, βλέπων τὸν Βασιλέα τῆς δόξης σταυρούμενον, ῥίψας τὰς κλεῖς ἔφυγε· καὶ ὁ λῃστὴς ὁ τὰς θύρας ὑπανοίγων τῶν ἀνθρώπων, αὐτὸς τὰς κλεῖς τοῦ παραδείσου ἥρπασε. Πέτρος ὁ λέγων, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι, τρίτον ἀπηρνήσατο· καὶ ὁ λῃστὴς οὐ λόγοις ἐπαγγειλάμενος, ἀλλ' ἔργοις συναποθνήσκων τῇ ἀναστάσει, ἔλεγε· Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὁ λῃστὴς ἀρχὰς καὶ ἐξουσίας οὐκ ᾐδέσθη, καὶ ὁ Πέτρος ἀπειλὴν κόρης οὐχ ὑπήνεγκεν· ὁ λῃστὴς ἔκραξε, Κύριε, καὶ ὁ Πέτρος, Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον, ὃν πρὸ μικροῦ Υἱὸν Θεοῦ ἐκάλει. Πέτρος ὁ διὰ θαλάσσης περιπατήσας, τὸν πεζεύσαντα τὴν ὑγρὰν φύσιν ἠρνήσατο· καὶ ὁ λῃστὴς οὐκ ἐπὶ νῶτα θαλάσσης βαδίσας, ἀλλ' ἐπὶ τὰς τῶν πλουσίων πύλας, ἔκραζε, Κύριε. Οἱ υἱοὶ Ζεβεδαίου, οἱ λέγοντες, Δυνάμεθα πιεῖν τὸ ποτήριον, ὃ μέλλεις πίνειν (τοῦτο γὰρ ἦν), ἐν καιρῷ τοῦ ποτηρίου ἔφυγον· καὶ ὁ λῃστὴς ἥρπασεν ἐκ χειρὸς τῶν Ζεβεδαίου τὸ τοῦ σωτηρίου ποτήριον, λέγων· Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Θωμᾶς ὁ τοῦ ἀκαταλήπτου μυστηρίου περίεργος ἐρευνητὴς, ἔφασκε τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν σὺν αὐτῷ· καὶ ἰδὼν αὐτὸν σταυρούμενον ἔφυγε. Σταυρούμενον βλέπει, καὶ φεύγει· ἀνιστάμενον βλέπει, καὶ διστάζει λέγων· Ἐὰν μὴ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς, ὁ δι' ἓν πρόβατον κατεληλυθὼς, τοῦ ἑνὸς προβάτου οὐ κατεφρόνησεν· ἀλλ' αἴρει αὐτὸ ἐπὶ τῶν ὤμων, καί φησι· Φέρε τὴν χεῖρά σου ὧδε, καὶ βάλε εἰς τὴν πλευράν μου. Λόγχης στρατιωτικῆς ἠνεσχόμην, καὶ δεξιᾶς ἀποστολικῆς οὐκ ἀνέξομαι; Ἀλλ' ὦ τῶν καλῶν λῃστὰ (πρὸς σὲ γάρ μοι ὁ λόγος), λῃστεύειν ἔμαθες, πιστεύειν οὐκ ἐδιδάχθης· οὐ γέγονας μαθητὴς, καὶ πῶς Δημιουργὸν καλεῖς λέγων· Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου; Καλῶς ἐλάλησας, εὐσεβῶς ἐπίστευσας. Ἐπικινδύνως πολλάκις ἐσύλησας, πλουσίων πολλάκις ἤνοιξας θησαυροὺς, καὶ τοιοῦτον μαργαρίτην οὐχ εὗρες ὡς τὸν Χριστόν. Ἀπόστολος οὐ γέγονας, οὐκ ἤκουσας τοῦ νομοθέτου λέγοντος, Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην· καὶ πῶς ἀπὸ ξύλου ἐτρύγησας τὴν ζωήν; Οὐκ ἤκουσας Ἡσαΐου λέγοντος· Τῷ μώλωπι τοῦ πάθους αὐτοῦ τὰ τῶν ἀνθρώπων πάθη τὴν ἴασιν δέχεται· καὶ πῶς πάθεσιν εὗρες ἴαμα; Ναὶ, φησὶν ὁ λῃστής· βλέπω τὴν κτίσιν πᾶσαν δονουμένην καὶ τρέμουσαν, καὶ τὸν ἐπὶ τοῦ ξύλου κρεμάμενον Δεσπότην γνωρίζω τῆς κτίσεως. Εἰ μὴ γὰρ ἦν οὗτος Ποιητὴς τῶν ὅλων, ὁ ἥλιος οὐκ ἂν βλέπων αὐτὸν γυμνούμενον, αἰδούμενος τὰς οἰκείας ἀκτῖνας ἀπέκρυψε, καὶ τοὺς θεομάχους ἐσκότισεν. Εἰ μὴ ἦν οὗτος Ποιητὴς οὐρανοῦ καὶ γῆς, οὐκ ἂν βλέπων αὐτὸν ὁ οὐρανὸς σταυρούμενον, τὸ σκότος ὡς σάκκον περιεβάλλετο. Εἰ μὴ ἦν οὗτος Δεσπότης πάσης τῆς γῆς, οὐκ ἂν ἐκ τῆς πλευρᾶς αὐτοῦ δεξαμένη τὸ αἷμα, ἐκ τῶν θεμελίων ἐσαλεύθη. Εἰ μὴ ἦν οὗτος ζωῆς καὶ θανάτου Δεσπότης, οὐκ ἂν προσεγγίζων αὐτῷ ὁ θάνατος κατεβλήθη, καὶ τὰ τῶν ἁγίων μνήματα ἀνεῴχθησαν. Εἰ μὴ ἦν οὗτος Κύριος τοῦ ναοῦ, οὐκ ἂν βλέπων αὐτὸν ὁ ναὸς σταυρούμενον, τὸ οἰκεῖον καταπέτασμα περιέσχισεν. Εἰ μὴ ἦν οὗτος ὁ μὴ βουλόμενος τὸν θάνατον τῶν ἁμαρτωλῶν, οὐκ ἂν ἐπρέσβευσεν ὑπὲρ τῶν ἁμαρτωλῶν λέγων· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ὁ γὰρ τούτου θάνατος πάντα συνέστησε. Κατέρχεται γὰρ εἰς τὸν ᾅδην, καὶ μετὰ πάντων ἀνέρχεται. Διὰ τοῦτο κράζω λέγων· Κύριε, μνήσθητί μου. Οὐχ ὡς δοῦλον παρακαλῶ, Μνήσθητί μου, ὅταν εὖ σοι γένηται, ἀλλὰ, Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Καὶ τί πρὸς αὐτὸν ὁ Δεσπότης; Ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Λεγέτωσαν οἱ ἀκριβεῖς λογοθέται τῆς ἀκαταλήπτου γεννήσεως, πῶς ἔλεγε τῷ λῃστῇ, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ; Πρῶτον τοῦτο ἑρμηνευσάτωσαν, καὶ τότε τὸν ἄῤῥητον αὐτοῦ τόκον, ὃν προφητικῶς βοᾷ, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ; Ταύτην ἐπλάτυναν οἱ Πατέρες τὴν πίστιν, οὕτως ἐδόξασαν τὸν ἀπερίληπτον, πιστεύοντες, καὶ μὴ πολυπραγμονοῦντες. Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἶπε, καὶ γέγονεν. Ἀλλ', ὦ φιλάνθρωπε Δέσποτα, πάντες οἱ δίκαιοι ἔξω τοῦ παραδείσου ἑστήκασι, καὶ λῃστὴν εἰς παράδεισον εἰσάγεις; Ναὶ, λῃστὴν πρῶτον εἰσάγω εἰς τὸν παράδεισον, ἵνα πείσω τὸν κόσμον, ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν. Αὐτῷ τῷ Χριστῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In latronem [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg258.local001/.
