Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In laudem conceptionis sancti Joannis Baptistae [Sp.] (fort. sub auctore Proclo) 2.1
Not analysed yet
Ὁ δὲ Ζαχαρίας ἀνταποκριθεὶς εἶπε πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Εἶπε δὲ ὁ ἄγγελος· Ἐπειδὴ σημεῖον ἐπιζητεῖς τοῦ τόκου, καὶ τοῖς ἐμοῖς ἀπιστεῖς λόγοις, λάβε ἐνέχυρον ἀσφαλές· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. Ἀνένδοτος ἡ δίκη τῷ πλημμελήσαντι, καὶ ἀνυπέρθετος ἡ τῆς τιμωρίας ὀργή. Οὐκ ἔδει γὰρ ἀληθῶς ἀπιστηθῆναι τὸν ἄγγελον, οὐ τὸ θυσιαστήριον εὐκαταφρόνητον σχεῖν, οὐ τὸν καιρὸν τοῦ θυμιάματος καιρὸν ἀπάτης λογίσασθαι· ὁ γὰρ ἄγγελος θυμιῶντι αὐτῷ ὤφθη. Οὐ τῆς Ἀβραὰμ ἱστορίας ὑπεμνήσθη· καὶ τότε γὰρ στείρα καὶ γῆρας παιδοποιεῖ, καὶ εὔπιστα πανταχοῦ τὰ λεγόμενα ἐδείχθη· εἶχε γὰρ τῆς τοιαύτης τεκνογονίας τὸ θαῦμα· ὅθεν ὁ ἄγγελος πρὸς αὐτὸν, Ἔσῃ, φησὶ, σιωπῶν, καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς ἐμοῖς λόγοις. Ὢ τῆς φιλανθρώπου τιμωρίας, διόρθωσιν μᾶλλον ἐργασαμένης. αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει. Ἐξελθὼν γὰρ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς· καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός. Καλῶς γὰρ καὶ τὸ ἔμενεν ὁ εὐαγγελιστὴς συνεγράψατο· περιέμενε γὰρ ἡ σιωπὴ τικτομένην τὴν φωνὴν, ὁ Ζαχαρίας τὸν Ἰωάννην, ὁ πρεσβύτης τὸν παῖδα. Ὢ τοῦ θαύματος. λόγος ἐπιδημεῖ, καὶ ἡ φωνὴ προκηρύττει· Δεσπότης ἔρχεται, καὶ δοῦλος προαποστέλλεται. Ἀλλὰ τί νῦν προλαβὼν τὸ τῆς ἐρήμου κήρυγμα λέγω, ἔχων ἑτέραν ξένην τινὰ καὶ μεγάλην τῶν προοιμίων φωνήν; Ἔργα γάρ ἐστι πρῶτα, τούτων τῶν ῥημάτων ἀνώτερα. Ἔτι γὰρ ὁ Βαπτιστὴς οἰκῶν ἐν τῇ γαστρὶ τῆς μητρὸς, ἔτι τοῖς τῆς φύσεως δεσμοῖς κατεχόμενος, ἔτι τοῖς μητρικοῖς σπαργάνοις ἐνειλη[μμένος], κηρύγματι τὴν τοῦ Δεσπότου βοᾷ παρουσίαν· Ἐγένετο γὰρ, φησὶν, ὡς ἤκουσε τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Οὔπω γεννᾶται, καὶ τοῖς σκιρτήμασι φθέγγεται· οὔπω βοᾷν συγχωρεῖται, καὶ δι' ἔργων ἀκούεται· οὔπω μανθάνει τὸν βίον, καὶ τὸν Θεὸν προκηρύττει. Ὄντως ἄλλοι κεκοπιάκασι, καὶ ἡμεῖς εἰς τοὺς κόπους αὐτῶν εἰσεληλύθαμεν· προεβόων οἱ προφῆται, καὶ οὐκ ἐσίγων τυπτόμενοι· πατριαρχῶν κατάλογος ἐκινδύνευεν· ἀντιπαρετάττοντο τύραννοι· βασιλεῖς ἐπολέμουν· ὠργίζετο δῆμος· ὁ κόσμος ὅλος ἀντηγωνίζετο τοῖς τῶν δικαίων ἀγῶσιν· ἔνθεν προσήγοντο βήμασι, κἀκεῖθεν κατεξαίοντο ταῖς μάστιξι· πανταχόθεν κολαστήρια καὶ στρεβλώσεις. Ἀλλ' ἐν τοιαύτῃ κατηφείᾳ βίου τυγχάνοντας λύσιν τοῦ χειμῶνος εὐαγγελιζόμενος ὁ Ἰωάννης, δεδεμένος ἔτι τοῖς σπαργάνοις τῆς φύσεως, τὸ σωτήριον ἔαρ ὑπέδειξεν ἡμῖν· καὶ σπεύδων κηρῦξαι τῇ φωνῇ ὃν ἐμήνυσε τοῖς ποσὶν αὐτοῦ, ἐβιάζετο τοὺς ὅρους τῆς φύσεως· βραδυτοκοῦσαν γὰρ τὴν Ἐλισάβετ ἐσόβει· ἐσκίρτα ὁμοῦ τε χορεύων καὶ δυσχεραίνων ἐφ' οἷς ἐπὶ τῆς νηδύος κεκράτητο· τῆς περιόδου τῶν μηνῶν κατεβόα· ὡς ἄδικον φυλακὴν τὴν μήτραν ἐτίνασσε, καὶ ἐβόα τοῖς σκιρτήμασι, τοιαῦτα πρὸς τὴν Ἐλισάβετ φθεγγόμενος· Ἀδικεῖς, ὦ μῆτερ, βραδυτοκοῦσα, τῆς οἰκουμένης τὴν χαρὰν συνέχουσα, καὶ τὸν πρόδρομον κωλύουσα· προφήτην ἐγγάστριον φέρεις, βασιλικὸν στρατιώτην κατέχεις· συμποδίζεις τὸν ταχυδρόμον τῆς εὐσεβείας· ἀδικεῖς, ὦ μῆτερ· οὐκ οἶδας τὸ μέλλον, ἀγνοεῖς τὰ ἐσόμενα. Τὸ φῶς παραγίνεται, τὸν ὄρθρον ἀπόλυσον· ἀνατελεῖ ὁ ἥλιος, ὁ ἑωσφόρος προλάμψῃ· ἐπὶ θύραις ὁ λόγος, καὶ χρεία τῆς φωνῆς, ἐγγὺς ὁ νυμφίος, καὶ δίκαιον ἁπλωθῆναι τὸν θάλαμον ἐν τῷ Ἰορδάνῃ· αἵματος χρεία ἐξαγοράζοντος τὸν κόσμον, καὶ χρή με πόῤῥωθεν τὸν ἀμνὸν ὑποδεῖξαι. Σπαργανοῦται τὸ γένος ταῖς ἁμαρτίαις, ἦλθεν ὁ λύων τοὺς πεπεδημένους. Χρεία κλήτορος, ἵνα πάντες μαθόντες ἀπαντήσωσι τῷ Δεσπότῃ· καὶ ἰδοὺ κρατεῖς ἐν μήτρᾳ τὸν πρόδρομον. Οὐκοῦν ἐννόησον, μῆτερ, τὸν Ἀδὰμ κρατούμενον ἐν τῷ ᾅδῃ, τῆς Εὔας τοὺς αἰωνίους στεναγμούς· ἔτι γὰρ κράζει τὸ αἷμα τοῦ Ἄβελ τὴν κατὰ τοῦ Κάϊν ἐντυγχάνον ἀναίρεσιν· συστενάζει αὐτῷ καὶ αὐτὰ τὰ στοιχεῖα. Διὰ τοῦτο πάντως ἀπηλλάγης τοῦ πάθους τῆς ἀτεκνίας, ἵνα μηνύσῃ ὁ ἐκ στείρας τὸν ἐκ παρθένου· διὰ τοῦτο ἐγὼ ἐν τῇ μήτρᾳ ἐσκίρτησα, ἵνα μηκέτι ὀρχήσηται ὁ διάβολος ἐν τῷ κόσμῳ. Τοιαῦτα μὲν οὖν μήπω τεχθεὶς ὁ Ἰωάννης πρὸς τὴν Ἐλισάβετ διὰ τῶν σκιρτημάτων ἐσήμανε· Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν, καὶ ἐγέννησεν υἱὸν, καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ' αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο, ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· Ἰωάννης κληθήσεται. Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό· καὶ αἰτήσας πινακίδιον, ἔγραψε, λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ. Καὶ ἐθαύμασαν πάντες. Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. Ἀμέλει τὸ βρέφος τίκτεται, καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανέρχεται· οὕτω γὰρ δείκνυται βοῶσα ἡ Ἰωάννου φωνὴ, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια πέφηνεν. Ἐγὼ γὰρ, φησὶ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Δεξάμενος γὰρ τὴν ἔλλαμψιν τοῦ ἁγίου Πνεύματος, ὑπεδείκνυε τὸν ποιητὴν τοῖς ποιήμασι, καὶ τὸν πλάστην ἐδακτυλοδείκτει τοῖς πᾶσι μεγαλοφώνως βοῶν· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἀλλὰ τί τῷ θερμῷ ζήλῳ τοῦ βρέφους καὶ ὁ ἡμέτερος σήμερον συνεκτείνεται λόγος; Ἐπίσχωμεν, εἰ δοκεῖ, νῦν τέως τὴν γλῶσσαν, ἀρκούντως μετὰ τοῦ βρέφους σκιρτήσασαν. Καλὸν γὰρ συμμετρεῖν τῷ καιρῷ τὴν ἐξήγησιν, καὶ ἐντρυφᾷν μὲν τοῖς εἰρημένοις, περιμένειν δὲ καὶ τὴν τῶν καθεξῆς θεωρίαν. Οὔτε γὰρ τοὺς ὅρους τῆς φύσεως ὁ Βαπτιστὴς ἐβιάσατο τῷ σκιρτήματι, ἀλλ' ἔμενε καὶ αὐτὸς τὸν προσήκοντα χρόνον, εἰδὼς ὅτι καὶ τοῦτο δι' ἡμᾶς μετ' αὐτὸν πληρώσει ὁ Δεσπότης, βοῶν· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ, κατακαλύψαι θαλάσσας καὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασταί μου τὸ ὄνομα, καὶ ἐν παντὶ τόπῳ προσφέρεται τῷ ὀνόματί μου θυσία καθαρά. Οὐκ ἔτι γὰρ κατὰ τὸν νόμον εἷς ναός ἐστιν ὁ δεχόμενος τὰς θυσίας, ὁ σεμνυνόμενος ἐπὶ ταύταις· ἀλλὰ κατὰ πᾶσαν τὴν οἰκουμένην Ἐκκλησίαι εἰλικρινῶς τῷ Θεῷ δόξαν ἀναπέμπουσιν. Ἐκεῖ ἱερεὺς ἦν εἷς τοῦ ἐνιαυτοῦ, θνητὸς, καὶ πάσης ἁμαρτίας πεπληρωμένος· νῦν ἐλάβομεν τῶν ἡμετέρων ψυχῶν ἀρχιερέα Ἰησοῦν Χριστὸν, Ὃς ἁμαρτίαν οὐκ ἐποίησε, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ἔχομεν γὰρ, φησὶν, ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανοὺς, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.