# In martyres Aegyptios 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In martyres Aegyptios, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-martyres-aegyptios/2.1

Τοιαῦται τῶν ἁγίων αἱ νῖκαι. Εἰ δὲ τὰ ἀγωνίσματα καὶ τὰ παλαίσματα οὕτω θαυμαστὰ καὶ παράδοξα, τί ἂν εἴποιμεν περὶ τῶν ἐπάθλων καὶ στεφάνων τῶν ὑπὲρ τῆς αὐτῶν καρτερίας ἀποκειμένων αὐτοῖς; Οὐ γὰρ δὴ μέχρι τῶν βασάνων τούτων ἔστησαν, οὐδὲ ἐνταῦθα τὸν δρόμον κατέλυσαν, ἀλλὰ περαιτέρω τὰ σκάμματα αὐτοῖς ἐξετείνετο, τοῦ μὲν πονηροῦ δαίμονος τῇ προσθήκῃ τῶν τιμωριῶν προσδοκοῦντος ὑποσκελίζειν τοὺς ἀθλητὰς, τοῦ δὲ φιλανθρώπου Θεοῦ συγχωροῦντος καὶ οὐ κωλύοντος· ὥστε καὶ τὴν τῶν ἀπίστων μανίαν σαφεστέραν πᾶσιν ἐπιδειχθῆναι, καὶ τούτοις λαμπροτέρους καὶ πλείους πλακῆναι τοὺς στεφάνους. Καὶ καθάπερ ἐπὶ τοῦ Ἰὼβ γέγονεν καὶ τοῦ διαβόλου· ὁ μὲν πλείους ᾔτει κατ' αὐτοῦ παρὰ τοῦ Θεοῦ τιμωρίας, προσδοκῶν περιέσεσθαι τῇ προσθήκῃ τῶν δεινῶν τοῦ γενναίου τῆς εὐσεβείας ἀθλητοῦ· ὁ δὲ συνεχώρει, καὶ ἐχαρίζετο ταῖς πονηραῖς αἰτήσεσι τοῦ πονηροῦ δαίμονος, ἐπιφανέστερον τὸν αὑτοῦ ποιῶν ἀθλητήν· οὕτω δὴ καὶ ἐνταῦθα ἐγένετο. Ἐπειδὴ γὰρ θηρίου παντὸς χαλεπώτερον τὸ σῶμα αὐτῶν πανταχόθεν διεμασήσατο, καὶ τὴν γλῶτταν καὶ τὸ στόμα ᾕμαξεν, εἰ καὶ μὴ τοῖς αἵμασι τῶν ἁγίων, ἀλλὰ ταῖς ἀπανθρώποις καὶ ὠμαῖς ψήφοις ἐκείναις, ἡττηθεὶς ὑπὸ τῆς καρτερίας αὐτῶν, καὶ ἐμφορηθεὶς ἱκανῶς τῆς ἀπανθρώπου θοίνης ἐκείνης, καὶ κόρον λαβὼν ἀπῆλθεν. Ὅρα γὰρ πόση τῶν ἁγίων ἡ ὑπομονὴ, ἣ τοσαύτην μανίαν τοῖς οἰκείοις ἐκόρεσε πάθεσιν. Ἐπῄει πάλιν ἐπαγωνιζόμενος τῇ μανίᾳ, καὶ πάντα τὰ θηρία δι' ἄλλης ὠμότητος ἐκνικῆσαι φιλονεικῶν. Ἐκεῖνα γὰρ ἀνάγκῃ φύσεως πρὸς τὴν θοίνην ἔρχεται ταύτην, καὶ κορεσθέντα ἄπεισι, κἂν μυρία ἴδῃ σώματα, οὐδενὸς ἐκείνων ἐφάπτεται· οὗτος δὲ καὶ πονηρίᾳ προαιρέσεως ἐπὶ τὴν βορὰν ᾔει ταύτην, καὶ τῶν σαρκῶν αὐτῶν ἐμπλησθεὶς, ἑτέραν πλέκει κατ' αὐτῶν μηχανὴν, μακροτάτῳ καὶ χαλεπωτάτῳ θανάτῳ τοὺς ἁγίους παραδούς· προσέταξε γὰρ ἐν τοῖς μετάλλοις αὐτοὺς ἐργάζεσθαι διηνεκῶς. Ὢ τῆς ἀπονοίας. πεῖραν οὕτω σαφῆ λαβὼν τῆς ἀνδρείας αὐτῶν, καὶ τῆς ὑπομονῆς, ταύτῃ προσεδόκησε περιέσεσθαι. Καὶ δὴ θηρίοις συνῴκουν οἱ ἅγιοι, οἱ τῶν ἀγγέλων σύνοικοι, καὶ τῶν οὐρανῶν πολῖται, καὶ εἰς τὴν ἄνω λοιπὸν γραφέντες Ἱερουσαλὴμ, καὶ ἦν πάσης πόλεως λοιπὸν ἡ ἔρημος ἁγιωτέρα. Ἐν μὲν γὰρ ταῖς πόλεσι τὰ παράνομα ταῦτα καὶ τυραννικὰ ἐτολμᾶτο καθ' ἑκάστην ἡμέραν ἐπιτάγματα· ἡ δὲ ἔρημος ἀτέλειαν εἶχε τῆς ἀπανθρώπου λειτουργίας· καὶ τὰ μὲν δικαστήρια ἀνοσίας πράξεως ἔγεμε καὶ ἀθέσμων ἐπιταγμάτων· αἱ δὲ ἐρημίαι τοὺς πάντων ἀνθρώπων εὐνομωτέρους εἶχον πολίτας, τοὺς ἐξ ἀνθρώπων ἀγγέλους γεγενημένους, καὶ πρὸς τὸν οὐρανὸν ἡ ἔρημος ἡμιλλᾶτο, τό γε ἐκ τῆς ἀρετῆς τῶν οἰκούντων πολιτῶν. Καὶ φύσει μὲν ἦν ἡ τιμωρία χαλεπωτάτη, τῇ δὲ προθυμίᾳ τῶν ἀγωνιζομένων ἐγένετο ῥᾳδία καὶ κούφη καὶ εὔπορος. Πολλαπλάσιον τότε ἐνόμιζον ὁρᾷν τὸ φῶς, καὶ τὸ εἰρημένον παρὰ τῷ προφήτῃ, ὅτι Ἡ σελήνη ἔσται ὡς ὁ ἥλιος, ὁ δὲ ἥλιος ἑπταπλασίων, τοῦτο ἀπειληφέναι τὸ φῶς ἤδη ἐνόμιζον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ψυχῆς εὐθυμότερον καταξιουμένης ὑπὲρ Χριστοῦ παθεῖν τι τῶν δεινῶν καὶ ἀφορήτων εἶναι δοκούντων ἡμῖν. Ἤδη πρὸς τὸν οὐρανὸν μεθεστάναι καὶ μετ' ἀγγέλων χορεύειν ἐνόμιζον. Τί γὰρ μᾶλλον αὐτοῖς οὐρανοῦ καὶ ἀγγέλων ἔδει, τοῦ τῶν ἀγγέλων Δεσπότου μετ' αὐτῶν ὄντος Ἰησοῦ ἐπὶ τῆς ἐρήμου; Εἰ γὰρ, ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν, πολλῷ μᾶλλον ἐν μέσῳ ἐκείνων ἦν τότε συνειλεγμένων, οὐχ ὡς εἰς τὸ ὄνομα, ἀλλ' ὑπὲρ τοῦ ὀνόματος κολαζομένων διηνεκῶς. Ἴστε γὰρ, ἴστε σαφῶς, ὅτι τῆς τιμωρίας ταύτης οὐκ ἔστιν ἑτέρα χαλεπωτέρα, καὶ ὅτι μυρίους θανάτους ἄλλους ἂν εἵλοντο ὑπομεῖναι οἱ ταύτῃ τῇ ψήφῳ καταδικαζόμενοι, ἢ τῆς ὀδύνης ἀνέχεσθαι τῆς ἐκεῖθεν γενομένης. Παρεδόθησαν μετάλλοις, ἔνθα χαλκὸν ἀνορύττειν ἔδει, πολλάκις αὐτοὶ μετάλλου χρυσίου ὄντες τιμιώτεροι καὶ ἀΰλου χρυσίου, οὐ καταδίκων ἀνορυττομένου χερσὶν, ἀλλὰ πιστῶν ἀνδρῶν προθυμίᾳ εὑρεθέντος· εἰργάζοντο μέταλλα οἱ μυρίων γέμοντες θησαυρῶν. Τί τῆς ζωῆς ἐκείνης πικρότερον καὶ ὀδυνηρότερον; Ἑώρων καὶ εἰς ἑαυτοὺς ἐκβαίνοντα τὰ περὶ τῶν μεγάλων ἐκείνων ἀνδρῶν διηγήματα, ἃ περὶ τῶν ἁγίων διέξεισι λέγων ὁ Παῦλος· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος [ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ταῦτα καὶ ἐπὶ τῆς γενεᾶς ἐγένετο τῆς ἡμετέρας]. Ταῦτ' οὖν εἰδότες καὶ ἡμεῖς, ἀγαπητοὶ, ὅτι καὶ νῦν καὶ πάλαι, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἅπαντες οἱ τῷ Θεῷ φίλοι τῷ στυγνῷ καὶ ἐπιμόχθῳ καὶ μυρίων γέμοντι δεινῶν ἐκληρώθησαν βίῳ, μὴ τὸν ὑγρὸν καὶ διαλελυμένον καὶ τὸν ἀνέσεως γέμοντα διώκωμεν βίον, ἀλλὰ τὸν ἐπίμοχθον, τὸν ἐπίπονον, τὸν θλίψεις ἔχοντα καὶ ταλαιπωρίας. Ὥσπερ γὰρ οὐκ ἔστι τὸν ἀγωνιζόμενον δι' ὕπνου καὶ ῥᾳθυμίας καὶ τρυφῆς τῶν στεφάνων ἐπιτυχεῖν, οὐδὲ τὸν στρατιώτην τῶν τροπαίων, οὐδὲ τὸν κυβερνήτην τοῦ λιμένος, οὐδὲ τὸν γηπόνον τῆς ἅλω πεπληρωμένης· οὕτως οὐδὲ τὸν πιστὸν διὰ ῥᾳθυμίας τὸν ἑαυτοῦ βίον διαγαγόντα τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν. Πῶς οὖν οὐκ ἄτοπον ἐν μὲν τοῖς βιωτικοῖς ἅπασι τοὺς πόνους προκεῖσθαι πρὸ τῆς ἡδονῆς, καὶ τοὺς κινδύνους πρὸς τῆς ἀσφαλείας, καὶ ταῦτα εὐτελοῦς καὶ μικρᾶς τῆς ἀπὸ τῶν πόνων ἐκείνων προσδοκίας μενούσης· ὅταν δὲ οὐρανὸς προκείμενος ᾖ, καὶ ἀγγέλων τιμαὶ, καὶ ζωὴ πέρας οὐκ ἔχουσα, καὶ ἡ μετ' ἀγγέλων διατριβὴ, καὶ τὰ ἀγαθὰ, ἃ μηδὲ ἐννοῆσαι ἢ εἰπεῖν δυνατὸν, προσδοκᾷν διὰ ῥᾳθυμίας καὶ ῥᾳστώνης καὶ διαλελυμένης ψυχῆς αὐτῶν ἐπιτεύξεσθαι, καὶ μὴ τῆς αὐτῆς αὐτὰ τοῖς βιωτικοῖς σπουδῆς ἀξιοῦν; Μὴ, παρακαλῶ, μὴ οὕτω κακῶς περὶ ἑαυτῶν καὶ τῆς ἑαυτῶν βουλευώμεθα σωτηρίας, ἀλλ' εἰς τοὺς ἁγίους τούτους ὁρῶντες, τοὺς γενναίους καὶ καρτερικοὺς ἀθλητὰς, τοὺς ἀντὶ φωστήρων δεδομένους ἡμῖν, πρὸς τὴν τούτων καρτερίαν καὶ τὴν ὑπομονὴν τὸν ἑαυτῶν διευθύνωμεν βίον, ἵνα ταῖς εὐχαῖς αὐτῶν δυνηθῶμεν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἰδεῖν τε αὐτοὺς καὶ ἀσπάσασθαι, καὶ πρὸς τὰς οὐρανίους αὐτῶν καταταχθῆναι σκηνάς· ὧν γένοιτο πάντας ἡμᾶς τυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In martyres Aegyptios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg056.local001/.
