Ancient Greek · ~13 min
Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-16
Not analysed yet
Ἀπαρτίσας τοίνυν τὴν προτέραν ἐντολὴν, καὶ εἰς ἄκρον φιλοσοφίας αὐτὴν ἐκτείνας, ὁδῷ καὶ τάξει προβαίνων λοιπὸν πρόεισιν ἐπὶ τὴν δευτέραν, κἀνταῦθα τῷ νόμῳ πειθόμενος. Καὶ μὴν οὐ δευτέρα αὕτη, φησὶν, ἀλλὰ τρίτη. Οὐ γὰρ προτέρα ἐστὶν, Οὐ φονεύσεις, ἀλλὰ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι. Διὸ καὶ ζητῆσαι ἄξιον, τίνος ἕνεκεν οὐκ ἐκεῖθεν ἤρξατο. Τίνος οὖν ἕνεκεν; Ὅτι ἀρχόμενον ἐκεῖθεν, ἔδει καὶ αὐτὴν αὐξῆσαι, καὶ ἑαυτὸν συνεισαγαγεῖν. Οὔπω δὲ καιρὸς ἦν περὶ ἑαυτοῦ διδάσκειν τι τοιοῦτον. Ἄλλως δὲ καὶ τὸν ἠθικὸν τέως ἐγύμναζε λόγον, ἐντεῦθεν βουλόμενος πρῶτον καὶ ἐκ τῶν θαυμάτων πεῖσαι τοὺς ἀκούοντας, ὅτι Υἱὸς ἦν τοῦ Θεοῦ. Τὸ μὲν οὖν εὐθέως, πρὶν ἤ τι φθέγξασθαι καὶ ποιῆσαι, λέγειν· Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Ἐγὼ Κύριος ὁ Θεός σου, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἄλλος· ἐγὼ δὲ λέγω ὑμῖν, καὶ ἐμὲ προσκυνεῖν, ὡς ἐκεῖνον· ἐποίει πάντας ὡς μαινομένῳ προσέχειν αὐτῷ. Εἰ γὰρ καὶ μετὰ τὴν διδασκαλίαν καὶ τὰ τοσαῦτα σημεῖα, οὐδέπω φανερῶς αὐτοῦ τοῦτο λέγοντος, δαιμονῶντα ἐκάλουν· εἰ πρὸ τούτων ἁπάντων ἐπεχείρησέ τι τοιοῦτον εἰπεῖν, τί οὐκ ἂν εἶπον; τί οὐκ ἂν ἐνενόησαν; Τῷ δὲ ἐν καιρῷ τῷ προσήκοντι τὴν περὶ τούτων τηρῆσαι διδασκαλίαν, εὐπαράδεκτον ἐποίει τοῖς πολλοῖς γενέσθαι τὸ δόγμα. Διόπερ νῦν μὲν αὐτὸ παρέδραμεν, ἀπὸ δὲ τῶν σημείων αὐτὸ πανταχοῦ κατασκευάσας, καὶ τῆς ἀρίστης διδασκαλίας, ὕστερον αὐτὸ καὶ διὰ ῥημάτων ἐξεκάλυψε. Νῦν μέντοι τῇ τῶν σημείων ἐπιδείξει, καὶ αὐτῷ τῆς διδασκαλίας τῷ τρόπῳ, κατὰ μικρὸν καὶ ἠρέμα αὐτὸ παρανοίγνυσι. Τὸ γὰρ μετ' ἐξουσίας τὰ τοιαῦτα νομοθετεῖν καὶ διορθοῦν, τὸν προσέχοντα καὶ νοῦν ἔχοντα ἀνῆγε κατὰ μικρὸν εἰς τὸν τοῦ δόγματος λόγον. Ἐξεπλήττοντο γὰρ αὐτὸν, φησὶν, ὅτι οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν ἐδίδασκεν. Ἀρξάμενος γὰρ ἀπὸ τῶν γενικωτάτων ἐν ἡμῖν παθῶν, θυμοῦ λέγω καὶ ἐπιθυμίας (ταῦτα γάρ ἐστι μάλιστα τὰ τυραννοῦντα ἐν ἡμῖν, καὶ τῶν ἄλλων ὄντα φυσικώτερα), μετὰ πολλῆς τῆς αὐθεντίας, καὶ ὅσης νομοθέτῃ προσῆκον ἦν, διώρθωσέ τε αὐτὰ, καὶ μετὰ πάσης ἐκόσμησε τῆς ἀκριβείας. Οὐδὲ γὰρ εἶπεν, ὅτι ὁ μοιχὸς κολάζεται μόνον, ἀλλ' ὅπερ ἐποίησεν ἐπὶ τοῦ φονεύοντος, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, καὶ τὴν ἀκόλαστον ὄψιν κολάζων, ἵνα μάθῃς τὸ πλέον τῶν γραμματέων ποῦ τίθεται. Διόπερ φησίν· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν· τουτέστιν, ὁ ποιούμενος ἔργον τὰ λαμπρὰ σώματα περιεργάζεσθαι, καὶ τὰς εὐμόρφους ὄψεις θηρᾷν, καὶ ἑστιᾷν τῇ θέᾳ τὴν ψυχὴν, καὶ προσηλοῦν τὰ ὄμματα τοῖς καλοῖς προσώποις. Οὐ γὰρ τὸ σῶμα ἦλθεν ἀπαλλάξαι τῶν πονηρῶν πράξεων μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν πρὸ ἐκείνου. Ἐπειδὴ γὰρ ἐν τῇ καρδίᾳ τὴν τοῦ Πνεύματος δεχόμεθα χάριν, αὐτὴν ἐκκαθαίρει πρώτην. Καὶ πῶς δυνατὸν ἐπιθυμίας, φησὶν, ἀπηλλάχθαι; Μάλιστα μὲν, εἰ βουληθείημεν, δυνατὸν καὶ ταύτην νεκρωθῆναι, καὶ ἀνενέργητον μένειν. Ἄλλως δὲ ἐνταῦθα οὐχ ἁπλῶς τὴν ἐπιθυμίαν ἀναιρεῖ, ἀλλὰ τὴν ἐκ τῆς ὄψεως ἐγγινομένην ἐπιθυμίαν. Ὁ γὰρ σπουδάζων ὁρᾷν τὰς εὐμόρφους ὄψεις, αὐτὸς μάλιστα τὴν κάμινον ἀνάπτει τοῦ πάθους, καὶ τὴν ψυχὴν αἰχμάλωτον ποιεῖ, καὶ ταχέως καὶ ἐπὶ τὴν πρᾶξιν ἔρχεται. Διὰ δὴ τοῦτο οὐκ εἶπεν, Ὃς ἂν ἐπιθυμήσῃ πρὸς τὸ μοιχεῦσαι, ἀλλ', Ὃς ἂν ἴδῃ πρὸς τὸ ἐπιθυμῆσαι. Καὶ ἐπὶ μὲν τῆς ὀργῆς διορισμόν τινα τέθεικεν, εἰπὼν τὸ, εἰκῆ καὶ μάτην· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καθάπαξ τὴν ἐπιθυμίαν ἀνεῖλε· καίτοιγε ἀμφότερα ἔμφυτα, καὶ χρησίμως ἡμῖν ἀμφότερα ἔγκειται, καὶ ὀργὴ, καὶ ἐπιθυμία· ἡ μὲν, ἵνα τοὺς πονηροὺς κολάζωμεν, καὶ τοὺς ἀκοσμοῦντας διορθῶμεν· ἡ δὲ, ἵνα παιδοποιῶμεν, καὶ τὸ γένος ἡμῖν συγκροτῆται ταῖς τοιαύταις διαδοχαῖς.