Ancient Greek · ~16 min
Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν, εἶδεν ἄνθρωπον ἐπὶ τὸ τελώνιον καθήμενον, Ματθαῖον λεγόμενον· καὶ λέγει αὐτῷ· «Ἀκολούθει μοι.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-29
Not analysed yet
Ποιήσας γὰρ τὸ θαῦμα οὐκ ἐπέμεινεν, ἵνα μὴ τὸν ζῆλον ἐξάψῃ πλέον ὁρώμενος· ἀλλὰ χαρίζεται αὐτοῖς ἀναχωρῶν, καὶ τὸ πάθος παραμυθούμενος. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, μὴ ὁμόσε χωροῦντες τοῖς ἐπιβουλεύουσιν, ἀλλὰ παραμυθώμεθα αὐτῶν τὸ ἕλκος, ἐνδιδόντες καὶ χαλῶντες αὐτῶν τὸν τόνον. Ἀλλὰ τίνος ἕνεκεν οὐ μετὰ Πέτρου καὶ Ἰωάννου καὶ τῶν ἄλλων αὐτὸν ἐκάλεσεν; Ὥσπερ ἐκεῖ τότε παρεγένετο, ὅτε ᾔδει τοὺς ἀνθρώπους πεισθησομένους· οὕτω καὶ τὸν Ματθαῖον τότε ἐκάλεσεν, ὅτε ἠπίστατο εἴξοντα. Διὰ δὴ τοῦτο καὶ Παῦλον μετὰ τὴν ἀνάστασιν ἡλίευσεν. Ὁ γὰρ τὰς καρδίας ἐπιστάμενος, καὶ τὰ ἀπόῤῥητα τῆς ἑκάστου διανοίας εἰδὼς, ᾔδει καὶ πότε ἔμελλεν ἕκαστος τούτων ὑπακούσεσθαι. Διὰ τοῦτο οὐκ ἐν προοιμίοις αὐτὸν ἐκάλει, ὅτε σκληρότερον ἔτι διέκειτο, ἀλλὰ μετὰ τὰ μυρία θαύματα, καὶ τὴν πολλὴν περὶ αὐτοῦ φήμην, ὅτε καὶ ἐπιτηδειότερον ᾔδει πρὸς τὴν ὑπακοὴν γεγενημένον. Ἄξιον δὲ καὶ τοῦ εὐαγγελιστοῦ θαυμάσαι τὴν φιλοσοφίαν, πῶς οὐκ ἀποκρύπτεται αὐτοῦ τὸν ἔμπροσθεν βίον, ἀλλὰ καὶ τὸ ὄνομα τίθησι, τῶν ἄλλων κρυψάντων αὐτὸν προσηγορίᾳ ἑτέρᾳ. Τίνος δὲ ἕνεκεν εἶπεν, ὅτι Ἐπὶ τὸ τελώνιον καθήμενον; Δεικνὺς τοῦ καλέσαντος τὴν δύναμιν, ὅτι οὐ λήξαντα, οὐδὲ ἀποστάντα τῆς πονηρᾶς ταύτης καπηλείας, ἀλλ' ἐκ μέσων αὐτὸν ἀνέσπασε τῶν κακῶν· καθάπερ οὖν καὶ τὸν μακάριον Παῦλον μαινόμενον καὶ λυττῶντα καὶ πῦρ ἀφιέντα μετέστησεν· ὅπερ οὖν καὶ αὐτὸς δεῖγμα ποιούμενος τῆς τοῦ καλέσαντος δυνάμεως, φησὶ Γαλάταις· Ἠκούσατε τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· καὶ τοὺς ἁλιέας δὲ ἐν μέσοις τοῖς ἔργοις ὄντας ἐκάλεσεν. Ἀλλ' ἐκεῖνο μὲν τέχνη τις ἦν οὐ διαβεβλημένη μὲν, ἀνθρώπων δὲ ἀγροικότερον διακειμένων, καὶ ἀμίκτων, καὶ πολὺ τὸ ἀφελὲς κεκτημένων· τοῦτο δὲ ἐπιτήδευμα ἀναισχυντίας γέμον ἦν καὶ ἰταμότητος, καὶ κέρδος οὐκ ἔχον πρόφασιν εὔλογον, καὶ ἐμπορία ἀναιδὴς, καὶ ἁρπαγὴ σχῆμα ἔχουσα ἔννομον· ἀλλ' ὅμως οὐδὲν τούτων ἐπῃσχύνετο ὁ καλέσας. Καὶ τί λέγω, εἰ τελώνην οὐκ ἐπῃσχύνετο, ὅπου γε οὐδὲ πόρνην γυναῖκα οὐ μόνον καλέσαι οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ φιλῆσαι τοὺς πόδα, αὐτοῦ καὶ βρέξαι τοῖς δάκρυσι παρεῖχεν αὐτῇ; Καὶ γὰρ διὰ τοῦτο παραγέγονεν, οὐχ ἵνα σώματα θεραπεύσῃ μόνον, ἀλλ' ἵνα καὶ ψυχῆς κακίαν ἰάσηται. Ὃ καὶ ἐπὶ τοῦ παραλυτικοῦ πεποίηκε· καὶ δείξας σαφῶς, ὅτι δύναται ἀφιέναι ἁμαρτίας, τότε ἐπὶ τοῦτον ἔρχεται, ἵνα μηκέτι θορυβῶνται τελώνην ὁρῶντες εἰς τὸν τῶν μαθητῶν ἐγκρινόμενον χορόν. Ὁ γὰρ κύριος ὢν λῦσαι τὰ πεπλημμελημένα πάντα, τί θαυμάζεις εἰ καὶ τοῦτον ἀπόστολον ποιεῖ; Ἀλλ' ὥσπερ εἶδες τοῦ καλέσαντος τὴν δύναμιν, οὕτω καταμάνθανε καὶ τοῦ κληθέντος τὴν ὑπακοήν. Οὔτε γὰρ ἀντέτεινεν, οὐδὲ ἀμφισβητῶν εἶπε· Τί τοῦτο; ἆρα μὴ ἀπατηλῇ κλήσει ἐμὲ τὸν τοιοῦτον καλεῖς; καὶ γὰρ ἄκαιρος αὕτη πάλιν ἡ ταπεινοφροσύνη· ἀλλ' εὐθέως ὑπήκουσε, καὶ οὐδὲ οἴκαδε ἀπελθεῖν ἠξίωσε, καὶ τοῖς αὐτοῦ περὶ τούτου κοινώσασθαι, ὥσπερ οὖν οὐδὲ οἱ ἁλιεῖς· ἀλλ' ὃν τρόπον ἐκεῖνοι τὸ δίκτυον καὶ τὸ πλοῖον καὶ τὸν πατέρα, οὕτω καὶ οὗτος τὴν τελωνείαν καὶ τὸ κέρδος ἀφεὶς εἵπετο, παρεσκευασμένην πρὸς ἅπαντα τὴν γνώμην ἐπιδεικνύμενος· καὶ πάντων ἀθρόως ἑαυτὸν ἀποῤῥηγνὺς τῶν βιωτικῶν, ἐμαρτύρει τῇ εὐκαιρίᾳ τοῦ καλέσαντος διὰ τῆς ἀπηρτισμένης ὑπακοῆς. Καὶ τί δήποτε, φησὶν, οὐχὶ καὶ περὶ τῶν ἄλλων εἶπεν ἡμῖν, πῶς καὶ τίνα τρόπον ἐκλήθησαν, ἀλλὰ περὶ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου καὶ Φιλίππου, περὶ δὲ τῶν ἄλλων οὐδαμοῦ; Ὅτι οὗτοι μάλιστα ἦσαν ἐν τοῖς ἀτόποις καὶ ταπεινοῖς ἐπιτηδεύμασιν. Οὔτε γὰρ τελωνείας τι χεῖρον, οὔτε ἁλείας εὐτελέστερον. Ὅτι δὲ καὶ Φίλιππος τῶν σφόδρα ἀσήμων ἦν, ἀπὸ τῆς πατρίδος δῆλον. Διὰ τοῦτο τούτους μάλιστα ἡμῖν ἀνακηρύττουσι μετὰ τῶν ἐπιτηδευμάτων, δηλοῦντες ὅτι καὶ ἐν τοῖς λαμπροῖς τῶν διηγημάτων τούτοις πιστεύειν χρή. Οἱ γὰρ τῶν δοκούντων ἐπονειδίστων εἶναι μηδὲν αἱρούμενοι παραλιπεῖν, ἀλλὰ πρὸ τῶν ἄλλων ταῦτα μετὰ ἀκριβείας ἀνακηρύττοντες, καὶ ἐπὶ τοῦ Διδασκάλου καὶ ἐπὶ τῶν μαθητῶν, πῶς ἂν εἶεν ἐπὶ τῶν σεμνῶν ὕποπτοι; καὶ μάλιστα ὅταν σημεῖα μὲν πολλὰ καὶ θαύματα παρατρέχωσι, τὰ δὲ ἐπὶ τοῦ σταυροῦ δοκοῦντα εἶναι ὀνείδη μετὰ ἀκριβείας βοῶσι· καὶ τῶν μαθητῶν τὰ ἐπιτηδεύματα καὶ τὰ ἐλαττώματα, καὶ τοῦ Διδασκάλου τοὺς προγόνους τοὺς ἐπὶ ἁμαρτήμασι βεβοημένους λαμπρὰ ἐκκαλύπτωσι τῇ φωνῇ; Ὅθεν δῆλον ὅτι πολὺν τῆς ἀληθείας ἐποιοῦντο λόγον, καὶ οὐδὲν πρὸς χάριν, οὐδὲ πρὸς ἐπίδειξιν ἔγραφον.