# In Matthaeum (homiliae 1-90) 1.1-33

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν. Ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/1.1-33

Εἰπὼν ἐκεῖνα τὰ φοβερὰ καὶ φρικώδη, καὶ ἀδάμαντα ἱκανὰ διαλῦσαι, τὰ μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν αὐτοῖς συμβησόμενα, ἄγει πάλιν τὸν λόγον ἐπὶ τὰ ἡμερώτερα, διδοὺς ἀναπνεῦσαι τοῖς ἀθληταῖς, καὶ πολλὴν αὐτοῖς παρέχων τὴν ἄδειαν. Οὐδὲ γὰρ ἐκέλευσε διωκομένους ὁμόσε χωρεῖν, ἀλλὰ φεύγειν. Ἐπειδὴ γὰρ ἀρχὴ τέως ἦν καὶ προοίμια, συγκαταβατικώτερον κέχρηται τῷ λόγῳ. Οὐ γὰρ δὴ περὶ τῶν μετὰ ταῦτά φησι διωγμῶν, ἀλλὰ τῶν πρὸ τοῦ σταυροῦ καὶ τοῦ πάθους. Καὶ τοῦτο ἐδήλωσε λέγων· Οὐ γὰρ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἵνα γὰρ μὴ λέγωσι· Τί οὖν, ἐὰν διωκόμενοι φεύγωμεν, καὶ πάλιν ἐκεῖ καταλαβόντες ἐλαύνωσι; τοῦτον ἀναιρῶν τὸν φόβον φησίν· Οὐ φθήσεσθε περιελθόντες τὴν Παλαιστίνην, καὶ εὐθέως ὑμᾶς καταλήψομαι. Καὶ θέα πῶς καὶ ἐνταῦθα οὐ λύει τὰ δεινὰ, ἀλλὰ παρίσταται τοῖς κινδύνοις. Οὐ γὰρ εἶπεν, ὅτι Ἐξαρπάσομαι, καὶ λύσω τοὺς διωγμούς· ἀλλὰ τί; Οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Καὶ γὰρ ἤρκει εἰς παραμυθίαν αὐτοῖς τὸ ἰδεῖν αὐτὸν μόνον. Σὺ δέ μοι σκόπει, πῶς οὐ πανταχοῦ πάντα ἐπιτρέπει τῇ χάριτι, ἀλλά τι καὶ παρ' αὐτῶν εἰσφέρεσθαι κελεύει. Εἰ γὰρ φοβεῖσθε, φησὶ, φεύγετε· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Φεύγετε, καὶ, Μὴ φοβεῖσθε. Καὶ οὐκ αὐτοὺς πρώτους ἐκέλευσε φεύγειν, ἀλλ' ἐλαυνομένους ὑποχωρεῖν· καὶ οὐδὲ πολὺ τὸ διάστημα δίδωσιν, ἀλλ' ὅσον περιελθεῖν τὰς πόλεις τοῦ Ἰσραήλ. Εἶτα πάλιν πρὸς ἕτερον αὐτοὺς ἀλείφει μέρος φιλοσοφίας. Πρότερον μὲν, τὴν μέριμναν τῆς τροφῆς ἐκβάλλων· δεύτερον δὲ, τὸν τῶν κινδύνων φόβον· νυνὶ δὲ τὸν τῆς κακηγορίας. Ἐκείνης μὲν γὰρ ἀπήλλαξε τῆς φροντίδος, εἰπὼν, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ, καὶ δείξας ὅτι πολλοὶ αὐτοὺς ὑποδέξονται· τῶν κινδύνων δὲ ἕνεκεν τῆς ἀγωνίας, εἰπὼν, Μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε, καὶ ὅτι Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ἐπειδὴ δὲ μετὰ τούτων εἰκὸς ἦν αὐτοὺς καὶ πονηρὰν δόξαν λαβεῖν, ὅπερ πολλοῖς πάντων φορτικώτερον εἶναι δοκεῖ, ὅρα πόθεν αὐτοὺς καὶ ἐνταῦθα παρακαλεῖ, ἀφ' ἑαυτοῦ καὶ τῶν περὶ αὐτοῦ εἰρημένων ἁπάντων τὴν παραμυθίαν τιθεὶς, οὗπερ ἴσον οὐδὲν ἦν. Ὥσπερ γὰρ εἶπεν ἐκεῖ, ὅτι Ἔσεσθε μισούμενοι ὑπὸ πάντων· καὶ προσέθηκε, Διὰ τὸ ὄνομά μου· οὕτω καὶ ἐνταῦθα. Καὶ ἑτέρως αὐτὸ παραμυθεῖται, ἕτερον μετ' ἐκείνου τιθείς. Ποῖον δὴ τοῦτο; Οὐκ ἔστι μαθητὴς, φησὶν, ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ· καὶ ὁ δοῦλος, ὡς ὁ κύριος αὐτοῦ· εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; Μὴ οὖν φοβεῖσθε αὐτούς. Ὅρα πῶς ἑαυτὸν ἐκκαλύπτει τῶν πάντων ὄντα Δεσπότην καὶ Θεὸν καὶ Δημιουργόν. Τί οὖν; Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. Ἕως ἂν μὲν ᾖ μαθητὴς καὶ δοῦλος, οὐκ ἔστι κατὰ τὴν τῆς τιμῆς φύσιν. Μὴ γάρ μοι τὰ σπανίζοντα ἐνταῦθα λέγε, ἀλλ' ἀπὸ τῶν πλειόνων δέχου τὸν λόγον. Καὶ οὐ λέγει, Πόσῳ μᾶλλον τοὺς δούλους, ἀλλὰ, τοὺς οἰκειακοὺς αὐτοῦ, πολλὴν πρὸς αὐτοὺς γνησιότητα ἐπιδεικνύμενος. Καὶ ἀλλαχοῦ δὲ ἔλεγεν· Οὐκέτι καλῶ ὑμᾶς δούλους, ὑμεῖς φίλοι μού ἐστε. Καὶ οὐκ εἶπεν, Εἰ τὸν οἰκοδεσπότην ὕβρισαν καὶ ἐκατηγόρησαν· ἀλλὰ καὶ αὐτὸ τὸ εἶδος τῆς ὕβρεως τίθησιν, ὅτι Βεελζεβοὺλ ἐκάλεσαν. Εἶτα καὶ ἑτέραν οὐκ ἐλάττονα ταύτης δίδωσι παραμυθίαν· ἡ μὲν γὰρ μεγίστη αὕτη· ἐπειδὴ δὲ τοῖς οὐδέπω φιλοσοφοῦσι καὶ ἑτέρας ἔδει τῆς μάλιστα αὐτοὺς ἀνακτήσασθαι δυναμένης, καὶ ταύτην τίθησι· καὶ τὸ μὲν σχῆμα τῶν λεγομένων καθολικὴν δοκεῖ τὴν ἀπόφασιν ἔχειν· πλὴν οὐ περὶ πάντων τῶν πραγμάτων, ἀλλὰ περὶ τῶν προκειμένων εἴρηται μόνον. Τί γάρ φησι; Οὐδέν ἐστι κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται· οὐδὲ κρυπτὸν, ὃ οὐ γνωσθήσεται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν Ἀρκεῖ μὲν ὑμῖν εἰς παραμυθίαν τὸ καὶ ἐμὲ κοινωνῆσαι τῆς αὐτῆς λοιδορίας ὑμῖν, τὸν Διδάσκαλον καὶ τὸν Δεσπότην. Εἰ δὲ ἔτι ἀλγεῖτε ταῦτα ἀκούοντες, ἐννοήσατε κἀκεῖνο, ὅτι καὶ ταύτης μικρὸν ὕστερον ἀπαλλαγήσεσθε τῆς ὑποψίας. Τίνος γὰρ ἕνεκεν ἀλγεῖτε; ὅτι γόητας ὑμᾶς καλοῦσι καὶ πλάνους; Ἀλλ' ἀναμείνατε μικρὸν καὶ σωτῆρας ὑμᾶς καὶ εὐεργέτας τῆς οἰκουμένης προσεροῦσιν ἅπαντες. Καὶ γὰρ ἀποκαλύπτει ἅπαντα ὁ χρόνος τὰ συνεσκιασμένα, καὶ τὴν ἐκείνων συκοφαντίαν ἐλέγξει, καὶ δήλην ποιήσει τὴν ὑμετέραν ἀρετήν. Ὅταν γὰρ διὰ τῶν πραγμάτων φαίνησθε σωτῆρες καὶ εὐεργέται, καὶ πᾶσαν ἀρετὴν ἐπιδεικνύμενοι, οὐ τοῖς ἐκείνων προσέξουσι λόγοις οἱ ἄνθρωποι, ἀλλὰ τῇ τῶν πραγμάτων ἀληθείᾳ· καὶ οἱ μὲν συκοφάνται καὶ ψεῦσται καὶ κακηγόροι, ὑμεῖς δὲ τοῦ ἡλίου φανεῖσθε λαμπρότεροι, τοῦ μακροῦ χρόνου ἐκκαλύπτοντος ὑμᾶς καὶ ἀνακηρύττοντος, καὶ σάλπιγγος λαμπροτέραν φωνὴν ἀφιέντος, καὶ μάρτυρας ἅπαντας τῆς ὑμετέρας ποιοῦντος ἀρετῆς. Μὴ τοίνυν τὰ λεγόμενα νῦν ὑμᾶς ταπεινούτω, ἀλλ' ἡ ἐλπὶς τῶν μελλόντων ἀγαθῶν ἀνορθούτω. Ἀμήχανον γὰρ κρυβῆναι τὰ καθ' ὑμᾶς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
