Ancient Greek · ~15 min
Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία μερισθεῖσα καθ' ἑαυτῆς, ἐρημωθήσεται· καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ' ἑαυτῆς, οὐ σταθήσεται. Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφ' ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-40
Not analysed yet
Καὶ ἤδη τοῦτο κατηγόρησαν, ὅτι ἐν τῷ Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια. Ἀλλὰ τότε μὲν οὐκ ἐπετίμησε, διδοὺς αὐτοῖς ἀπό τε τῶν πλειόνων σημείων γνῶναι αὐτοῦ τὴν δύναμιν, ἀπό τε τῆς διδασκαλίας μαθεῖν αὐτοῦ τὴν μεγαλωσύνην. Ἐπειδὴ δὲ ἐπέμενον τὰ αὐτὰ λέγοντες, καὶ ἐπιτιμᾷ λοιπόν· πρώτῳ μὲν τούτῳ τὴν θεότητα ἐνδεικνύμενος τὴν αὐτοῦ, τῷ τὰ ἀπόῤῥητα αὐτῶν εἰς μέσον ἐξάγειν· δευτέρῳ δὲ, αὐτῷ τῷ μετ' εὐκολίας τοὺς δαίμονας ἐκβάλλειν. Καίτοι καὶ ἡ κατηγορία σφόδρα ἀναίσχυντος ἦν. Ὅπερ γὰρ ἔφην, ὁ φθόνος οὐ ζητεῖ τί εἴπῃ, ἀλλ' ἵνα εἴπῃ μόνον. Ἀλλ' ὅμως οὐδὲ οὕτω κατεφρόνησεν αὐτῶν ὁ Χριστὸς, ἀλλ' ἀπολογεῖται μετὰ τῆς αὐτῷ προσηκούσης ἐπιεικείας, παιδεύων ἡμᾶς πράους εἶναι τοῖς ἐχθροῖς· κἂν τοιαῦτα λέγωσιν, ἃ μήτε ἑαυτοῖς σύνισμεν ἡμεῖς, μήτε τὸν τυχόντα ἔχει λόγον, μὴ θορυβεῖσθαι, μηδὲ ταράττεσθαι, ἀλλὰ μετὰ μακροθυμίας ἁπάσης παρέχειν αὐτοῖς εὐθύνας. Ὃ δὴ μάλιστα καὶ τότε ἐποίει, δεῖγμα μέγιστον παρεχόμενος τοῦ ψευδῆ εἶναι τὰ παρ' αὐτῶν εἰρημένα. Οὐδὲ γὰρ δαιμονῶντος ἦν τοσαύτην ἐπιδείκνυσθαι ἐπιείκειαν· οὐ δαιμονῶντος τὸ τὰ ἀπόῤῥητα εἰδέναι. Καὶ γὰρ καὶ διὰ τὸ σφόδρα ἀναίσχυντον εἶναι τὴν τοιαύτην ὑπόνοιαν, καὶ διὰ τὸν παρὰ τῶν πολλῶν φόβον, οὐδὲ ἐτόλμων δημοσιεύειν τὰ ἐγκλήματα ταῦτα, ἀλλ' ἐν διανοίᾳ ἔστρεφον. Αὐτὸς δὲ δεικνὺς αὐτοῖς, ὅτι κἀκεῖνα οἶδε, τὴν μὲν κατηγορίαν οὐ τίθησιν, οὐδὲ ἐκπομπεύει αὐτῶν τὴν πονηρίαν· τὴν δὲ λύσιν ἐπάγει, τῷ συνειδότι τῶν εἰρηκότων καταλιμπάνων τὸν ἔλεγχον. Ἓν γὰρ αὐτῷ περισπούδαστον ἦν μόνον, ὠφελῆσαι τοὺς ἁμαρτάνοντας, οὐκ ἐκπομπεῦσαι. Καίτοιγε, εἴ γε ἐβούλετο μακρὸν ἀποτεῖναι λόγον, καὶ καταγελάστους ποιῆσαι, καὶ μετὰ τούτων καὶ δίκην αὐτοὺς ἀπαιτῆσαι τὴν ἐσχάτην, οὐδὲν τὸ κωλύον ἦν· ἀλλ' ὅμως ταῦτα πάντα παρεὶς, εἰς ἓν ἔβλεπε μόνον, τὸ μὴ φιλονεικοτέρους ἐργάσασθαι, ἀλλ' ἐπιεικεστέρους, καὶ ταύτῃ πρὸς διόρθωσιν ἐπιτηδειοτέρους ποιῆσαι. Πῶς οὖν αὐτοῖς ἀπολογεῖται; Οὐδὲν ἀπὸ τῶν Γραφῶν φησιν, (οὐδὲ γὰρ προσεῖχον, ἀλλὰ καὶ παρερμηνεύειν ἔμελλον·) ἀλλ' ἀπὸ τῶν κοινῇ συμβαινόντων. Πᾶσα γὰρ βασιλεία, φησὶν, ἐφ' ἑαυτὴν μερισθεῖσα, οὐ σταθήσεται· καὶ πόλις καὶ οἰκία ἂν σχισθῇ, ταχέως διαλύεται. Οὐ γὰρ οὕτως οἱ ἔξωθεν πόλεμοι ὡς οἱ ἐμφύλιοι διαφθείρουσι. Τοῦτο γὰρ καὶ ἐν σώμασι γίνεται· τοῦτο καὶ ἐν ἅπασι πράγμασιν· ἀλλὰ τέως ἀπὸ τῶν γνωριμωτέρων τὰ ὑποδείγματα ἄγει. Καίτοι τί βασιλείας ἐπὶ τῆς γῆς δυνατώτερον; Οὐδέν· ἀλλ' ὅμως ἀπόλλυται στασιάζουσα. Εἰ δὲ ἐκεῖ τὸν ὄγκον αἰτιᾶται τῶν πραγμάτων, ὡς ἑαυτῷ συῤῥηγνύμενον, τί ἂν εἴποις περὶ πόλεως; τί δὲ περὶ οἰκίας; Κἂν γὰρ μικρόν τι, κἂν μέγα ᾖ, πρὸς ἑαυτὸ στασιάζον ἀπόλλυται. Εἰ τοίνυν ἐγὼ δαίμονα ἔχων, δι' ἐκείνου ἐκβάλλω τοὺς δαίμονας, στάσις καὶ μάχη μεταξὺ δαιμόνων ἐστὶ, καὶ κατ' ἀλλήλων ἵστανται. Εἰ δὲ κατ' ἀλλήλων ἵστανται, ἀπόλωλεν αὐτῶν ἡ ἰσχὺς καὶ διέφθαρται. Εἰ γὰρ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, (καὶ οὐκ εἶπε, Τοὺς δαίμονας, δεικνὺς πολλὴν αὐτοῖς πρὸς ἀλλήλους συμφωνίαν οὖσαν·) ἐφ' ἑαυτὸν οὖν ἐμερίσθη, φησίν. Εἰ δὲ ἐμερίσθη, ἀσθενέστερος γέγονε, καὶ ἀπόλωλεν· εἰ δὲ ἀπόλωλε, πῶς δύναται ἕτερον ἐκβάλλειν; Εἶδες πόσος τῆς κατηγορίας ὁ γέλως; πόση ἡ ἄνοια; πόση ἡ μάχη; Οὐδὲ γὰρ ἔστι τῶν αὐτῶν λέγειν μὲν, ὅτι ἕστηκε, καὶ ὅτι ἐκβάλλει τοὺς δαίμονας· λέγειν δὲ, ὅτι διὰ τοῦτο ἕστηκε, δι' ὃ εἰκὸς ἦν αὐτὸν καταλελύσθαι. Καὶ πρώτη μὲν αὕτη ἡ λύσις· δευτέρα δὲ μετ' ἐκείνην. ἡ περὶ τῶν μαθητῶν. Οὐδὲ γὰρ ἑνὶ μόνον ἀεὶ τρόπῳ, ἀλλὰ καὶ δευτέρῳ καὶ τρίτῳ καταλύει τὰς ἀντιθέσεις αὐτῶν, ἐκ περιουσίας ἐπιστομίσαι βουλόμενος αὐτῶν τὴν ἀναισχυντίαν. Ὅπερ καὶ ἐπὶ τοῦ σαββάτου πεποίηκε, τὸν Δαυῒδ φέρων εἰς μέσον, τοὺς ἱερέας, τὴν μαρτυρίαν τὴν λέγουσαν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν, τὴν αἰτίαν τοῦ σαββάτου δι' ἢν γέγονε· Διὰ γὰρ τὸν ἄνθρωπον, φησὶ, τὸ σάββατον. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ. Μετὰ γὰρ τὴν προτέραν ἐπὶ δευτέραν ἔρχεται λύσιν τῆς προτέρας σαφεστέραν. Εἰ γὰρ ἐγὼ, φησὶν, ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν;