Ancient Greek
Ἢ ποιήσατε τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν· ἢ ποιήσατε τὸ δένδρον σαπρὸν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-41
Not analysed yet
Πάλιν ἑτέρως αὐτοὺς καταισχύνει, καὶ οὐκ ἀρκεῖται τοῖς προτέροις ἐλέγχοις. Τοῦτο δὲ ποιεῖ, οὐχ ἑαυτὸν ἀπαλλάττων ἐγκλημάτων (ἤρκει γὰρ τὸ πρότερον), ἀλλ' αὐτοὺς διορθῶσαι βουλόμενος. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδεὶς ὑμῶν οὔτε ἐμέμψατο τοῖς θεραπευθεῖσιν, ὡς οὐ θεραπευθεῖσιν, οὔτε εἶπεν, ὅτι πονηρὸν τὸ δαίμονος ἐλευθεροῦν. Εἰ γὰρ καὶ σφόδρα ἠναισχύντουν, οὐκ ἐδύναντο τοῦτο εἰπεῖν. Ἐπεὶ οὖν τοῖς μὲν ἔργοις οὐκ ἐπέσκηπτον, τὸν δὲ ταῦτα ἐργαζόμενον διέβαλλον· δείκνυσιν ὅτι καὶ παρὰ τοὺς κοινοὺς λογισμοὺς καὶ παρὰ τὴν τῶν πραγμάτων ἀκολουθίαν ἡ κατηγορία αὕτη. Ὅπερ ἐπιτεταμένης ἐστὶν ἀναισχυντίας, τὸ μὴ μόνον πονηρεύεσθαι, ἀλλὰ καὶ τοιαῦτα συντιθέναι, ἃ καὶ παρὰ τὰς κοινάς ἐστιν ἐννοίας. Καὶ ὅρα τὸ ἀφιλόνεικον. Οὐ γὰρ εἶπε· Ποιήσατε τὸ δένδρον καλὸν, ἐπειδὴ καὶ ὁ καρπὸς καλός· ἀλλὰ μεθ' ὑπερβολῆς αὐτοὺς ἐπιστομίζων, καὶ τὴν ἐπιείκειαν τὴν αὐτοῦ καὶ τὴν ἀναισχυντίαν τὴν ἐκείνων ἐνδεικνύμενός φησιν· Εἰ καὶ τῶν ἔργων βούλεσθε ἐπιλαβέσθαι, οὐδὲν κωλύω· μόνον μὴ ἀσύμφωνα, μηδὲ ἀνακόλουθα ἐγκαλεῖτε. Οὕτω γὰρ σαφέστερον ἁλίσκεσθαι ἔμελλον, πρὸς τὰ λίαν φανερὰ ἀναισχυντοῦντες. Ὥστε εἰκῆ πονηρεύεσθε, φησὶ, καὶ ἀνακόλουθα ἑαυτοῖς λέγετε. Καὶ γὰρ ἡ τοῦ δένδρου διάκρισις ἀπὸ τοῦ καρποῦ φαίνεται, οὐχ ὁ καρπὸς ἀπὸ τοῦ δένδρου· ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε. Εἰ γὰρ καὶ τὸ δένδρον τοῦ καρποῦ αἴτιον, ἀλλ' ὁ καρπὸς τοῦ δένδρου γνωριστικός. Καὶ ἀκόλουθον ἦν, ἢ καὶ τὰ ἔργα διαβάλλειν ἡμᾶς αἰτιωμένους, ἢ ταῦτα ἐπαινοῦντας, καὶ ἡμᾶς τοὺς ἐργαζομένους τῶν ἐγκλημάτων ἀπαλλάττειν τούτων. Νῦν δὲ τοὐναντίον ποιεῖτε· τοῖς γὰρ ἔργοις οὐδὲν ἐγκαλεῖν ἔχοντες, ὅπερ ἐστὶν ὁ καρπὸς, τὴν ἐναντίαν περὶ τοῦ δένδρου φέρετε ψῆφον, ἐμὲ δαιμονῶντα καλοῦντες, ὅπερ ἐσχάτης ἐστὶ παροινίας. Καὶ γὰρ ὅπερ ἔμπροσθεν εἶπε, τοῦτο καὶ νῦν κατασκευάζει, ὅτι οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδ' αὖ τοὐναντίον πάλιν. Ὥστε παρὰ πᾶσαν ἀκολουθίαν καὶ φύσιν αὐτῶν τὰ ἐγκλήματα. Εἶτα ἐπειδὴ οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τοῦ Πνεύματος ποιεῖται τὸν λόγον, καὶ καταφορικῶς κέχρηται τῇ κατηγορίᾳ λέγων· Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Τοῦτο δὲ ὁμοῦ καὶ ἐγκαλοῦντός ἐστι, καὶ τῶν εἰρημένων τὴν ἀπόδειξιν ἐξ ἐκείνων παρέχοντος. Ἰδοὺ γὰρ ὑμεῖς, φησὶ, δένδρα ὄντες πονηρὰ, οὐ δύνασθε φέρειν καρπὸν ἀγαθόν. Οὐ τοίνυν θαυμάζω, ὅτι ταῦτα φθέγγεσθε· καὶ γὰρ ἐτράφητε κακῶς, προγόνων ὄντες πονηρῶν, καὶ διάνοιαν κέκτησθε πονηράν. Καὶ ὅρα πῶς ἀκριβῶς καὶ χωρὶς λαβῆς ἁπάσης τέθεικε τὰ ἐγκλήματα. Οὐ γὰρ εἶπε· Πῶς δύνασθε ἀγαθὰ λαλεῖν, γεννήματα ὄντες ἐχιδνῶν; οὐδὲν γὰρ τοῦτο πρὸς ἐκεῖνο· ἀλλὰ, Πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Γεννήματα δὲ ἐχιδνῶν αὐτοὺς εἴρηκεν, ἐπειδὴ ἐπὶ τοῖς προγόνοις ηὔχουν. Δεικνὺς τοίνυν, ὅτι οὐδὲν αὐτοῖς ἐντεῦθεν τὸ κέρδος, τῆς μὲν πρὸς τὸν Ἀβραὰμ ἐξέβαλεν αὐτοὺς συγγενείας· δίδωσι δὲ αὐτοῖς προγόνους ὁμοτρόπους, τῆς ἐκεῖθεν περιφανείας γυμνώσας αὐτούς. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ Ἐνταῦθα πάλιν τὴν θεότητα αὐτοῦ δείκνυσιν εἰδυῖαν τὰ ἀπόῤῥητα· καὶ ὅτι οὐχὶ ῥημάτων μόνον, ἀλλὰ καὶ πονηρῶν ἐννοιῶν δώσουσι δίκην· καὶ ὅτι οἶδεν αὐτὰ ὡς Θεός. Λέγει δὲ ὅτι οὐκ ἀνθρώποις δυνατὸν ταῦτα εἰδέναι· φύσεως γὰρ ἀκολουθία τοῦτο, τὸ ὑπερβλυζούσης ἔνδον τῆς πονηρίας ἐκχεῖσθαι ἔξω διὰ τοῦ στόματος τὰ ῥήματα. Ὥστε ὅταν ἀκούσῃς ἀνθρώπου πονηρὰ φθεγγομένου, μὴ τοσαύτην νόμιζε πονηρίαν ἐγκεῖσθαι αὐτῷ, ὅσην τὰ ῥήματα ἐπιδείκνυται· ἀλλὰ πολλῷ πλείονα στοχάζου εἶναι τὴν πηγήν· τὸ γὰρ ἔξωθεν λεγόμενον, τὸ περιττόν ἐστι τοῦ ἔνδον. Εἶδες πῶς αὐτῶν καθήψατο σφοδρῶς; Εἰ γὰρ τὸ λεχθὲν οὕτω πονηρὸν, καὶ ἀπ' αὐτῆς τοῦ διαβόλου τῆς γνώμης ἐστὶν, ἐννόησον ἡ ῥίζα καὶ ἡ πηγὴ τῶν ῥημάτων ἡλίκη. Συμβαίνει δὲ τοῦτο εἰκότως· ἡ μὲν γὰρ γλῶττα αἰσχυνομένη πολλάκις οὐκ ἀθρόον ἐκχεῖ τὴν πονηρίαν· ἡ δὲ καρδία οὐδένα ἀνθρώπων ἔχουσα μάρτυρα, ἀδεῶς ὅσα ἂν θέλῃ τίκτει κακά· τοῦ γὰρ Θεοῦ οὐ πολὺς λόγος αὐτῇ. Ἐπεὶ οὖν τὰ μὲν λεγόμενα εἰς ἐξέτασιν ἔρχεται καὶ πᾶσι προτίθεται, ἐκείνη δὲ συνεσκίασται, διὰ τοῦτο τὰ μὲν ταύτης ἐλάττω, τὰ δὲ ἐκείνης πλείονα γίνεται. Ὅταν δὲ πολὺ τὸ πλῆθος γένηται τῶν ἔνδον, πολλῷ τῷ ῥοίζῳ τὰ τέως κρυπτόμενα πρόεισι. Καὶ καθάπερ οἱ ἐμοῦντες, παρὰ μὲν τὴν ἀρχὴν βιάζονται ἔνδον κατέχειν ἐκπηδῶντας τοὺς χυμοὺς, ἐπειδὰν δὲ ἐκνικηθῶσι, πολλὴν τὴν βδελυγμίαν προΐενται· οὕτω καὶ οἱ τὰ πονηρὰ βουλεύματα ἔχοντες, καὶ τοὺς πλησίον κακηγοροῦντες. Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ, φησὶν, ἐκβάλλει τὰ ἀγαθά· καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει τὰ πονηρά.