# In Matthaeum (homiliae 1-90) 1.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ' αὐτῶν, ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ· Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/1.1-6

Εἶδες ἅπαντα εἰς ἔλεγχον γινόμενα Ἰουδαϊκόν; Ἕως μὲν γὰρ αὐτὸν οὐκ ἐθεώρουν, οὐδὲ ὑπὸ τῆς βασκανίας ἡλίσκοντο, μετὰ ἀληθείας τὰς μαρτυρίας διηγόρευον· ἐπειδὴ δὲ εἶδον τὴν ἀπὸ τῶν θαυμάτων ἐγγινομένην δόξαν, ὑπὸ τοῦ φθόνου κατασχεθέντες λοιπὸν προὔδωκαν τὴν ἀλήθειαν. Ἀλλ' ἡ ἀλήθεια διὰ πάντων ᾔρετο, καὶ ὑπὸ τῶν ἐχθρῶν μειζόνως συνεκροτεῖτο. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς θαυμαστὰ καὶ παράδοξα οἰκονομεῖται πράγματα. Ὁμοῦ τε γὰρ καὶ μανθάνουσί τι πλέον παρ' ἀλλήλων, καὶ διδάσκουσιν ἀλλήλους, οἵ τε βάρβαροι καὶ οἱ Ἰουδαῖοι. Οἱ μὲν γὰρ Ἰουδαῖοι παρὰ τῶν μάγων ἤκουον, ὅτι καὶ ἀστὴρ αὐτὸν ἐπὶ τῆς Περσῶν ἐκήρυξε χώρας· οἱ δὲ μάγοι παρὰ τῶν Ἰουδαίων ἐμάνθανον, ὅτι τοῦτον, ὃν ὁ ἀστὴρ ἐκήρυξε, καὶ προφῆται πρὸ πολλῶν ἄνωθεν διηγόρευον χρόνων· καὶ τῆς ἐρωτήσεως ἡ ὑπόθεσις διδασκαλίας σαφεστέρας τε καὶ ἀκριβεστέρας ἑκατέροις ἀπόδειξις γέγονε· καὶ οἱ τῆς ἀληθείας ἐχθροὶ τὰ ὑπὲρ τῆς ἀληθείας καὶ ἄκοντες ἀναγκάζονται ἀναγινώσκειν γράμματα, καὶ τὴν προφητείαν ἑρμηνεύειν, εἰ καὶ μὴ πᾶσαν. Εἰπόντες γὰρ τὴν Βηθλεὲμ, καὶ ὅτι ἐξ αὐτῆς ἐξελεύσεται ὁ ποιμαίνων τὸν Ἰσραὴλ, λοιπὸν οὐκέτι προσέθηκαν τὸ ἑξῆς, κολακεύοντες τὸν βασιλέα. Τί δὲ τοῦτο ἦν; Ὅτι Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ ἐκεῖθεν ἔμελλε παραγίνεσθαι, ἐν Ναζαρὲτ μετὰ τὸν τόκον διῆγε, καὶ συνεσκίαζε τὴν προφητείαν; Καὶ μὴν οὐ συνεσκίασεν, ἀλλὰ καὶ μᾶλλον ἐξεκάλυψε. Τὸ γὰρ, ἐκεῖ τῆς μητρὸς οἰκούσης διαπαντὸς, ἐνταῦθα γεννηθῆναι δείκνυσιν ἐξ οἰκονομίας τὸ πρᾶγμα γινόμενον. Διά τοι τοῦτο οὐδὲ εὐθέως τεχθεὶς ἐξῆλθεν ἐκεῖθεν, ἀλλ' ἐποίησεν ἡμέρας τεσσαράκοντα, τοῖς βουλομένοις περιεργάζεσθαι διδοὺς μετὰ ἀκριβείας ἐξετάζειν ἅπαντα. Καὶ γὰρ πολλὰ ἦν τὰ κινοῦντα πρὸς τὴν τοιαύτην ζήτησιν, εἴ γε προσέχειν ἐβούλοντο. Καὶ γὰρ ἐλθόντων τῶν μάγων, ἀνεπτερώθη πᾶσα ἡ πόλις, καὶ μετὰ τῆς πόλεως ὁ βασιλεὺς, καὶ ὁ προφήτης εἰς μέσον παρήγετο, καὶ δικαστήριον μέγιστον συνεκροτεῖτο, καὶ ἕτερα δὲ πλείονα γέγονεν αὐτόθι, ἅπερ ὁ Λουκᾶς μετὰ ἀκριβείας διηγεῖται ἅπαντα· οἷον τὰ κατὰ τὴν Ἄνναν, καὶ τὸν Συμεὼν, καὶ τὸν Ζαχαρίαν, καὶ τοὺς ἀγγέλους, καὶ τοὺς ποιμένας, ἅπερ ἅπαντα τοῖς προσέχουσιν ἱκανὰ ἦν παρασχεῖν ἀφορμὰς τὸ γεγενημένον εὑρεῖν. Εἰ γὰρ ἀπὸ Περσίδος ἐλθόντες οἱ μάγοι οὐκ ἠγνόησαν τὸν τόπον, πολλῷ μᾶλλον οἱ ἐκεῖ διατρίβοντες ταῦτα μαθεῖν ἠδύναντο. Ἔδειξε μὲν οὖν ἐξ ἀρχῆς ἑαυτὸν διὰ πολλῶν θαυμάτων· ἐπειδὴ δὲ οὐκ ἠθέλησαν ἰδεῖν, κρύψας τὸν μεταξὺ χρόνον ἑαυτὸν, πάλιν ἐξ ἑτέρας ἀπεκάλυψε λαμπροτέρας ἀρχῆς. Οὐδὲ γὰρ οἱ μάγοι λοιπὸν, οὐδὲ ὁ ἀστὴρ, ἀλλ' ὁ Πατὴρ ἄνωθεν ἐκήρυττεν ἐπὶ τῶν Ἰορδανείων ῥείθρων· καὶ τὸ Πνεῦμα δὲ ἐπεφοίτα, τὴν φωνὴν ἐκείνην ἕλκον ἐπὶ τὴν κεφαλὴν τοῦ βαπτιζομένου· καὶ Ἰωάννης μετὰ παῤῥησίας ἁπάσης πανταχοῦ τῆς Ἰουδαίας ἐβόα, τὴν οἰκουμένην, τὴν ἀοίκητον τῆς τοιαύτης διδασκαλίας πληρῶν· καὶ ἡ τῶν θαυμάτων δὲ μαρτυρία, καὶ γῆ, καὶ θάλαττα, καὶ ἡ κτίσις ἅπασα λαμπρὰν ὑπὲρ αὐτοῦ ἠφίει φωνήν. Παρὰ δὲ τὸν καιρὸν τῶν ὠδίνων τοσαῦτα ἐγίνετο, ὅσα εἰκὸς ἠρέμα δεῖξαι τὸν παραγεγονότα. Ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι οὐκ ἴσμεν πότε ἐτέχθη, οὐδὲ ἐν ποίῳ χωρίῳ, τά τε κατὰ τοὺς μάγους πάντα ᾠκονομήθη, καὶ τὰ ἄλλα ἅπερ εἰρήκαμεν· ὥστε οὐδεμίαν αἰτίαν ἂν ἔχοιεν εἰπεῖν, μὴ ζητήσαντες τὸ γεγενημένον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
