Ancient Greek · ~17 min
Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· Διδάσκαλε ἀγαθὲ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-62
Not analysed yet
Τινὲς μὲν διαβάλλουσι τὸν νεανίσκον τοῦτον, ὡς ὕπουλόν τινα καὶ πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα· ἐγὼ δὲ φιλάργυρον μὲν αὐτὸν καὶ χρημάτων ἐλάττονα οὐκ ἂν παραιτησαίμην εἰπεῖν, ἐπειδὴ καὶ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ἤλεγξεν ὄντα· ὕπουλον δὲ οὐδαμῶς, διὰ τὸ μήτε ἀσφαλὲς εἶναι τῶν ἀδήλων κατατολμᾷν, καὶ μάλιστα ἐν ἐγκλήμασι, καὶ τὸ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν ὑποψίαν· καὶ γάρ φησιν, ὅτι Προσδραμὼν καὶ γονυπετῶν παρεκάλει αὐτόν· καὶ, ὅτι Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς, ἠγάπησεν αὐτόν. Ἀλλὰ πολλὴ τῶν χρημάτων ἡ τυραννὶς, καὶ δῆλον ἐντεῦθεν· κἂν γὰρ τὰ ἄλλα ὦμεν ἐνάρετοι, πάντα αὕτη λυμαίνεται τὰ ἄλλα. Εἰκότως οὖν καὶ ὁ Παῦλος ῥίζαν αὐτὴν ἁπάντων τῶν κακῶν εἶναι ἔφησε· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, φησί. Διατί οὖν οὕτω πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστὸς, λέγων· Οὐδεὶς ἀγαθός; Ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε ψιλῷ, καὶ ἑνὶ τῶν πολλῶν, καὶ διδασκάλῳ Ἰουδαϊκῷ· διὰ δὴ τοῦτο ὡς ἄνθρωπος αὐτῷ διαλέγεται. Καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσιόντων ἀποκρίνεται, ὡς ὅταν λέγῃ· Ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· καὶ, Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ὅταν οὖν εἴπῃ, Οὐδεὶς ἀγαθὸς, οὐχ ἑαυτὸν ἐκβάλλων τοῦ ἀγαθὸς εἶναι τοῦτο λέγει· ἄπαγε· οὐ γὰρ εἶπε, Τί με λέγεις ἀγαθόν; Οὐκ εἰμὶ ἀγαθός· ἀλλ', Οὐδεὶς ἀγαθός· τουτέστιν, οὐδεὶς ἀνθρώπων. Καὶ αὐτὸ δὲ τοῦτο ὅταν λέγῃ, οὐδὲ τοὺς ἀνθρώπους ἀποστερῶν ἀγαθότητος λέγει, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος. Διὸ καὶ ἐπήγαγεν, Εἰ μὴ εἷς, ὁ Θεός. Καὶ οὐκ εἶπεν, Εἰ μὴ ὁ Πατήρ μου, ἵνα μάθῃς ὅτι οὐκ ἐξεκάλυψεν ἑαυτὸν τῷ νεανίσκῳ. Οὕτω καὶ ἀνωτέρω πονηροὺς ἐκάλει τοὺς ἀνθρώπους, λέγων· Εἰ δὲ ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν. Καὶ γὰρ καὶ ἐκεῖ πονηροὺς ἐκάλεσεν, οὐ τῆς φύσεως ἁπάσης πονηρίαν καταγινώσκων· (τὸ γὰρ, ὑμεῖς, οὐχ ὑμεῖς οἱ ἄνθρωποί φησιν·) ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀγαθότητα τῇ τοῦ Θεοῦ ἀγαθότητι παραβάλλων, οὕτως ὠνόμασε· διὰ τοῦτο καὶ ἐπήγαγε, Πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Καὶ τί τὸ κατεπεῖγον ἦν, φησὶν, ἢ τί τὸ χρήσιμον, ὥστε οὕτως αὐτὸν ἀποκρίνασθαι; Ἀνάγει αὐτὸν κατὰ μικρὸν, καὶ παιδεύει κολακείας ἀπηλλάχθαι πάσης, τῶν ἐπὶ τῆς γῆς ἀπάγων, καὶ τῷ Θεῷ προσηλῶν, καὶ πείθων τὰ μέλλοντα ζητεῖν, καὶ εἰδέναι τὸ ὄντως ἀγαθὸν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν ἁπάντων, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν. Ἐπεὶ καὶ ὅταν λέγῃ, Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς, πρὸς ἀντιδιαστολὴν αὐτοῦ τοῦτό φησιν, καὶ ἵνα μάθωσι τίς ἡ πρώτη τῶν ὄντων ἁπάντων ἀρχή. Οὐδὲ γὰρ μικρὰν ὁ νεανίσκος ἐπεδείξατο προθυμίαν τέως, εἰς ἔρωτα τοιοῦτον ἐμπεσὼν, καὶ τῶν ἄλλων, τῶν μὲν πειραζόντων, τῶν δὲ ὑπὲρ νοσημάτων προσιόντων, ἢ τῶν οἰκείων, ἢ τῶν ἀλλοτρίων, αὐτὸς ὑπὲρ ζωῆς αἰωνίου καὶ προσιὼν καὶ διαλεγόμενος. Καὶ γὰρ λιπαρὰ ἦν ἡ γῆ καὶ πίων, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος τὸν σπόρον συνέπνιγε. Σκόπει γοῦν πῶς ἐστι παρεσκευασμένος τέως πρὸς τὴν τῶν ἐπιταγμάτων ὑπακοήν. Τί γὰρ ποιήσας φησὶ, ζωὴν αἰώνιον κληρονομήσω; Οὕτως ἕτοιμος ἦν πρὸς ἐργασίαν τῶν λεχθησομένων. Εἰ δὲ πειράζων προσῆλθεν, ἐδήλωσεν ἂν ἡμῖν καὶ τοῦτο ὁ εὐαγγελιστὴς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, ὡς ἐπὶ τοῦ νομικοῦ. Εἰ δὲ καὶ αὐτὸς ἐσίγησεν, ὁ Χριστὸς αὐτὸν οὐκ ἂν εἴασε λαθεῖν, ἀλλ' ἤλεγξεν ἂν σαφῶς, ἢ καὶ ᾐνίξατο, ὥστε μὴ δόξαι ἠπατηκέναι καὶ λανθάνειν, καὶ ταύτῃ βλαβῆναι. Εἰ πειράζων προσῆλθεν, οὐκ ἂν ἀπῆλθε λυπούμενος ἐφ' οἷς ἤκουσε. Τοῦτο γοῦν οὐδείς ποτε ἔπαθε τῶν Φαρισαίων, ἀλλ' ἠγριαίνοντο ἐπιστομιζόμενοι. Ἀλλ' οὐχ οὗτος· ἀλλ' ἄπεισι κατηφής· ὅπερ οὐ μικρὸν σημεῖον ἦν τοῦ μὴ μετὰ πονηρᾶς γνώμης αὐτὸν προσελθεῖν, ἀλλ' ἀσθενεστέρας, καὶ ἐπιθυμεῖν μὲν τῆς ζωῆς, κατέχεσθαι δὲ ἑτέρῳ πάθει χαλεπωτάτῳ. Εἰπόντος τοίνυν τοῦ Χριστοῦ· Εἰ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς· λέγει, Ποίας; οὐχὶ πειράζων, μὴ γένοιτο· ἀλλὰ νομίζων ἑτέρας τινὰς παρὰ τὰς νομικὰς εἶναι τὰς τῆς ζωῆς προξένους αὐτῷ γενησομένας· ὃ σφόδρα ἐπιθυμοῦντος ἦν. Εἶτα, ἐπειδὴ εἶπεν ὁ Ἰησοῦς τὰς ἀπὸ τοῦ νόμου, φησί· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ πάλιν ἐρωτᾷ, Τί ἔτι ὑστερῶ; ὃ καὶ αὐτὸ σημεῖον ἦν τῆς σφοδρᾶς ἐπιθυμίας αὐτοῦ. Οὐ μικρὸν δὲ καὶ τὸ νομίζειν αὐτὸν ὑστερεῖν, μηδὲ ἡγεῖσθαι ἀρκεῖν τὰ εἰρημένα εἰς τὸ τυχεῖν ὧν ἐπεθύμει. Τί οὖν ὁ Χριστός; Ἐπειδὴ ἔμελλε μέγα τι ἐπιτάττειν, προτίθησι τὰ ἔπαθλα, καί φησιν· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· καὶ δεῦρο ἀκολούθει μοι.