Ancient Greek · ~16 min
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταὶ, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 1.1-72
Not analysed yet
Ἐντεῦθεν λοιπὸν εἰς γαστριμαργίαν αὐτοὺς κωμῳδεῖ· καὶ τὸ δεινὸν, ὅτι οὐκ ἀπὸ τῶν πλουτούντων, ἀλλ' ἀπὸ τῶν χηρῶν ἐγαστρίζοντο, καὶ τὴν ἐκείνων πενίαν ἐπέτριβον, ἢν διορθοῦσθαι ἔδει. Οὐδὲ γὰρ ἁπλῶς ἤσθιον, ἀλλὰ κατήσθιον. Εἶτα καὶ ὁ τρόπος τῆς καπηλείας χαλεπώτερος· Προφάσει μακρὰ προσευχόμενοι. Πᾶς μὲν γὰρ ἄξιος τιμωρίας ὁ κακόν τι ποιῶν· ὁ δὲ καὶ τὴν αἰτίαν ἀπὸ εὐλαβείας λαμβάνων, καὶ προσχήματι τούτῳ χρώμενος τῆς πονηρίας, πολλῷ χαλεπωτέρας ὑπεύθυνος κολάσεως. Καὶ τίνος ἕνεκεν οὐκ ἀπεχειροτόνησεν αὐτούς; Ὅτι ὁ καιρὸς οὐκ ἐπέτρεπεν οὐδέπω. Διὰ δὴ τοῦτο ἀφίησι μὲν αὐτοὺς τέως· διὰ δὲ ὧν λέγει, κατασκευάζει τὸ ἀνεξαπάτητον τῷ δήμῳ, ἵνα μὴ διὰ τὴν ἀξίαν αὐτῶν εἰς τὸν αὐτὸν ἕλκωνται ζῆλον. Ἐπειδὴ γὰρ εἶπεν, Ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· δείκνυσιν ὅσα παραποιοῦσιν, ἵνα μὴ ἐξ ἐκείνου νομισθῇ παρὰ τοῖς ἀνοήτοις πάντα ἐπιτρέπειν αὐτοῖς. Οὐαὶ ὑμῖν, ὅτι κλείετε τὴν βασιλείαν ἔμπροσθεν τῶν ἀνθρώπων. Ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Εἰ δὲ τὸ μηδένα ὠφελεῖν κατηγορία, τὸ καὶ βλάπτειν καὶ κωλύειν ποίαν ἔχει συγγνώμην; Τί δέ ἐστι, Τοὺς εἰσερχομένους; Τοὺς ἐπιτηδείους. Ὅτε μὲν γὰρ ἐπιτάξαι ἑτέροις ἔδει, ἀφόρητα ἐποίουν τὰ φορτία· ὅτε δὲ αὐτοὺς ποιῆσαί τι τῶν δεόντων, τὸ ἐναντίον, οὐ μόνον οὐδὲν ἐποίουν αὐτοὶ, ἀλλ' ὃ πολλῷ πλέον ἐστὶν εἰς κακίαν, καὶ ἑτέρους διέφθειρον. Οὗτοί εἰσιν οἱ λεγόμενοι λοιμοὶ, οἱ ἔργον τιθέμενοι τὴν ἑτέρων ἀπώλειαν, ἐκ διαμέτρου πρὸς τοὺς διδασκάλους ἑστῶτες. Εἰ γὰρ διδασκάλου τὸ σώζειν τὸν ἀπολλύμενον, τὸ ἀπολλύναι τὸν σώζεσθαι μέλλοντα, λυμεῶνος. Εἶτα πάλιν ἕτερον ἔγκλημα· Ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν· τουτέστιν, οὐδὲ τὸ μόλις αὐτὸν σαγηνεῦσαι, καὶ μετὰ μυρίων πόνων, φείδεσθαι αὐτοῦ παρασκευάζει ὑμᾶς· καίτοιγε τῶν μόλις κτηθέντων φειδόμεθα μειζόνως· ὑμᾶς δὲ οὐδὲ τοῦτο ἐπιεικεστέρους ἐργάζεται. Ἐνταῦθα δύο αὐτοῖς ἐγκαλεῖ· ἓν μὲν, ὅτι ἄχρηστοι πρὸς σωτηρίαν τῶν πολλῶν, καὶ πολλοῦ δέονται τοῦ ἱδρῶτος, ὥστε κἂν ἕνα ἐφελκύσασθαι· ἕτερον δὲ, ὅτι ῥᾴθυμοι πρὸς τὴν φυλακὴν τοῦ κτηθέντος· μᾶλλον δὲ οὐ ῥᾴθυμοι μόνον, ἀλλὰ καὶ προδόται διὰ τῆς κατὰ τὸν βίον πονηρίας διαφθείροντες αὐτὸν καὶ χείρω ποιοῦντες. Ὅταν γὰρ τοὺς διδασκάλους ἴδῃ τοιούτους ὁ μαθητὴς, χείρων γίνεται. Οὐ γὰρ ἵσταται μέχρι τῆς τοῦ διδασκάλου κακίας· ἀλλ' ὅταν μὲν ἐνάρετος ᾖ, μιμεῖται· ὅταν δὲ φαῦλος, καὶ ὑπερβαίνει διὰ τὴν εὐκολίαν τὴν ἐπὶ τὸ χεῖρον. Υἱὸν δὲ γεέννης φησὶ, τουτέστιν, αὐτογέενναν. Εἶπε δὲ, Διπλότερον ὑμῶν ἵνα καὶ ἐκείνους φοβήσῃ, καὶ τούτων καθάψηται μειζόνως, ὅτι διδάσκαλοι πονηρίας εἰσί. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ πλείονα τοῖς μαθηταῖς ἐντιθέναι σπουδάζουσι τὴν κακίαν, ἐπιτρίβοντες αὐτοὺς ἐπὶ πολλῷ μείζονα φαυλότητα ἧς ἔχουσιν· ὅπερ μάλιστα ψυχῆς διεφθαρμένης ἐστίν. Εἶτα καὶ εἰς ἄνοιαν αὐτοὺς σκώπτει, ὅτι τῶν μειζόνων ἐντολῶν ἐκέλευον καταφρονεῖν. Καὶ μὴν τοὐναντίον ἔμπροσθεν ἔλεγεν, ὅτι Δεσμεύουσι φορτία βαρέα καὶ δυσβάστακτα. Ἀλλὰ καὶ ταῦτα ἐποίουν πάλιν, καὶ πάντα ἔπραττον εἰς τὴν τῶν ὑπηκόων διαφθορὰν, ἐν τοῖς μικροῖς ζητοῦντες τὴν ἀκρίβειαν, καὶ τῶν μεγάλων καταφρονοῦντες. Ἀποδεκατοῦτε γὰρ, φησὶ, τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν. Ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. Ἐνταῦθα μὲν οὖν εἰκότως φησὶν, ἔνθα δεκάτη ἐστὶ καὶ ἐλεημοσύνη· τί γὰρ βλάπτει τὸ ἐλεημοσύνην διδόναι; Ἀλλ' οὐχ ὡς νόμον τηροῦντας· οὐδὲ γὰρ αὐτὸς οὕτως φησί. Διὰ δὴ τοῦτο ἐνταῦθα μὲν λέγει· Ταῦτα ἔδει ποιῆσαι· ἔνθα δὲ περὶ καθαρῶν καὶ ἀκαθάρτων διαλέγεται, οὐκέτι τοῦτο προστίθησιν, ἀλλὰ διαιρεῖ, καὶ δείκνυσιν ἐξ ἀνάγκης τῇ ἔνδον καθαρότητι καὶ τὴν ἔξωθεν ἑπομένην· τοὐναντίον δὲ οὐκέτι. Ὅπου μὲν γὰρ φιλανθρωπίας λόγος ἦν, ἀδιαφόρως αὐτὸ παρατρέχει, διά τε τοῦτο αὐτὸ, καὶ ἐπειδὴ οὐδέπω καιρὸς ἦν διαῤῥήδην καὶ σαφῶς τὰ νομικὰ ἀνελεῖν· ἔνθα δὲ παρατήρησις σωματικῶν καθαρμῶν, σαφέστερον ἀνατρέπει. Διὰ δὴ τοῦτο ἐπὶ μὲν τῆς ἐλεημοσύνης φησί· Ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι· ἐπὶ δὲ τῶν καθαρσίων οὐχ οὕτως· ἀλλὰ τί; Καθαρίζετε, φησὶ, τὸ ἔξω τοῦ ποτηρίου καὶ τῆς παροψίδος· ἔσωθεν δὲ γέμει ἁρπαγῆς καὶ ἀδικίας. Καθάρισον τὸ ἐντὸς τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρόν. Καὶ ἔλαβεν αὐτὸ ἀπὸ πράγματος ὡμολογημένου καὶ δήλου, ἀπὸ ποτηρίου καὶ παροψίδος.