# In Matthaeum (homiliae 1-90) 1.1-73

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90), Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνήματα αὐτῶν, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-matthaeum-homiliae-1-90/1.1-73

Οὐχ ὅτι οἰκοδομοῦσιν, οὐδ' ὅτι ἐγκαλοῦσιν ἐκείνοις, Οὐαὶ, φησίν· ἀλλ' ὅτι καὶ ταύτῃ καὶ δι' ὧν λέγουσι, καταγινώσκειν προσποιούμενοι τῶν πατέρων, χείρονα πράττουσιν. Ὅτι γὰρ προσποίησις ἦν ἡ κατάγνωσις, ὁ Λουκᾶς φησιν, Ὅτι καὶ συνευδοκεῖτε, ὅτι οἰκοδομεῖτε. Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅτι οἰκοδομεῖτε τὰ μνήματα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς, ὑμεῖς δὲ οἰκοδομεῖτε τὰ μνήματα αὐτῶν. Ἐνταῦθα γὰρ τὴν γνώμην αὐτῶν διαβάλλει, μεθ' ἧς ᾠκοδόμουν· ὅτι οὐ διὰ τιμὴν τῶν σφαγέντων, ἀλλ' ὡς ἐμπομπεύοντες ταῖς σφαγαῖς, καὶ δεδοικότες, μήποτε τῷ χρόνῳ τῶν τάφων ἀφανισθέντων μαρανθῇ τῆς τοσαύτης τόλμης ὁ ἔλεγχος καὶ ἡ μνήμη, οὕτως ᾠκοδόμουν τοὺς τάφους, ὥσπερ τι τρόπαιον ἱστῶντες λαμπρὰς τὰς οἰκοδομὰς, καὶ καλλωπιζόμενοι τοῖς ἐκείνων τολμήμασι καὶ ἐπιδεικνύμενοι. Τὰ γὰρ νῦν τολμώμενα παρ' ὑμῶν δείκνυσιν, ὅτι καὶ ταῦτα τούτῳ ποιεῖτε τῷ τρόπῳ. Κἂν γὰρ τὰ ἐναντία λέγητε, φησὶν, ὡς καταγινώσκοντες αὐτῶν, οἷον ὅτι Οὐκ ἂν, εἰ ἦμεν ἐν ταῖς ἡμέραις ἐκείναις, ἦμεν αὐτῶν κοινωνοί· ἀλλ' ἡ γνώμη δήλη ἡ ταῦτα λέγουσα. Διὸ καὶ ἐκκαλύπτων αὐτὴν, αἰνιγματωδῶς μὲν, εἴρηκε δ' οὖν ὅμως. Εἰπὼν γάρ· Λέγετε, ὅτι Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν· ἐπήγαγεν· Ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. Καὶ ποῖον ἔγκλημα υἱὸν εἶναι ἀνδροφόνου, ἂν μὴ κοινωνῇ τῇ γνώμῃ τοῦ πατρός; Οὐδέν. Ὅθεν δῆλον, ὅτι δι' αὐτὸ τοῦτο αὐτοῖς προφέρει, τὴν κατὰ κακίαν συγγένειαν αἰνιττόμενος. Καὶ τοῦτο καὶ τὸ ἑξῆς δηλοῖ· ἐπήγαγε γοῦν· Ὄφεις, γεννήματα ἐχιδνῶν. Ὥσπερ γὰρ ἐκεῖνα ἔοικε τοῖς γονεῦσι κατὰ τὴν τοῦ ἰοῦ λύμην, οὕτω καὶ ὑμεῖς τοῖς πατράσι κατὰ τὸ φονικόν. Εἶτα ἐπειδὴ γνώμην ἤταζεν ἄδηλον τοῖς πολλοῖς οὖσαν, καὶ ἀφ' ὧν μέλλουσι τολμᾷν, τῶν πᾶσιν ἐσομένων δήλων, κατασκευάζει τὰ εἰρημένα. Ἐπειδὴ γὰρ εἶπεν, Ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας, δηλῶν ὅτι τὴν κατὰ πονηρίαν συγγένειαν λέγει, καὶ ὅτι πλάσμα ἦν τὸ λέγειν, ὅτι Οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ, ἐπήγαγε· Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν· οὐκ ἐπιτάττων, ἀλλὰ προαναφωνῶν τὸ ἐσόμενον· τουτέστι, τὴν ἑαυτοῦ σφαγήν. Διὰ δὴ τοῦτο ἐπαγαγὼν τὸν ἔλεγχον, καὶ δείξας ὅτι πλάσματα ἦν ἅπερ ἔλεγον ὑπὲρ ἑαυτῶν ἀπολογούμενοι, οἷον ὅτι Οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν· (οἱ γὰρ τοῦ Δεσπότου μὴ ἀπεχόμενοι, πῶς ἂν τῶν δούλων ἀπέσχοντο;) καταφορικωτέρῳ τῷ μετὰ ταῦτα κέχρηται λόγῳ, ὄφεις καλῶν καὶ γεννήματα ἐχιδνῶν, καὶ λέγων· Πῶς φεύξεσθε ἀπὸ τῆς κρίσεως τῆς γεέννης, καὶ τοιαῦτα τολμῶντες, καὶ ἀρνούμενοι, καὶ τὴν γνώμην κρύπτοντες; Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς ἐλέγχων ἐκ περιουσίας, φησὶν, ὅτι Ἀποστελῶ πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐν ταῖς συναγωγαῖς ὑμῶν μαστιγώσετε. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Εἰ καὶ τὸν Δεσπότην ἐσταυρώσαμεν, ἀλλὰ τῶν δούλων ἀπεσχόμεθα ἂν, εἰ ἦμεν τότε· Ἰδοὺ, φησὶ, καὶ δούλους ὑμῖν ἀποστέλλω, προφήτας καὶ αὐτοὺς, καὶ οὐδὲ αὐτῶν φείσεσθε. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι οὐδὲν ξένον σφαγῆναι αὐτὸν ὑπὸ τῶν υἱῶν ἐκείνων, φονικῶν τε ὄντων καὶ ὑπούλων, καὶ πολὺ τὸ δολερὸν ἐχόντων, καὶ νικώντων τοὺς πατέρας τοῖς τολμήμασι. Πρὸς δὲ τοῖς εἰρημένοις δείκνυσιν αὐτοὺς καὶ σφόδρα κενοδοξοῦντας. Καὶ γὰρ ὅταν λέγωσιν, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν, κενοδοξοῦντες λέγουσι, καὶ ἐν λόγοις φιλοσοφοῦντες μόνον, ἐν δὲ τοῖς ἔργοις τὰ ἐναντία πράττουσιν. Ὄφεις, γεννήματα ἐχιδνῶν· τουτέστι, Πονηροὶ πονηρῶν παῖδες, καὶ τῶν γεννησαμένων πονηρότεροι. Δείκνυσι γὰρ αὐτοὺς μείζονα τολμῶντας, τῷ τε μετ' ἐκείνους τολμῆσαι, καὶ τῷ πολλῷ χαλεπώτερα ἐκείνων, καὶ ταῦτα ἀκριβολογουμένους, ὡς οὐκ ἄν ποτε τοῖς αὐτοῖς περιέπεσον. Αὐτοὶ γὰρ καὶ τὸ τέλος ἐπάγουσι. καὶ τὴν κορωνίδα τῶν κακῶν. Οἱ μὲν γὰρ τοὺς ἐπὶ τὸν ἀμπελῶνα ἐλθόντας ἀπέκτειναν· οὗτοι δὲ καὶ τὸν υἱὸν, καὶ τοὺς ἐπὶ γάμον καλοῦντας. Ταῦτα δὲ λέγει, τῆς συγγενείας αὐτοὺς ἀφιστὰς τῆς τοῦ Ἀβραὰμ, καὶ δεικνὺς, ὅτι οὐδὲν ἐντεῦθεν αὐτοῖς τὸ κέρδος, ἂν μὴ τὰ ἔργα μιμήσωνται. Διὸ καὶ ἐπάγει· Πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης, ἐκείνους μιμούμενοι τοὺς τὰ τοιαῦτα τετολμηκότας; Ἐνταῦθα δὲ αὐτοὺς καὶ τῆς Ἰωάννου κατηγορίας ἀνέμνησε· καὶ γὰρ ἐκεῖνος οὕτως αὐτοὺς ἐκάλεσε· καὶ τῆς μελλούσης ὑπέμνησε κρίσεως. Εἶτα ἐπειδὴ οὐδὲν αὐτοὺς ἐφόβει κρίσις καὶ γέεννα, τῷ μὴ πιστεύειν, καὶ τῷ μέλλειν τὸ πρᾶγμα, ἀπὸ τῶν παρόντων αὐτοὺς καταστέλλει, καί φησι· Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ μαστιγώσετε· ὅπως ἔλθῃ ἐφ' ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg152.local001/.
